- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:26-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哈斯德鲁拔出任伊比利亚最高统帅并起用年轻的汉尼拔为副将,随后与罗马订立了以伊比尔河为界的和约;哈斯德鲁拔遇刺身亡后,汉尼拔被全军推举为主帅,鉴于国内政争与对罗马的世仇,他决意挑起对罗马的战争。
οἱ δὲ Καρχηδόνιοι τοῖς κέρδεσιν ἤδη τοῖς ἐξ Ἰβηρίας ἀρεσκόμενοι, στρατιὰν ἄλλην ἔπεμπον ἐς Ἰβηρίαν, καὶ στρατηγὸν ἁπάντων ἀπέφηναν Ἀσδρούβαν τὸν τοῦ Βάρκα κηδεστήν, ὄντα ἐν Ἰβηρίᾳ. ὁ δὲ Ἀννίβαν τὸν οὐ πολὺ ὕστερον ἀοίδιμον ἐπὶ στρατηγίαις, παῖδά τε ὄντα τοῦ Βάρκα καὶ τῆς γυναικός οἱ γιγνόμενον ἀδελφὸν ἔχων ἐν Ἰβηρίᾳ, νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέσκοντα τῷ στρατῷ ὑποστράτηγον ἀπέφηνεν. καὶ τῆς τε Ἰβηρίας τὰ πολλὰ πειθοῖ προσήγετο, πιθανὸς ὢν ὁμιλῆσαι,1 ἔς τε τὰ βίας δεόμενα τῷ μειρακίῳ χρώμενος προῆλθεν ἀπὸ τῆς ἑσπερίου θαλάσσης ἐς τὸ μεσόγειον ἐπὶ Ἴβηρα ποταμόν, ὃς μέσην που μάλιστα τέμνων τὴν Ἰβηρίαν, καὶ τῆς Πυρήνης ἀφεστὼς ὁδὸν ἡμερῶν πέντε, ἐξίησιν ἐς τὸν βόρειον ὠκεανόν.
迦太基人因已对从伊比利亚获取的利益感到满意,便向伊比利亚派遣了另一支军队,并任命当时身在伊比利亚的巴卡的女婿哈斯德鲁拔为全军统帅。哈斯德鲁拔任命汉尼拔为副将;汉尼拔不久后便因其将才而威名远扬,他是巴卡的儿子、哈斯德鲁拔之妻的弟弟,当时亦在伊比利亚,年纪尚轻,酷爱战争,且深受军队喜爱。哈斯德鲁拔善于辞令,以说服的方式招抚了伊比利亚的大部分地区;而在需要武力之处,他则起用这位年轻人,从西部大海一直推进到内陆的伊比尔河。该河大致横贯伊比利亚中部,距比利牛斯山脉有五天的路程,最终注入北海。
Ζακανθαῖοι δέ, ἄποικοι Ζακυνθίων, ἐν μέσῳ τῆς τε Πυρήνης καὶ τοῦ ποταμοῦ τοῦ Ἴβηρος ὄντες, καὶ ὅσοι ἄλλοι Ἕλληνες περί τε τὸ καλούμενον Ἐμπόριον καὶ εἴ πῃ τῆς Ἰβηρίας ᾤκουν ἀλλαχοῦ, δείσαντες ὑπὲρ σφῶν ἐπρέσβευον ἐς Ῥώμην. καὶ ἡ σύγκλητος οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι, πρέσβεις ἐς Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὅρον εἶναι Καρχηδονίοις τῆς ἀρχῆς τῆς ἐν Ἰβηρίᾳ τὸν Ἴβηρα ποταμόν, καὶ μήτε Ῥωμαίους τοῖς πέραν τοῦδε τοῦ ποταμοῦ πόλεμον ἐκφέρειν, Καρχηδονίων ὑπηκόοις οὖσι, μήτε Καρχηδονίους ἐπὶ πολέμῳ τὸν Ἴβηρα διαβαίνειν, Ζακανθαίους δὲ καὶ τοὺς ἄλλους ἐν Ἰβηρίᾳ Ἕλληνας αὐτονόμους καὶ ἐλευθέρους εἶναι. καὶ τάδε ταῖς συνθήκαις ταῖς Ῥωμαίων καὶ Καρχηδονίων προσεγράφη.
