← 阿庇安

西班牙战记

§418-420

大西庇阿赴任与突袭新迦太基

年轻的大西庇阿自告奋勇当选为伊比利亚统帅;渡海抵达后,他看准新迦太基的战略价值与防守弱点,对该城发动了闪击突袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§418

προύγραφον οὖν ἡμέραν ἐν ᾗ χειροτονήσουσι στρατηγὸν ἐς Ἰβηρίαν. καὶ οὐδενὸς παραγγέλλοντος ἔτι πλείων ἐγίγνετο φόβος, καὶ σιωπὴ σκυθρωπὸς ἐπεῖχε τὴν ἐκκλησίαν, ἐς οὗ Κορνήλιος Σκιπίων ὁ Ποπλίου Κορνηλίου τοῦ ἀναιρεθέντος ἐν Ἴβηρσιν υἱός, νέος μὲν ὢν κομιδῇ (τεσσάρων γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν), σώφρων δὲ καὶ γενναῖος εἶναι νομιζόμενος, ἐς τὸ μέσον ἐλθὼν ἐσεμνολόγησεν ἀμφί τε τοῦ πατρὸς καὶ ἀμφὶ τοῦ θείου, καὶ τὸ πάθος αὐτῶν ὀδυράμενος ἐπεῖπεν οἰκεῖος εἶναι τιμωρὸς ἐκ πάντων πατρὶ καὶ θείῳ καὶ πατρίδι.1 ἄλλα τε πολλὰ ἀθρόως καὶ λάβρως, ὥσπερ ἔνθους, ἐπαγγειλάμενος, οὐκ Ἰβηρίαν λήψεσθαι μόνην ἀλλʼ ἐπʼ αὐτῇ καὶ Λιβύην καὶ Καρχηδόνα, τοῖς μὲν ἔδοξε κουφολογῆσαι νεανικῶς, τὸν δὲ δῆμον ἀνέλαβε κατεπτηχότα (χαίρουσι γὰρ ἐπαγγελίαις οἱ δεδιότες) καὶ ᾑρέθη στρατηγὸς ἐς Ἰβηρίαν ὡς πράξων τι τῆς εὐτολμίας ἄξιον.2 οἱ πρεσβύτεροι δὲ αὐτὴν οὐκ εὐτολμίαν ἀλλὰ προπέτειαν ἐκάλουν. καὶ ὁ Σκιπίων αἰσθόμενος ἐς ἐκκλησίαν αὖθις αὐτοὺς συνεκάλει τε καὶ ἐσεμνύνετο ὅμοια· καὶ τὴν ἡλικίαν εἰπὼν οὐδὲν ἐμποδών οἱ γενήσεσθαι,3 προυκαλεῖτο ὅμως, εἴ τις ἐθέλοι τῶν πρεσβυτέρων τὴν ἀρχὴν παραλαβεῖν ἑκόντος αὐτοῦ παραδιδόντος. οὐδενὸς δʼ ἑλομένου, μᾶλλον ἐπαινούμενός τε καὶ θαυμαζόμενος ἐξῄει μετὰ μυρίων πεζῶν καὶ ἱππέων πεντακοσίων· οὐ γὰρ ἐνεχώρει πλέονα στρατὸν ἐξάγειν, Ἀννίβου δῃοῦντος τὴν Ἰταλίαν. ἔλαβε δὲ καὶ χρήματα καὶ παρασκευὴν ἄλλην καὶ ναῦς μακρὰς ὀκτὼ καὶ εἴκοσι, μεθʼ ὧν ἐς Ἰβηρίαν διέπλευσεν.

于是他们张榜公布了选举伊比利亚统帅的日期。然而无人出面竞选,恐惧随之进一步加深,阴郁的沉默笼罩着整个公民大会,直到在伊比利亚阵亡的普布利乌斯·科尔内利乌斯之子科尔内利乌斯·西庇阿挺身而出。他虽然极其年轻(年仅二十四岁),但被认为稳重且出身高贵;他走到中央,庄严地谈起他的父亲和叔父,哀悼他们的罹难,并宣称自己是为父亲、叔父和祖国复仇的最合适人选。他如同神灵附体一般,豪情万丈地许下诸多宏大诺言,声称自己不仅要夺取伊比利亚,更要进而攻占利比亚和迦太基。这在某些人看来像是年轻人的轻浮狂言,却振奋了惶恐退缩的民众(因为处于恐惧中的人最乐于听到承诺),于是他被选为前往伊比利亚的统帅,人们期望他能立下配得上其过人勇气的功勋。然而年长者却称这并非勇气,而是鲁莽。西庇阿察觉到这一点,便再次召集他们举行大会,发表了同样庄重的演说;他表示年龄绝不会成为自己的障碍,但仍公开提出挑战:如果年长者中有人愿意接管这一统帅权,他甘愿拱手相让。当无人愿意出任时,他在愈发受人赞扬与钦佩的目光中率领一万步兵和五百骑兵出发了;因为在汉尼拔肆虐意大利之际,已不可能派出更多军队。他还获得了资金、其他军需物资以及二十八艘战舰,率领这些渡海前往伊比利亚。

