← 阿庇安

西班牙战记

§313-314

罗马宣战与汉尼拔进军意大利

罗马正式对迦太基宣战,第二次布匿战争爆发;汉尼拔挥师翻越阿尔卑斯山进军意大利,罗马则调兵遣将展开迎击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§313

Ῥωμαῖοι δὲ πρέσβεις ἐς Καρχηδόνα ἔπεμπον, οἷς εἴρητο ἐξαιτεῖν παρὰ Καρχηδονίων Ἀννίβαν ὡς ἐς τὰς συνθήκας ἁμαρτόντα, εἰ μὴ κοινὸν ἡγοῦνται τὸ ἔργον· ἢν δὲ μὴ διδῶσιν, εὐθέως αὐτοῖς πόλεμον προαγορεύειν. καὶ οἱ μὲν ἔπραξαν ὧδε, καὶ τὸν πόλεμον αὐτοῖς οὐκ ἐκδιδοῦσι1 τὸν Ἀννίβαν ἐπήγγειλαν· λέγεται δʼ οὕτω γενέσθαι. ὁ μὲν πρεσβευτὴς αὐτοῖς γελώμενος ἔφη, τὸν κόλπον ἐπιδεικνύς, ἐνταῦθʼ ὑμῖν, ὦ Καρχηδόνιοι, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον φέρω· ὑμεῖς δʼ ὁπότερα αἱρεῖσθε λάβετε. οἱ δʼ ἔφασαν, σὺ μὲν οὖν ἃ βούλει δίδου. προτείναντος δὲ τὸν πόλεμον, ἐξεβόησαν ὁμοῦ πάντες, δεχόμεθα. καὶ εὐθὺς ἐπέστελλον τῷ Ἀννίβᾳ πᾶσαν ἤδη τὴν Ἰβηρίαν ἀδεῶς ἐπιτρέχειν ὡς τῶν σπονδῶν λελυμένων. ὁ μὲν δὴ τὰ ἔθνη τὰ ἀγχοῦ πάντα ἐπιὼν ὑπήγετο, ἢ πείθων ἢ δεδιττόμενος ἢ καταστρεφόμενος, καὶ στρατιὰν πολλὴν συνέλεγε, τὴν μὲν χρείαν οὐχ ὑποδεικνύς, ἐς δὲ τὴν Ἰταλίαν ἐπινοῶν ἐμβαλεῖν. Γαλάταις τε διεπρεσβεύετο, καὶ τὰς διόδους τῶν Ἀλπείων ὀρῶν κατεσκέπτετο. καὶ διῆλθεν, Ἀσδρούβαν τὸν ἀδελφὸν ἐν Ἰβηρίᾳ2 ἐν Ἰβηρίᾳ σφίσι καὶ Λιβύῃ τὸν πόλεμον ἔσεσθαι (οὐ γὰρ δὴ μὴ Λίβυές ποτε ἐς τὴν Ἰταλίαν ἐσβάλωσιν, οὐδʼ ὑπενόουν),3 Τιβέριον μὲν Σεμπρώνιον Λόγγον ἐπὶ νεῶν ἑκατὸν ἑξήκοντα σὺν δύο στρατοῦ τέλεσιν ἐς Λιβύην ἐξέπεμπον (καὶ ὅσα Λόγγος τε καὶ οἱ λοιποὶ Ῥωμαίων στρατηγοὶ περὶ Λιβύην ἔπραξαν, ἐν τῇ Καρχηδονιακῇ βίβλῳ συγγέγραπται), Πόπλιον δὲ Κορνήλιον Σκιπίωνα ἔστελλον ἐς Ἰβηρίαν ἐπὶ νεῶν ἑξήκοντα μετὰ πεζῶν μυρίων καὶ ἱππέων ἑπτακοσίων, καὶ πρεσβευτὴν αὐτῷ συνέπεμπον Γναῖον Κορνήλιον Σκιπίωνα τὸν ἀδελφόν. τούτοιν ὁ μὲν Πόπλιος παρὰ Μασσαλιωτῶν ἐμπόρων πυθόμενος Ἀννίβαν διὰ τῶν Ἀλπείων ὀρῶν ἐς τὴν Ἰταλίαν ὑπερβάντα, δείσας μὴ ἀδοκήτως τοῖς Ἰταλιώταις ἐπιπέσοι, παραδοὺς Γναίῳ τῷ ἀδελφῷ τὴν ἐν Ἰβηρίᾳ στρατιὰν διέπλευσεν ἐπὶ πεντήρους ἐς Τυρρηνίαν. καὶ ὅσα ἔπραξεν ἐν τῇ Ἰταλίᾳ οὗτός τε καὶ ὅσοι μετʼ αὐτὸν ἄλλοι στρατηγοὶ τοῦδε τοῦ πολέμου ἐγένοντο, ἕως Ἀννίβαν ἑκκαιδεκάτῳ μόλις ἔτει τῆς Ἰταλίας ἐξήλασαν, ἡ ἑξῆς βίβλος ὑποδείκνυσιν, ἣ τὰ ἔργα Ἀννίβου τὰ ἐν Ἰταλίᾳ πάντα περιλαμβάνει, καὶ παρʼ αὐτὸ λέγεται Ῥωμαϊκῶν Ἀννιβαϊκή.

