- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:315-317
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普布利乌斯与格奈乌斯两兄弟在伊比利亚屡立战功后相继阵亡,继任将领未能扭转局势,罗马军队被逼入比利牛斯山一隅。
Γναῖος δὲ οὐδέν, ὅ τι καὶ εἰπεῖν,1 ἔπραξεν ἐν τοῖς Ἴβηρσι, πρὶν αὐτῷ Πόπλιον τὸν ἀδελφὸν ἐπανελθεῖν· Ῥωμαῖοι γάρ, ληγούσης τῆς ἀρχῆς τῷ Ποπλίῳ, πρὸς μὲν Ἀννίβαν ἐς τὴν Ἰταλίαν τοὺς μετὰ τὸν Πόπλιον ὑπάτους ἐξέπεμψαν, αὐτὸν δὲ ἀνθύπατον ἀποφήναντες ἐς Ἰβηρίαν αὖθις ἔστειλαν. καὶ ἀπὸ τοῦδε οἱ δύο Σκιπίωνες τὸν ἐν Ἰβηρίᾳ πόλεμον διέφερον, Ἀσδρούβου σφίσιν ἀντιστρατηγοῦντος, μέχρι Καρχηδόνιοι μὲν ὑπὸ Σύφακος τοῦ τῶν Νομάδων δυνάστου πολεμούμενοι τὸν Ἀσδρούβαν καὶ μέρος τῆς ὑπʼ αὐτῷ στρατιᾶς μετεπέμψαντο, τῶν δὲ ὑπολοίπων οἱ Σκιπίωνες εὐμαρῶς ἐκράτουν. καὶ πολλαὶ τῶν πόλεων ἐς αὐτοὺς ἑκοῦσαι μετετίθεντο· καὶ γὰρ ἤστην πιθανωτάτω στρατηγῆσαί τε καὶ προσαγαγέσθαι.2
格奈乌斯在伊比利亚人中未立下任何值得一提的战功,直到他的兄弟普布利乌斯前来会合。盖因当普布利乌斯任期届满之际,罗马人派接替普布利乌斯的执政官们开赴意大利对抗汉尼拔,而任命普布利乌斯本人为资深执政官,再次派遣他前往伊比利亚。自此以后,两位西庇阿在哈斯德鲁拔率军与他们对抗的情势下主持伊比利亚的战事,直到迦太基人因遭到努米底亚统治者西法克斯的进攻,将哈斯德鲁拔及其麾下的一部分军队召回本土,两位西庇阿便轻易战胜了残余敌军。许多城邦自愿倒向他们,因为这两人在指挥作战与招揽人心方面皆极具说服力。
θέμενοι δʼ οἱ Καρχηδόνιοι πρὸς Σύφακα εἰρήνην, αὖθις ἐξέπεμπον ἐς Ἰβηρίαν Ἀσδρούβαν μετὰ πλέονος στρατοῦ καὶ ἐλεφάντων τριάκοντα, καὶ σὺν αὐτῷ ἄλλους δύο στρατηγούς, Μάγωνά τε καὶ Ἀσδρούβαν ἕτερον, ὃς Γέσκωνος ἦν υἱός. καὶ χαλεπώτερος ἦν τοῖς Σκιπίωσιν ὁ πόλεμος ἀπὸ τοῦδε, ἐκράτουν δὲ καὶ ὥς. καὶ πολλοὶ μὲν τῶν Λιβύων, πολλοὶ δὲ τῶν ἐλεφάντων ἐφθάρησαν, μέχρι χειμῶνος ἐπιλαβόντος οἱ μὲν Λίβυες ἐχείμαζον ἐν Τυρδιτανίᾳ, τῶν δὲ Σκιπιώνων ὁ μὲν Γναῖος ἐν Ὄρσωνι, ὁ δὲ Πόπλιος ἐν Καστολῶνι. ἔνθα αὐτῷ προσιὼν ὁ Ἀσδρούβας ἀπηγγέλθη· καὶ προελθὼν τῆς πόλεως μετʼ ὀλίγων ἐς κατασκοπὴν στρατοπέδου, ἔλαθε πλησιάσας3 τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ἐκεῖνος καὶ τοὺς σὺν αὐτῷ πάντας ἱππεῦσι περιδραμὼν ἀπέκτεινεν. ὁ δὲ Γναῖος οὐδέν τι προμαθὼν ἐς τὸν ἀδελφὸν ἐπὶ σῖτον ἔπεμπε στρατιώτας, οἷς ἕτεροι Λιβύων συντυχόντες ἐμάχοντο. καὶ πυθόμενος ὁ Γναῖος ἐξέδραμεν ὡς εἶχε μετὰ τῶν εὐζώνων ἐπʼ αὐτούς. οἱ δὲ τούς τε προτέρους ἀνῃρήκεσαν ἤδη, καὶ τὸν Γναῖον ἐδίωκον, ἕως ἐσέδραμεν ἔς τινα πύργον. καὶ τὸν πύργον ἐνέπρησαν οἱ Λίβυες, καὶ ὁ Σκιπίων κατεκαύθη μετὰ τῶν συνόντων.