§419

παραλαβών τε τὴν ἐκεῖ στρατιάν, καὶ οὓς ἦγεν ἐς ἓν συναγαγών, ἐκάθηρε, καὶ διελέχθη καὶ τοῖσδε μεγαληγόρως. δόξα τε διέδραμεν ἐς ὅλην αὐτίκα τὴν Ἰβηρίαν, βαρυνομένην τε τοὺς Λίβυας καὶ τῶν Σκιπιώνων τὴν ἀρετὴν ἐπιποθοῦσαν, ὅτι στρατηγὸς αὐτοῖς ἥκοι Σκιπίων ὁ Σκιπίωνος κατὰ θεόν. οὗ δὴ καὶ αὐτὸς αἰσθανόμενος, ὑπεκρίνετο πάντα ποιεῖν πειθόμενος θεῷ. πυνθανόμενος δʼ ὅτι οἱ ἐχθροὶ σταθμεύουσι μὲν ἐν τέσσαρσι στρατοπέδοις, μακρὰν διεστηκότες ἀπʼ ἀλλήλων, ἀνὰ δισμυρίους καὶ πεντακισχιλίους πεζοὺς καὶ ἱππέας πεντακοσίους ἐπὶ δισχιλίοις, τὴν δὲ παρασκευὴν τῶν τε χρημάτων καὶ σίτου καὶ ὅπλων καὶ βελῶν καὶ νεῶν καὶ αἰχμαλώτων καὶ ὁμήρων τῶν ἐξ ὅλης Ἰβηρίας ἔχουσιν ἐν τῇ πρότερον μὲν Ζακάνθῃ τότε δὲ ἤδη Καρχηδόνι, καὶ φρουρὸς αὐτῶν ἐστὶ Μάγων μετὰ μυρίων Καρχηδονίων, ἔκρινε πρῶτον ἐς τούτους ἐπιδραμεῖν διά τε τὴν ὀλιγότητα τοῦ στρατοῦ τοῦ μετὰ Μάγωνος καὶ τὸ μέγεθος τῆς παρασκευῆς, καὶ ὡς ὁρμητήριον ἀσφαλὲς ἐκ γῆς καὶ θαλάσσης ἕξων ἐπὶ ὅλην τὴν Ἰβηρίαν πόλιν ἀργυρεῖα καὶ χώραν εὐδαίμονα καὶ πλοῦτον πολὺν ἔχουσαν καὶ τὸν διάπλουν ἐς Λιβύην βραχύτατον.

西庇阿接管了当地的军队,并将自己带来的部队与之合为一体,进行了战前净化,也向他们发表了慷慨激昂的演说。此时,正苦于利比亚人压迫且思念两位西庇阿美德的整个伊比利亚立刻盛传这样一种说法:西庇阿之子西庇阿是遵奉神意作为统帅来到他们当中的。西庇阿本人察觉到这一点,便假称自己所做的一切皆是听从神的旨意。他探知敌人分驻于四个相隔甚远的营地,各营拥有两万五千名步兵和两千五百名骑兵,而他们将来自整个伊比利亚的资金、粮食、武器、箭矢、战舰、俘虏和人质的储备,都存放在原名萨坎特、当时已改称迦太基的城中,并由马戈率领一万迦太基士兵把守。鉴于马戈麾下兵力寡少而物资储备巨大,且占领该城可获得一个控扼全伊比利亚的水陆安全基地——此城拥有银矿、富庶的土地和巨额财富,且距利比亚航程最短——西庇阿遂决定首先向其发起进攻。

