← 阿庇安

西班牙战记

§421-423

新迦太基的陷落与罗马的庆典

西庇阿利用退潮之机从城墙低洼处发动奇袭,突破入城并迫使马戈投降,仅用一日便攻克该城。在斩获巨额战利品后,他嘉奖将士、抚慰民众,而罗马全城亦为此空前大捷举行了为期三天的献祭庆典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§421

ἐκακοπάθει δὲ τὰ τοῦ Σκιπίωνος, καὶ οἱ μύριοι Καρχηδονίων, οἳ περὶ τὰς πύλας ἦσαν, ἐκδραμόντες σὺν τοῖς ξίφεσι γυμνοῖς ἐνέπιπτον ἐς τοὺς τὰ μηχανήματα ὠθοῦντας, καὶ πολλὰ μὲν ἔδρων, οὐχ ἥσσω δʼ ἀντέπασχον, μέχρι τῷ φιλοπόνῳ καὶ ταλαιπώρῳ τὰ Ῥωμαίων ὑπανίστατο.1 καὶ μεταβολῆς γενομένης οἵ τε ἐπὶ τῶν τειχῶν ἔκαμνον ἤδη, καὶ αἱ κλίμακες αὐτοῖς προσεπέλαζον. οἱ δὲ ξιφήρεις τῶν Καρχηδονίων ἐς τὰς πύλας ἐσέτρεχον, καὶ ἀποκλείσαντες αὐτὰς ἀνεπήδων ἐπὶ τὰ τείχη. καὶ τοῖς Ῥωμαίοις αὖθις ἦν ὁ πόνος πολύς τε καὶ χαλεπός, ἐς οὗ Σκιπίων ὁ στρατηγὸς πάντῃ περιθέων τε καὶ βοῶν καὶ παρακαλῶν εἶδε περὶ μεσημβρίαν, ᾗ τὸ βραχὺ τεῖχος ἦν καὶ τὸ ἕλος προσέκλυζε, τὴν θάλασσαν ὑποχωροῦσαν· ἄμπωτις γὰρ ἐφήμερος ἔστιν. καὶ ὁ κλύδων ἐπῄει μὲν ἐς μαστούς, ὑπεχώρει δὲ ἐς μέσας κνήμας. ὅπερ ὁ Σκιπίων τότε ἰδών, καὶ περὶ τῆς φύσεως αὐτοῦ πυθόμενος, ὡς ἔχοι τὸ λοιπὸν τῆς ἡμέρας, πρὶν ἐπανελθεῖν τὸ πέλαγος,2 ἔθει πάντῃ βοῶν, νῦν ὁ καιρός, ὦ ἄνδρες, νῦν ὁ σύμμαχός μοι θεὸς ἀφῖκται. πρόσιτε τῷ μέρει τῷδε τοῦ τείχους. ἡ θάλασσα ἡμῖν ὑποκεχώρηκεν φέρετε τὰς κλίμακας, ἐγὼ δʼ ἡγήσομαι.

然而西庇阿的部队陷入了苦战。守在城门附近的这一万迦太基士兵拔出出鞘的佩剑冲杀出来,扑向那些推进器械的人;他们给罗马人造成了巨大杀伤,但自身所受的损失也同样惨重,直到凭借坚韧与耐劳,罗马人的阵势开始振作起来。战局扭转之后,城墙上的守军已疲惫不堪,云梯正逼近他们。佩剑的迦太基人奔回城门内,紧闭城门后跃上城墙。对罗马人而言,战斗再次变得艰巨而艰难,直到统帅西庇阿四处奔走、呼喊督战之际,在正午时分看到城墙较低、沼泽拍击之处的海水正在退去;因为此处有每日的落潮。退潮前潮水曾漫至胸口,退潮时则降至小腿中部。西庇阿目睹此景,并探询了潮水的习性——在海水重新涌回之前,这天剩余的时间里水势将如何变化——便四处奔跑着呼喊道: “弟兄们,时机到了!如今助我之神已然降临!向城墙的这处攻过去!大海已为我们退让;把梯子扛过来,我来领头!”