罗马人向迦太基派遣了使节,他们受命向迦太基人要求引渡汉尼拔,指控他违背了条约,除非迦太基人承认此举是全体城邦的决定;若不交出,便立即向他们宣战。使节们照此行事,见对方不肯引渡汉尼拔,便向他们宣告了战争。据说事情是这样发生的:使节遭到他们的嘲笑,便指着自己托加袍的褶襟说道: “迦太基人啊,我在此给你们带来了和平与战争;你们任选其一收下罢。” 他们答道: “你任意给哪样便给哪样罢。” 当使节亮出战争时,他们全体齐声高呼: “我们接下了。” 于是迦太基人立即致信汉尼拔,称条约既已废除,如今便可放胆纵横全伊比利亚。汉尼拔于是走遍并降服了附近所有的部族,或行规劝,或行恫吓,或武力平定,集结了一支庞大的军队;他并未公开军事行动的真正意图,心中却筹划着突袭意大利。他派使节结交高卢人,侦察了阿尔卑斯山脉的通路。他〔将〕弟弟哈斯德鲁拔〔留〕在伊比利亚,〔越过了阿尔卑斯〕。〔罗马人原以为〕战争将在伊比利亚和利比亚本土展开(因为他们压根不曾怀疑利比亚人竟会打进意大利本土),于是派提比略·塞姆普罗尼乌斯·隆古斯率一百六十艘战船和两个军团开赴利比亚(隆古斯及罗马其他将领在利比亚周围的作为,皆已载于《迦太基篇》中);又派遣普布利乌斯·科尔内利乌斯·西庇阿率六十艘战船、一万步兵和七百骑兵开赴伊比利亚,并派其兄长格奈乌斯·科尔内利乌斯·西庇阿作为副将随行。这二人中,普布利乌斯从马萨利亚商人那里得知汉尼拔已越过阿尔卑斯山进入意大利,唯恐他猝然袭击意大利本土的民众,便将伊比利亚的军队托付给兄长格奈乌斯,自己乘坐五层桨战船航行至提尔勒尼亚。他和继他之后统率这场战争的历任将领在意大利所立下的战功,直到历经整整十六个年头终于将汉尼拔逐出意大利本土为止,皆详见于下一卷。该卷包揽了汉尼拔在意大利境内的所有事迹,故而被称为《罗马史·汉尼拔篇》。

语法注3 条
  1. 313οὐκ ἐκδιδοῦσι

    与 αὐτοῖς 一致的现在分词与格,作状语分词,表示原因或伴随条件(“因他们不肯引渡”)。

  2. 313Ἀσδρούβαν τὸν ἀδελφὸν ἐν Ἰβηρίᾳ

    此处传抄文本存在脱文(lacuna)。前文“καὶ διῆλθεν”之后的“Ἀσδρούβαν...”缺少所依附的分词(如 καταλιπών“留下”),而后文引出不定词“ἔσεσθαι”的主节支配动词(如 Ῥωμαῖοι δὲ νομίζοντες“罗马人认为”)亦脱落,须依上下文补足逻辑。

  3. 314οὐ γὰρ δὴ μὴ Λίβυές ποτε ἐς τὴν Ἰταλίαν ἐσβάλωσιν, οὐδʼ ὑπενόουν

    表强烈否定的“οὐ μή + 虚拟式(ἐσβάλωσιν)”结构被用作后文动词 ὑπενόουν 的宾语从句:“他们绝不相信利比亚人会侵入意大利,甚至未曾有一丝怀疑”。重复的否定词强化了断定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:313-314