← 阿庇安

西班牙战记

§524-526

拜图卡之捷与西庇阿的决战出击

西庇阿在巩固新迦太基后经略各方,于拜图卡击溃吉斯戈之子哈斯德鲁巴。随后面对迦太基大军在卡尔莫纳附近的集结以及军中粮荒,西庇阿假借神启与吉兆激励士气,率寡兵果断主动发起决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§524

ὁ δὲ φρουρὰν μὲν Καρχηδόνι ἐπέστησε, καὶ τὸ τεῖχος ἐκέλευσε τὸ παρὰ τὴν ἄμπωτιν ἐς ὕψος ἐγεῖραι· τὴν δʼ ἄλλην Ἰβηρίαν αὐτός τε ἐπιὼν καὶ τοὺς φίλους ἐς ἕκαστα περιπέμπων ὑπήγετο, καὶ τἆλλα τὰ ἀντέχοντα ἐβιάζετο. Καρχηδονίων δʼ οἱ στρατηγοὶ δύο ὄντε λοιπὼ καὶ δύο Ἀσδρούβα,1 ὁ μὲν τοῦ Ἀμίλχαρος πορρωτάτω παρὰ Κελτίβηρσιν ἐξενολόγει, ὁ δὲ τοῦ Γέσκωνος ἐς μὲν τὰς πόλεις τὰς ἔτι βεβαίους περιέπεμπεν, ἀξιῶν Καρχηδονίοις ἐμμένειν ὡς στρατιᾶς ἐλευσομένης αὐτίκα ἀπείρου τὸ πλῆθος, Μάγωνα δʼ ἕτερον ἐς τὰ πλησίον περιέπεμπε ξενολογεῖν ὁπόθεν δυνηθείη, καὶ αὐτὸς ἐς τὴν Λέρσα γῆν τῶν ἀφισταμένων ἐνέβαλε, καί τινα αὐτῶν πόλιν ἔμελλε πολιορκήσειν. ἐπιφανέντος δὲ αὐτῷ τοῦ Σκιπίωνος ἐς Βαιτύκην ὑπεχώρει, καὶ πρὸ τῆς πόλεως ἐστρατοπέδευσεν· ἔνθα τῆς ἐπιούσης εὐθὺς ἡσσᾶτο, καὶ τὸν χάρακα αὐτοῦ καὶ τὴν Βαιτύκην ἔλαβεν ὁ Σκιπίων.

西庇阿在迦太基驻扎了守备部队,并下令将退潮一侧的城墙加高。至于伊比利亚的其余地区,他或亲自率军前往,或派遣密友分赴各地予以收服,并以武力征服了其余仍在抵抗的地方。迦太基剩下的两名将领恰好都叫哈斯德鲁巴:哈米尔卡之子哈斯德鲁巴在远处的凯尔特伊比利亚人中招募雇佣兵;而吉斯戈之子哈斯德鲁巴则遣使前往那些仍然坚守忠诚的城邦,以大批无可计量的军队即刻便至为由,要求他们坚守对迦太基的盟约;他还派另一个马戈前往邻近地区,尽其所能招募雇佣军,他本人则侵入反叛者的勒尔萨地区,准备围攻他们的一座城镇。然而当西庇阿出现在他面前时,他退往拜图卡并在城前扎营;次日他在该地立遭惨败,西庇阿攻占了他的营寨与拜图卡城。