§422

καὶ πρῶτος ἁρπάσας τινὰ τῶν κλιμάκων μετέφερέ τε καὶ ἀνέβαινεν, οὔπω τινὸς ἀναβάντος ἄλλου, μέχρι περισχόντες αὐτὸν οἵ τε ὑπασπισταὶ καὶ ἡ ἄλλη στρατιὰ τόνδε μὲν ἐπέσχον, αὐτοὶ δὲ πολλὰς ὁμοῦ κλίμακας προσετίθεσάν τε καὶ ἀνεπήδων. βοῆς δὲ καὶ ὁρμῆς ἑκατέρωθεν γενομένης, καὶ ποικίλων ἔργων καὶ παθῶν, ἐκράτησαν ὅμως οἱ Ῥωμαῖοι, καὶ πύργων τινῶν ἐπέβησαν ὀλίγων, οἷς ὁ Σκιπίων σαλπικτὰς καὶ βυκανιστὰς ἐπιστήσας ἐξοτρύνειν ἐκέλευσε καὶ θορυβεῖν ὡς τῆς πόλεως εἰλημμένης ἤδη. ἕτεροί τε περιθέοντες ὁμοίως διετάρασσον. καὶ καθαλόμενοί τινες ἀνέῳξαν τῷ Σκιπίωνι τὰς πύλας· ὁ δʼ ἐσεπήδησε μετὰ τῆς στρατιᾶς δρόμῳ. καὶ τῶν ἔνδον οἱ μὲν ἐς τὰς οἰκίας ἀπεδίδρασκον, ὁ δὲ Μάγων τοὺς μυρίους ἐς τὴν ἀγορὰν συνεκάλει. ταχὺ δὲ καὶ τούτων κατακοπέντων, ἐς τὴν ἄκραν σὺν ὀλίγοις ἀνεχώρει. τοῦ δὲ Σκιπίωνος καὶ ἐπὶ τὴν ἄκραν εὐθὺς ἐπιόντος, οὐδὲν ἔτι δρᾶν σὺν ἡττημένοις τε καὶ κατεπτηχόσιν ἔχων ἐνεχείρισεν ἑαυτὸν τῷ Σκιπίωνι.

他率先夺过一把云梯扛将过去并攀登上去,此时尚无他人攀登;直到他的近卫侍从和其他兵士将他团团围住并阻拦下他,他们自己则一并架起许多云梯跃登而上。虽然双方都发出了呐喊并展开猛烈冲杀,伴随着各种殊死搏斗与伤亡,罗马人最终仍占了上风,登上了几座塔楼。西庇阿在塔楼上部署了号手与军角手,命他们吹号助威,大造声势,宛如全城已被攻陷一般。其他人也四处奔跑制造混乱。随后,有数人纵身跳下,为西庇阿打开了城门;西庇阿率全军飞奔冲入城中。城内的守民有的人逃回住宅,马戈则将那一万人召集至集市。然而在这些人也被迅速斩杀殆尽后,他带着少数人撤往卫城。西庇阿随即进逼卫城,马戈见部下溃败胆寒,已无计可施,便向西庇阿投降。

§423

ὁ δὲ τόλμῃ καὶ τύχῃ πόλιν εὐδαίμονα καὶ δυνατὴν ἑλὼν ἡμέρᾳ μιᾷ, τετάρτῃ τῆς ἐπʼ αὐτὴν ἀφίξεως, ἐπῇρτο μεγάλως, καὶ μᾶλλον ἐδόκει κατὰ θεὸν ἕκαστα δρᾶν, αὐτός τε οὕτως ἐφρόνει καὶ οὕτως ἐλογοποίει καὶ τότε καὶ ἐς τὸν ἔπειτα βίον, ἀρξάμενος ἐξ ἐκείνου.3 πολλάκις γοῦν ἐς τὸ Καπιτώλιον ἐσῄει μόνος, καὶ τὰς θύρας ἐπέκλειεν ὥσπερ τι παρὰ τοῦ θεοῦ μανθάνων. καὶ νῦν ἔτι τὴν εἰκόνα τὴν Σκιπίωνος ἐν ταῖς πομπαῖς μόνου προφέρουσιν ἐκ τοῦ Καπιτωλίου, τῶν δʼ ἄλλων ἐξ ἀγορᾶς φέρονται. τότε δʼ εἰρηνικὸν ὁμοῦ καὶ πολεμικὸν ταμιεῖον παραλαβών, ὅπλα τε πολλὰ ἐν αὐτῷ καὶ βέλη καὶ μηχανήματα καὶ νεωσοίκους καὶ ναῦς μακρὰς τρεῖς καὶ τριάκοντα, καὶ σῖτον καὶ ἀγορὰν ποικίλην, καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄργυρον, τὸν μὲν ἐν σκεύεσι πεποιημένον, τὸν δὲ ἐπίσημον, τὸν δὲ ἀσήμαντον, ὅμηρά τε Ἰβήρων καὶ αἰχμάλωτα, καὶ ὅσα Ῥωμαίων αὐτῶν προείληπτο, ἔθυε τῆς ἐπιούσης καὶ ἐθριάμβευε, καὶ τὴν στρατιὰν ἐπῄνει, καὶ τῇ πόλει μετὰ τὴν στρατιὰν ἐδημηγόρει, τῶν τε Σκιπιώνων αὐτοὺς ἀναμνήσας ἀπέλυε τοὺς αἰχμαλώτους ἐς τὰ ἴδια, θεραπεύων τὰς πόλεις. ἀριστεῖα δʼ ἐδίδου τῷ μὲν ἐς τὸ τεῖχος ἀναβάντι πρώτῳ μέγιστα, τῷ δʼ ἑξῆς τὰ ἡμίσεα τούτων, τῷ δὲ τρίτῳ τὰ τρίτα καὶ τοῖς ἄλλοις κατὰ λόγον. τὰ δὲ λοιπὰ ἐς Ῥώμην ἔπεμψεν ἐπὶ τῶν εἰλημμένων νεῶν, ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἢ ἐλέφας. ἡ μὲν δὴ πόλις ἔθυεν ἐπὶ τρεῖς ἡμέρας4 ὡς τῆς πατρῴας εὐπραξίας ἐκ πόνων πολλῶν αὖθις ἀνακυπτούσης, ἡ δὲ Ἰβηρία καὶ οἱ ἐν αὐτῇ Φοίνικες κατεπεπλήγεσαν τῷ μεγέθει καὶ τάχει τοῦ τολμήματος.