§420

ὁ μὲν δὴ τοσοῖσδε λογισμοῖς ἐπαιρόμενος, οὐδενὶ προειπὼν ὅπῃ χωρήσειν ἔμελλεν, ἡλίου δύναντος ἦγε τὴν στρατιὰν διʼ ὅλης τῆς νυκτὸς ἐπὶ τὴν Καρχηδόνα. καὶ αὐτὴν ἅμα ἕῳ, τῶν Λιβύων καταπλαγέντων, περιταφρεύσας, ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἡτοιμάζετο, κλίμακάς τε καὶ μηχανὰς πάντῃ περιτιθείς, χωρὶς ἑνὸς μέρους, ᾗ τὸ μὲν τεῖχος ἦν βραχύτατον, ἕλος δʼ αὐτῷ καὶ θάλασσα προσέκλυζε, καὶ διʼ αὐτὸ καὶ οἱ φύλακες ἀμελῶς εἶχον. νυκτὸς δὲ πάντα πληρώσας βελῶν καὶ λίθων, καὶ τοῖς λιμέσι τῆς πόλεως ναῦς ἐπιστήσας, ἵνα μὴ αἱ νῆες αὐτὸν αἱ τῶν πολεμίων διαφύγοιεν (ὑπὸ γὰρ δὴ μεγαλοψυχίας ἤλπιζε πάντως αἱρήσειν τὴν πόλιν), πρὸ ἕω τὴν στρατιὰν ἀνεβίβαζεν ἐπὶ τὰς μηχανάς, τοὺς μὲν ἄνωθεν ἐγχειρεῖν κελεύων τοῖς πολεμίοις, τοὺς δὲ κάτω τὰς μηχανὰς ὠθεῖν ἐς τὸ πρόσω. Μάγων δὲ τοὺς μὲν μυρίους ἐπέστησε ταῖς πύλαις ὡς ἐκπηδήσοντας, ὅτε καιρὸς εἴη, μετὰ μόνων ξιφῶν (οὐ γὰρ εἶναι δόρασιν ἐν στενῷ χρῆσθαι),4 τοὺς δὲ ἄλλους ἐς τὰς ἐπάλξεις ἀνῆγεν. καὶ πολλὰ καὶ ὅδε μηχανήματα καὶ λίθους καὶ βέλη καὶ καταπέλτας ἐπιστήσας εἴχετο τοῦ ἔργου προθύμως. γενομένης δὲ βοῆς καὶ παρακελεύσεως ἑκατέρωθεν, οὐδέτεροι μὲν ὁρμῆς καὶ προθυμίας ἐνέλειπον, καὶ λίθους τε καὶ βέλη καὶ ἀκόντια ἀφιέντες, οἱ μὲν ἀπὸ χειρῶν, οἱ δὲ ἀπὸ μηχανῶν, οἱ δὲ ἀπὸ σφενδόνης, εἴ τέ τις ἦν ἄλλη παρασκευὴ καὶ δύναμις, ἐχρῶντο προθύμως ἅπασιν.

西庇阿受到这些思量的鼓舞,未向任何人透露行军方向,便在日落后率军通宵达旦地向迦太基进发。黎明时分,趁利比亚人惊慌失措之际,他用壕沟将该城包围,并为次日的攻城做准备,在四周架设梯子和攻城器械,唯独留下一处城墙最低的地方,那里有沼泽和海水拍击,守军因此防备懈怠。夜间,西庇阿在各处备足了投射武器和石块,并将战舰部署在城中的各个港口,以防敌舰逃窜(因其雄心壮志,他坚信自己必能攻克此城)。拂晓前,他命士兵登上攻城器械,令上方的人攻击敌人,下方的人将器械向前推进。马戈则将那一万人部署在城门处,以便适时仅持佩剑冲杀而出(因为在狭窄处无法使用长矛),并将其余人带上城垛。马戈也布置了大量器械、石块、箭矢和投石机,奋力迎战。随着双方发出呐喊和鼓劲之声,彼此在气势与斗志上皆不甘示弱,投掷石块、箭矢和标枪,有的徒手投掷,有的借助器械,有的使用投石索;凡有一切准备和力量,皆被他们全力施展出来。

语法注4 条
  1. 418ἐπεῖπεν οἰκεῖος εἶναι τιμωρὸς ἐκ πάντων πατρὶ καὶ θείῳ καὶ πατρίδι

    由 ἐπεῖπεν 引出的不定式结构。不定式的表语 οἰκεῖος 采用主格,是因为不定式的逻辑主语与主句主语(西庇阿)一致,因而发生格的一致(主格不定式)。ἐκ πάντων 意为“在所有人当中/最……”,起比较或选拔作用。

  2. 418ὡς πράξων τι τῆς εὐτολμίας ἄξιον

    ὡς 搭配将来分词 πράξων,在此表示选举西庇阿的民众的主观意图或期待(“期望他能立下配得上其过人勇气的功勋”)。

  3. 418οὐδὲν ἐμποδών οἱ γενήσεσθαι

    在 εἰπών 引出的间接引语中构成的宾格不定式句。后倚音代词 οἱ 为第三人称单数与格,在此作间接反身代词指代西庇阿本人(相当于 αὐτῷ),意为“年龄对自己不会构成任何阻碍”。

  4. 420οὐ γὰρ εἶναι δόρασιν ἐν στενῷ χρῆσθαι

    在由原因连词 γάρ 引导的从句中,使用了不定式 εἶναι(替代表示“可能”的非人称动词 ἔξεστι)而非直陈式。这是间接引语(oratio obliqua)在原因从句中的延续,用以传达马戈内心的盘算与判断(“因为在他看来,在狭窄之处无法使用长矛”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:418-420