← 阿庇安

西班牙战记

§210-212

汉尼拔围攻萨坎托与城邦覆灭

汉尼拔制造借口围攻萨坎托,在罗马犹豫未决之际,陷于绝境的萨坎托市民销毁财物并决死夜袭,最终全城覆灭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§210

ἀρχὴν δὲ ὑπολαμβάνων ἔσεσθαι λαμπρὰν εἰ τὸν Ἴβηρα διαβαίη, Τορβολήτας, οἳ γείτονές εἰσι Ζακανθαίων, ἀνέπεισε τῶν Ζακανθαίων παρὰ οἷ καταβοᾶν ὡς τήν τε χώραν αὐτῶν ἐπιτρεχόντων καὶ πολλὰ σφᾶς ἄλλα ἀδικούντων. οἱ δὲ ἐπείθοντο. καὶ πρέσβεις αὐτῶν ὁ Ἀννίβας ἐς Καρχηδόνα ἔπεμπεν, αὐτός τε ἐν ἀπορρήτοις ἔγραφε Ῥωμαίους τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν ἀναπείθειν ἀπὸ Καρχηδονίων ἀφίστασθαι, καὶ Ζακανθαίους Ῥωμαίοις ταῦτα συμπράσσειν. ὅλως τε τῆς ἀπάτης οὐ μεθίει, πολλὰ τοιαῦτα ἐπιστέλλων, ἕως ἡ βουλὴ προσέταξεν αὐτῷ πράσσειν ἐς Ζακανθαίους ὅ τι δοκιμάσειεν. ὁ δὲ ἐπεὶ τῆς ἀφορμῆς ἐλάβετο, Τορβολήτας αὖθις ἔπραξεν ἐντυχεῖν οἱ1 κατὰ τῶν Ζακανθαίων, καὶ μετεπέμπετο πρέσβεις. οἱ δὲ ἀφίκοντο μέν, κελεύοντος δὲ τοῦ Ἀννίβου λέγειν ἑκατέρους ἐφʼ ἑαυτοῦ περὶ ὧν διαφέρονται, Ῥωμαίοις ἔφασαν ἐπιτρέψειν τὴν δίκην. ὁ μὲν δὴ ταῦτʼ εἰπόντας ἀπέπεμπεν ἀπὸ τοῦ στρατοπέδου, καὶ τῆς ἐπιούσης νυκτὸς παντὶ τῷ στρατῷ τὸν Ἴβηρα διαβὰς τὴν χώραν ἐπόρθει καὶ τῇ πόλει μηχανήματα ἐφίστη. ἑλεῖν δʼ οὐ δυνάμενος ἀπετάφρευε καὶ φρούρια πολλὰ περιθεὶς ἐκ διαστημάτων ἐπεφοίτα.

汉尼拔认为,若能跨过伊比尔河,将是一个辉煌的开端,于是唆使萨坎托人的邻邦托尔博勒特人向他告发萨坎托人,声称萨坎托人侵扰他们的土地并施加了诸多不义之举。托尔博勒特人照办了。汉尼拔派他们的使者前往迦太基,同时自己密信报告称,罗马人正在唆使迦太基统治下的伊比利亚地区脱离迦太基,而萨坎托人正协助罗马人策划此事。他毫不放松这套欺骗手段,接连发出许多诸如此类的信件,直到元老院命令他全权处置萨坎托人。汉尼拔抓住这一借口,再次安排托尔博勒特人就控告萨坎托人之事来见他,并召集了萨坎托人的使节。使节们到来后,汉尼拔命双方当着他的面陈述各自的争端,但萨坎托人表示他们将把裁决权托付给罗马人。汉尼拔打发了这些作此答复的使节离开军营,并在次日夜间率领全军渡过伊比尔河,蹂躏了他们的土地,并将攻城器械架设在城下。由于无法攻破城池,他便开凿壕沟将其围困,并相隔一定距离在四周设立了许多堡垒,频频发起进攻。