西庇阿凭着胆识与运气,在抵达城下的第四天,仅用一天时间就攻克了这座富庶而强大的城池,士气大振;人们愈发认为他的一举一动皆奉神意,而他本人从那时起直到后来的余生中,亦深信不疑并大肆宣扬此说。至少他常常独自进入卡皮托尔神殿并关上大门,仿佛在从神明那里领受启示一般。直至今日,在游行队列中,唯独西庇阿的肖像从卡皮托尔神殿抬出,其余人的肖像则出自广场。当时,西庇阿接管了这座兼具和平与军用储备的库藏,在其中缴获了大量武器、箭矢、机械、船坞、三十三艘战舰、粮食与各式给养、象牙、黄金以及白银——部分制成了器皿,部分铸成了钱币,部分为未加工的金银块——还有伊比利亚人的人质与战俘,以及从前自罗马人自身夺去的一切。次日,西庇阿献祭并举行胜利庆典,嘉奖了全军;在军队之后他又向全城民众发表讲话,唤起他们对西庇阿诸人的回忆,将战俘遣送回各自家园,以安抚收揽诸城邦。他将最高的战功奖赏赐予首位登上城墙的士兵,次位者得其半,第三位者得三分之一,其他人亦论功行赏。其余金、银、象牙等所有战利品,则用缴获的战舰运回罗马。罗马城一连举行了三天的献祭,庆祝祖辈的昌盛在历经千难万险之后重新抬头;而伊比利亚以及身处其中的腓尼基人,则对这一冒险壮举的规模与神速惊骇不已。

语法注4 条
  1. 421μέχρι τῷ φιλοπόνῳ καὶ ταλαιπώρῳ τὰ Ῥωμαίων ὑπανίστατο

    τῷ φιλοπόνῳ καὶ ταλαιπώρῳ 为中性单数形容词的名词化用法,作表示原因或手段的与格(“凭借勤勉与耐劳”)。未完成时动词 ὑπανίστατο 与中性复数主语 τὰ Ῥωμαίων(“罗马人的阵势/力量”)连用,意为“开始振作/重新崛起”,指罗马军凭借惊人的韧性稳住了阵脚并逐渐压制对手。

  2. 421περὶ τῆς φύσεως αὐτοῦ πυθόμενος, ὡς ἔχοι τὸ λοιπὸν τῆς ἡμέρας, πρὶν ἐπανελθεῖν τὸ πέλαγος

    介词短语 περὶ τῆς φύσεως αὐτοῦ(“关于其[潮水的]习性”)在句中先行,随后的间接疑问句 ὡς ἔχοι τὸ λοιπὸν τῆς ἡμέρας 对其进行补充说明,其中 optative 动词 ἔχοι 用于过去时的间接引语中,表示“在该日余下的时间里水势将如何”。πρὶν ἐπανελθεῖν τὸ πέλαγος 为 πρίν 引导不定式的常规时间状语结构(“在大海回潮之前”)。

  3. 423καὶ μᾶλλον ἐδόκει κατὰ θεὸν ἕκαστα δρᾶν, αὐτός τε οὕτως ἐφρόνει καὶ οὕτως ἐλογοποίει καὶ τότε καὶ ἐς τὸν ἔπειτα βίον, ἀρξάμενος ἐξ ἐκείνου

    西庇阿为主语,前半句为人称结构(“人们愈发认为他每一件事皆遵奉神意而行”)。紧接着由 αὐτός τε 引出的并列分句表示西庇阿不仅自己这么想,更主动制造舆论宣扬此点(ἐλογοποίει)。分词短语 ἀρξάμενος ἐξ ἐκείνου(“以那一刻为起点”)明确了时间起点,表明他自攻克新迦太基后终其一生都保持着这种带有神圣色彩的形象营造。

  4. 423ἐπὶ τρεῖς ἡμέρας

    ἐπὶ τρεῖς ἡμέρας 用宾格(带 ἐπί)表示动作持续的时间(“一连三天”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:421-423