§525

ὁ δὲ τὴν στρατιὰν τὴν Καρχηδονίων τὴν ἔτι οὖσαν ἐν Ἰβηρίᾳ συνέλεγεν ἐς Καρμώνην πόλιν, ὡς ὁμοῦ πᾶσιν ἀμυνούμενος τὸν Σκιπίωνα. καὶ αὐτῷ συνῆλθον πολλοὶ μὲν Ἰβήρων, οὓς Μάγων ἦγε, πολλοὶ δὲ Νομάδων, ὧν ἦρχε Μασσανάσσης. καὶ τούτων ὁ μὲν Ἀσδρούβας μετὰ τῶν πεζῶν ὑπὸ χάρακι ἐστρατοπέδευεν, ὁ δὲ Μασσανάσσης καὶ ὁ Μάγων ἱππαρχοῦντες αὐτῷ προηυλίζοντο τοῦ στρατοπέδου. ὧδε δὲ ἔχουσιν αὐτοῖς2 ὁ Σκιπίων τοὺς ἰδίους ἱππέας ἐπιδιῄρει, καὶ Λαίλιον μὲν ἐπὶ Μάγωνα ἔπεμπεν, αὐτὸς δʼ ἐπὶ Μασσανάσσην ἐτράπετο. μέχρι μὲν οὖν τινὸς ἦν ἐν ἀγῶνι καὶ πόνῳ δυσχερεῖ, τῶν Νομάδων αὐτὸν ἀκοντιζόντων τε καὶ ὑποχωρούντων, εἶτʼ αὖθις ἐπελαυνόντων· ὡς δὲ παρήγγειλεν ὁ Σκιπίων ἀμεταστρεπτὶ διώκειν αὐτούς, τὰ δόρατα προβαλόντας, οὐκ ἔχοντες ἀναστροφὴν οἱ Νομάδες κατέφυγον ἐς τὸ στρατόπεδον. καὶ ὁ Σκιπίων ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευσεν εὐσταθῶς ᾗπερ ἐβούλετο. ἦν δὲ ἡ μὲν τῶν ἐχθρῶν σύμπασα δύναμις ἑπτακισμύριοι πεζοὶ καὶ ἱππεῖς πεντακισχίλιοι καὶ ἐλέφαντες ἓξ καὶ τριάκοντα· Σκιπίωνι δὲ τούτων οὐδὲ τριτημόριον ἦν. διὸ καὶ μέχρι τινὸς ἐνεδοίαζε, καὶ μάχης οὐ κατῆρχεν, ἀλλʼ ἀκροβολισμοῖς ἐχρῆτο μόνοις.

哈斯德鲁巴随后将依然留在伊比利亚的迦太基全军集结于卡尔莫纳城,企图集结全部力量抵御西庇阿。许多由马戈率领的伊比利亚人,以及由马西尼萨统领的众多努米底亚人都前来与他会合。在这些人中,哈斯德鲁巴率步兵在垒堑内扎营,而马西尼萨与马戈统率骑兵在营前宿营。见敌军处于这种态势,西庇阿便分兵部署自己的骑兵迎战:派莱利乌斯进攻马戈,自己则迎战马西尼萨。一时间,西庇阿陷入了艰难困苦的苦战之中,因为努米底亚人向他投掷标枪后便后撤,随后又再次策马冲杀。然而,当西庇阿下令部下平端长矛、决不回头地全力追击时,努米底亚人无处回旋折转,便溃逃回营地。西庇阿在相距十斯塔德处扎营,如愿以偿地稳固驻扎下来。敌军的总兵力为步兵七万、骑兵五千、战象三十六头;而西庇阿的兵力甚至不足其三分之一。因此,他一时犹豫不决,未敢主动发起决战,仅进行小规模的袭扰战。