§211

Ζακανθαῖοι δὲ αἰφνιδίῳ καὶ ἀκαταγγέλτῳ κακῷ συμπεσόντες ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος αὐτοῖς συνέπεμπε πρέσβεις, οἳ πρῶτον μὲν Ἀννίβαν ἔμελλον ὑπομνήσειν τῶν συγκειμένων, οὐ πειθομένου δὲ ἐς Καρχηδόνα πλευσεῖσθαι κατʼ αὐτοῦ· τούτοις τοῖς πρέσβεσι πλεύσασιν ἐς Ἰβηρίαν, καὶ ἐς τὸ στρατόπεδον ἀπὸ θαλάσσης ἀναβαίνουσιν, ὁ Ἀννίβας ἀπηγόρευσε μὴ προσιέναι.2 καὶ οἱ μὲν ἀπέπλευσαν ἐπὶ Καρχηδόνος σὺν τοῖς πρέσβεσι τοῖς Ζακανθαίων, καὶ τῶν συνθηκῶν ἀνεμίμνησκον αὐτούς. Καρχηδόνιοι δὲ ᾐτιῶντο τοὺς Ζακανθαίους πολλὰ τοὺς ὑπηκόους σφῶν ἀδικεῖν. καὶ Ζακανθαίων οἱ πρέσβεις ἐς δίκην αὐτοὺς προυκαλοῦντο ἐπὶ Ῥωμαίων κριτῶν· οἱ δʼ οὐκ ἔφασαν χρῄζειν δίκης, ἀμύνεσθαι δυνάμενοι. ὧν ἐς Ῥώμην ἀπαγγελθέντων, οἱ μὲν ἐκέλευον ἤδη συμμαχεῖν τοῖς Ζακανθαίοις, οἱ δʼ ἐπεῖχον ἔτι, λέγοντες οὐ συμμάχους αὐτοὺς ἐν ταῖς συνθήκαις σφῶν ἀλλʼ αὐτονόμους καὶ ἐλευθέρους ἀναγεγράφθαι, ἐλευθέρους δʼ ἔτι καὶ τοὺς πολιορκουμένους εἶναι.3 καὶ ἐκράτησεν ἡ γνώμη.

萨坎托人遭遇了这场突如其来且未经宣战的祸患,向罗马派去了使节。罗马元老院派出使者与他们同行,这些使者原本打算先提醒汉尼拔遵守约定,若他不服从,便前往迦太基控告他。然而当这些使节航行至伊比利亚并从海边前往军营时,汉尼拔却下令禁止他们靠近。于是他们便同萨坎托人的使节一起扬帆前往迦太基,向迦太基人重申条约。然而迦太基人指责萨坎托人对其属民多有侵害。萨坎托人的使节提议在罗马裁判官面前进行诉讼,迦太基人却称他们有能力自卫,无需诉讼。当这些情况传回罗马时,一部分人主张立即发兵援助萨坎托人,另一部分人则主张按兵不动,声称在条约中他们并未被列为同盟者,而是保持自治与自由的城邦,且即便处于被围困之中的人如今也依然是自由的。后一种主张占据了上风。