迦太基人与西法克斯媾和之后,再次派哈斯德鲁拔率领更庞大的军队和三十头战象开赴伊比利亚,并随他一同派出了另外两名将领——马戈以及另一位哈斯德鲁拔(格斯戈之子)。自此战争对两位西庇阿而言变得更为艰巨,但他们即便如此仍占得上风。利比亚军死伤众多,战象亦损失甚巨,直到寒冬降临,利比亚人方在图尔德塔尼亚过冬,而两位西庇阿中,格奈乌斯在乌尔索过冬,普布利乌斯则在卡斯图洛过冬。在那里,有人向普布利乌斯报告哈斯德鲁拔正在逼近;他率少数人出城侦察敌营,不料已逼近哈斯德鲁拔,后者用骑兵将他及其随行人员尽数合围并悉数杀死。格奈乌斯对兄弟的遭遇毫不知情,派兵前去征粮,这批士兵遭遇了另一股利比亚军并与之交战。格奈乌斯得知后,当即率轻装部队仓促向他们出击。然而敌军已将先头部队全歼,并一路追击格奈乌斯,直至他逃入一座塔楼。利比亚人遂纵火焚烧塔楼,西庇阿与其部下一同被活活烧死。
οὕτω μὲν οἱ Σκιπίωνες ἀπέθανον ἄμφω, ἄνδρες ἐς πάντα ἀγαθοὶ γενόμενοι· καὶ αὐτοὺς ἐπεπόθησαν Ἴβηρες, ὅσοι διʼ αὐτοὺς ἐς Ῥωμαίους μετέθεντο. πυθόμενοι δʼ οἱ ἐν ἄστει βαρέως τε ἤνεγκαν, καὶ Μάρκελλον ἐκ Σικελίας ἄρτι ἀφιγμένον, καὶ σὺν αὐτῷ Κλαύδιον, ἐπὶ νεῶν ἐξέπεμπον ἐς Ἰβηρίαν μετὰ χιλίων ἱππέων καὶ πεζῶν μυρίων καὶ χορηγίας ἱκανῆς. οὐδενὸς δὲ λαμπροῦ παρὰ τῶνδε γιγνομένου, τὰ Λιβύων ὑπερηύξετο, καὶ πᾶσαν σχεδὸν Ἰβηρίαν εἶχον, ἐς βραχὺ Ῥωμαίων ἐν τοῖς ὄρεσι τοῖς Πυρηναίοις κατακεκλεισμένων. πάλιν οὖν οἱ ἐν ἄστει πυνθανόμενοι μᾶλλον ἐταράσσοντο· καὶ φόβος ἦν μὴ Ἀννίβου πορθοῦντος τὰ πρόσω τῆς Ἰταλίας, καὶ οἵδε οἱ Λίβυες ἐς τὰ ἕτερα αὐτῆς ἐσβάλοιεν. ὅθεν οὐδὲ ἀποσχέσθαι τῆς Ἰβηρίας βουλομένοις αὐτοῖς δυνατὸν ἦν,4 δέει τοῦ μὴ καὶ τόνδε τὸν πόλεμον ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι.
两位西庇阿就这样双双殒命,他们生前在各方面都是卓越之人;凡因他们而归顺罗马的伊比利亚人,无不深切悼念他们。城中的罗马人得知此讯深感悲痛,立即派刚从西西里归来的马尔凯卢斯以及随行的克劳狄乌斯率舰队开赴伊比利亚,带有一千骑兵、一万步兵和充足的补给。然而他们并未建立任何显赫战功,利比亚人的势力由此极度膨胀,几乎控制了整个伊比利亚,而罗马人则被困于比利牛斯山脉的狭小地域内。城中的罗马人再次获悉此事,愈发感到惊惶;他们唯恐汉尼拔在蹂躏意大利前方的同时,这些利比亚人亦会突入意大利的其他地区。因此,哪怕他们想要放弃伊比利亚也是不可能的,因为他们害怕将这场战争也引向意大利本土。
- 315ὅ τι καὶ εἰπεῖν
修饰先行词 οὐδέν 的限定性关系短语,带有不定式 εἰπεῖν(字面意为“甚至值得一提的任何事情”)。此处为固定搭配,作修饰语表示“值得一提的”或“称得上是……的”,用来加强否定意义。
- 315ἤστην πιθανωτάτω στρατηγῆσαί τε καὶ προσαγαγέσθαι
主谓语为双数未完成时动词 ἤστην 和双数主格表语形容词 πιθανωτάτω,其后接两个起限定和说明作用的说明性不定式(στρατηγῆσαί τε καὶ προσαγαγέσθαι),指明在何种方面“最具有说服力/威望”(即“指挥作战”与“争取人心”)。
- 316ἔλαθε πλησιάσας
动词 λανθάνω 与分词(πλησιάσας)连用的惯用句式,表示“不知不觉地做某事”或“未被察觉地做某事”。此处指主语普布利乌斯在毫无察觉的情况下径直逼近了哈斯德鲁拔。
- 317βουλομένοις αὐτοῖς δυνατὸν ἦν
与格短语 βουλομένοις αὐτοῖς 作非人称谓语 δυνατὸν ἦν(加不定式 ἀποσχέσθαι)的关涉与格。分词 βουλομένοις 带有让步或假设意味,意为“即便他们想要(撤军),对他们而言亦不可能”。