§526

ἐπεὶ δʼ ἐπέλειπεν αὐτὸν ἡ ἀγορὰ καὶ λιμὸς ἥπτετο τοῦ στρατοῦ, ἀναζεῦξαι μὲν οὐκ εὐπρεπὲς ἡγεῖτο εἶναι Σκιπίων· θυσάμενος δέ, καὶ εὐθὺς ἐπὶ ταῖς θυσίαις τὴν στρατιὰν ἐς ἐπήκοον ἐλάσας, καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα διαθεὶς πάλιν ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ, καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. χρῆναι δὲ θαρρεῖν θεῷ μᾶλλον ἢ πλήθει στρατοῦ· καὶ γὰρ τῶν πρότερον ἔργων κατὰ θεόν, οὐ κατὰ πλῆθος κρατῆσαι.3 ἔς τε πίστιν τῶν λεγομένων τὰ ἱερὰ παραφέρειν ἐς τὸ μέσον ἐκέλευε τοὺς μάντεις. καὶ λέγων ὁρᾷ τινὰς οἰωνοὺς πετομένους, οὓς μεθʼ ὁρμῆς καὶ βοῆς αὐτόθεν ἐπιστραφεὶς ἐδείκνυέ τε, καὶ ἔλεγεν ὅτι οἱ σύμβολα νίκης οἱ θεοὶ καὶ τάδε ἔπεμψαν. συνεκινεῖτο δὲ πρὸς αὐτὰ ἐνθέως ὁρῶν καὶ βοῶν. καὶ ἡ στρατιὰ πᾶσα ἐς τὰς ἐκείνου φαντασίας, περιφερομένου δεῦρο κἀκεῖσε, συνεπεστρέφετο, καὶ πάντες ὡς ἐπὶ νίκην ἕτοιμον ἠρεθίζοντο. ὁ δʼ ἐπεὶ πᾶν εἶχεν ὅσον τι καὶ ἐβούλετο, οὐκ ἀνέθετο,4 οὐδʼ εἴασε τὴν ὁρμὴν ἐκλυθῆναι, ἀλλʼ ὡς ἔτι ὢν θεόληπτος, ἔφη δεῖν ἐπὶ τοῖσδε τοῖς σημείοις εὐθὺς ἀγωνίσασθαι. καὶ φαγόντας ἐκέλευεν ὁπλίσασθαι, καὶ ἐπῆγεν ἀδοκήτως τοῖς πολεμίοις, τοὺς μὲν ἱππέας Σιλανῷ, τοὺς δὲ πεζοὺς Λαιλίῳ καὶ Μαρκίῳ παραδούς·

当粮草告罄、饥荒开始困扰军队时,西庇阿认为拔营撤退有失体统。于是在献祭之后,紧随祭礼便将全军召集至听力所及之处,再次将目光与仪态装扮得仿佛神灵附体一般,宣称常与他相伴的神灵已经降临,正召唤他们去迎击敌人。他说道,应当信赖神明而非依赖大军的人数;因为在先前的战事中,他们也是凭借神助而非凭人数取胜的。为了证实所言非虚,他命占卜官将祭牲的内脏端到阵前。说话间,他看见几只飞鸟掠过,便立刻带着冲劲和呼喊转身指向它们,宣称这也是神明送来的胜利征兆。他如狂热般注视着飞鸟并呼喊着,随之一起移动。当西庇阿来回走动时,全军的目光与心智都被他的异象所牵动,所有人受到鼓舞,仿佛已胜券在握。见全军士气尽如所愿,西庇阿毫不拖延,也不容这种冲劲有所松懈,而是宛若依然神灵附体般声称,必须借此吉兆立即决战。他下令全军进餐并披甲执锐,将骑兵交由西拉努斯指挥,步兵交由莱利乌斯与马尔基乌斯统领,出其不意地向敌军杀将过去。

语法注4 条
  1. 524δύο ὄντε λοιπὼ καὶ δύο Ἀσδρούβα

    在此短语中,分词、形容词及专有名词均严格使用了双数形式(ὄντε、λοιπώ、Ἀσδρούβα)。在古典希腊语散文及后世通用希腊语中双数已较罕见,阿庇安在此有意识地使用双数体现了其拟古主义的文体特征。

  2. 525ὧδε δὲ ἔχουσιν αὐτοῖς

    属于伴随状况与格(或关系与格),意为“当他们处于这般态势时”。其语法功能相当于属格独立结构,充当主句动词 ἐπιδιῄρει 的背景与行动对象。

  3. 526τῶν πρότερον ἔργων κατὰ θεόν, οὐ κατὰ πλῆθος κρατῆσαι

    属于承接 χρῆναι 的间接引语不定式结构。动词 κρατῆσαι 表示主导与征服,因而支配属格补足语 τῶν πρότερον ἔργων(“在先前的战事中”),其逻辑主语在上下文中被省去。介词短语 κατὰ θεόν 与 οὐ κατὰ πλῆθος 形成并列对仗,表示胜利所依凭的方式与缘由。

  4. 526οὐκ ἀνέθετο

    动词 ἀνατίθημι 的中动态不定过去时直陈式第三人称单数。该词在中动态下具有“拖延、推迟”的习语性含义,与否定词 οὐκ 连用,表示“毫不迟延、不作拖延”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:524-526