§212

Ζακανθαῖοι δέ, ἐπειδὴ τὰ Ῥωμαίων ἀπέγνωσαν καὶ ὁ λιμὸς σφᾶς ἐπίεζε καὶ Ἀννίβας περιεκάθητο συνεχῶς (εὐδαίμονα γὰρ καὶ πολύχρυσον ἀκούων εἶναι τὴν πόλιν οὐκ ἀνίει τῆς πολιορκίας), τὸν μὲν χρυσὸν καὶ ἄργυρον, ὅσος ἦν δημόσιός τε καὶ ἰδιωτικός, ἀπὸ κηρύγματος ἐς τὴν ἀγορὰν συνήνεγκαν, καὶ μολύβδῳ καὶ χαλκῷ συνεχώνευσαν ὡς ἀχρεῖον Ἀννίβᾳ γενέσθαι, αὐτοὶ δὲ ἐν χερσὶν ἑλόμενοί τι παθεῖν μᾶλλον ἢ ὑπὸ τοῦ λιμοῦ, ἐξέδραμον ἔτι νυκτὸς ἐπὶ τὰ φρούρια τὰ τῶν Λιβύων, ἀναπαυομένων ἔτι καὶ οὐδέν τοιοῦτον ὑπονοούντων· ὅθεν αὐτοὺς ἀνισταμένους τε ἐξ εὐνῆς καὶ σὺν θορύβῳ μόλις ὁπλιζομένους, ἔστι δʼ οὓς ἤδη καὶ μαχομένους, διέφθειρον. μακροῦ δὲ τοῦ ἀγῶνος γενομένου, Λιβύων μὲν ἀπώλοντο πολλοί, Ζακανθαῖοι δὲ πάντες. αἱ δὲ γυναῖκες ἀπὸ τοῦ τείχους ὁρῶσαι τὸ τέλος τῶν ἀνδρῶν, αἱ μὲν ἐρρίπτουν ἑαυτὰς κατὰ τῶν τεγῶν, αἱ δʼ ἀνήρτων, αἱ δὲ καὶ τὰ τέκνα προκατέσφαζον. καὶ τοῦτο τέλος ἦν Ζακανθαίοις, πόλει μεγάλῃ τε καὶ δυνατῇ γενομένῃ. Ἀννίβας δὲ ὡς ἔμαθε περὶ τοῦ χρυσοῦ, τοὺς μὲν ὑπολοίπους καὶ ἔτι ἡβῶντας αὐτῶν αἰκιζόμενος διέφθειρεν ὑπʼ ὀργῆς, τὴν δὲ πόλιν ὁρῶν ἐπιθάλασσόν τε καὶ Καρχηδόνος οὐ μακράν, καὶ χώρας ἄρχουσαν ἀγαθῆς, ᾤκιζεν αὖθις καὶ Καρχηδονίων ἄποικον ἀπέφαινεν· ἣν νῦν οἶμαι Καρχηδόνα καλεῖσθαι τὴν Σπαρταγενῆ.

萨坎托人见罗马人救援无望,饥荒又日益严酷,而汉尼拔始终围困不解(因为他听说这座城池富庶且多金,故而不肯放弃围城),便下令通过宣告将公私所有的金银都集中到广场上,与铅和铜熔铸在一起,使之对汉尼拔毫无用处。他们自己宁愿在白兵战中阵亡,也不愿死于饥饿,于是在夜色尚浓时冲向利比亚人的堡垒。利比亚人当时仍在歇息,完全未料到会有此事;萨坎托人趁他们从床榻上爬起、在混乱中艰难穿戴盔甲之际,将他们纷纷斩杀,其中亦有一些已在抵抗之人。战斗持续了很久,利比亚人虽伤亡惨重,萨坎托人却全军覆没。城墙上的妇女们看到男人们的结局,有的从屋顶跳下自尽,有的悬梁自缢,还有的在自尽前先亲手杀死了自己的孩子。这便是曾为宏伟强盛之邦的萨坎托的终局。汉尼拔得知金子之事后,大怒之下对幸存的青年施以严刑并处死。他见此城濒临大海,离迦太基不远,又坐拥肥沃的土地,便将其重建并辟为迦太基的殖民地——我认为这便是如今被称为“斯巴达根尼迦太基”的城池。

语法注3 条
  1. 210ἔπραξεν ἐντυχεῖν οἱ

    动词 πράσσω 在此支配不定式 ἐντυχεῖν,意为“安排/促成……做某事”。代词 οἷ 为第三人称单数与格的间接反身代词,指代主句主语汉尼拔本人(即“促使托尔博勒特人来见他告发”)。

  2. 211ἀπηγόρευσε μὴ προσιέναι

    动词 ἀπαγορεύω(禁止)接带否定词 μή 的不定式。此处的 μή 是因前置动词包含否定语义而出现的冗赘否定词(pleonastic μή),整个结构并不构成双重否定,义为“禁止他们靠近”。

  3. 211ἐλευθέρους δʼ ἔτι καὶ τοὺς πολιορκουμένους εἶναι

    由 λέγοντες 引导的间接引语中的“宾格加不定式”结构。其中 τοὺς πολιορκουμένους(被围困者)作不定式 εἶναι 的主语,ἐλευθέρους 作谓语。这体现了罗马元老院内主和派的诡辩:声称即使萨坎托人正遭受围困,他们在法律条约意义上依然是“自由的”,以此推卸出兵同盟的责任。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:210-212