萨坎托人(扎金索斯人的殖民者)地处比利牛斯山脉与伊比尔河之间,他们以及居住在所谓恩波里翁周边和伊比利亚其他地方的所有希腊人,都为自身的安全担忧,于是向罗马派遣了使节。罗马元老院不愿看到迦太基的势力膨胀,便向迦太基派遣了使者。双方达成协议:以伊比尔河作为迦太基在伊比利亚统治范围的界标;罗马人不得向此河彼岸的居民(即迦太基的属民)发动战争,迦太基人亦不得出于战争目的跨过伊比尔河;萨坎托人以及伊比利亚的其他希腊人则保持自治与自由。这些条款被追加在罗马人与迦太基人订立的和约中。
Ἀσδρούβαν δὲ ἐπὶ τοῖσδε Ἰβηρίαν τὴν ὑπὸ Καρχηδονίοις καθιστάμενον ἀνὴρ δοῦλος, οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει,2 λαθὼν ἐν κυνηγεσίοις ἀναιρεῖ. καὶ τόνδε μὲν Ἀννίβας ἐλεγχθέντα δεινῶς αἰκισάμενος διέφθειρεν· ἡ στρατιὰ δὲ τὸν Ἀννίβαν, καίπερ ὄντα κομιδῇ νέον, ἀρέσκοντα δὲ ἰσχυρῶς, στρατηγὸν ἀπέδειξαν αὑτῶν· καὶ ἡ Καρχηδονίων βουλὴ συνέθετο. ὅσοι δὲ τοῦ Βάρκα διαπολῖται τὴν Βάρκα τε καὶ Ἀσδρούβα δύναμιν ἐδεδοίκεσαν, ὡς ἔμαθον αὐτοὺς τεθνεῶτας, Ἀννίβα κατεφρόνουν ὡς νέου, καὶ τοὺς ἐκείνων φίλους τε καὶ στασιώτας ἐδίωκον ἐπὶ τοῖς ἐκείνων ἐγκλήμασιν. ὅ τε δῆμος ἅμα τοῖς κατηγοροῦσιν ἐγίγνετο, μνησικακῶν τοῖς διωκομένοις τῆς βαρύτητος τῆς ἐπὶ Βάρκα τε καὶ Ἀσδρούβα· καὶ τὰς δωρεὰς ἐκέλευον αὐτούς, ὅσας μεγάλας Ἀσδρούβας τε καὶ Βάρκας αὐτοῖς ἐπεπόμφεσαν, ἐς τὸ κοινὸν ἐσενεγκεῖν ὡς ἐκ τῶν πολεμίων πεπορισμένας. οἱ δὲ ἐπέστελλον τῷ Ἀννίβᾳ, σφίσι τε ἐπικουρεῖν δεόμενοι, καὶ διδάσκοντες ὅτι καὶ αὐτὸς ἔσοιτο τοῖς πατρῴοις ἐχθροῖς εὐκαταφρόνητος, εἰ τοὺς ἐν τῇ πατρίδι συνεργεῖν αὐτῷ δυναμένους ὑπερίδοι.
在此之后,正当哈斯德鲁拔整顿迦太基统治下的伊比利亚地区时,一名家奴因其主人曾被哈斯德鲁拔残忍杀害,遂在狩猎中趁其不备将他刺杀。在此人罪行败露后,汉尼拔对其施以严刑拷打并将之处死。军士们见汉尼拔虽极为年轻,却深得人心,便推举他为统帅;迦太基元老院亦予以批准。然而,那些原本畏惧巴卡与哈斯德鲁拔权势的同胞政敌们,获悉二人俱已亡故,便轻视年轻的汉尼拔,并以巴卡和哈斯德鲁拔往昔的罪状来起诉他们的友人与党羽。民众站在了控告者一边,因怀恨在巴卡和哈斯德鲁拔治下所遭受的高压统治,而对被起诉者怀恨在心;他们下令命这些被告将哈斯德鲁拔与巴卡送给他们的大笔赏赐充公,理由是这些财富得自敌人。于是这些人写信给汉尼拔,恳求他施以援手,并向他指出:如果他忽视了祖国里能够与他共事之人,他自己也会被他父亲的宿敌所轻视。
ὁ δὲ καὶ ταῦτα προεώρα, καὶ τὰς ἐκείνων δίκας ἀρχὴν ἐφʼ ἑαυτὸν οὖσαν ἐπιβουλῆς· οὐδʼ ἠξίου τὴν ἔχθραν, ὥσπερ ὁ πατὴρ καὶ ὁ κηδεστής, ἐσαεὶ καὶ μετὰ φόβου διαφέρειν, οὐδʼ ἐπὶ τῷ Καρχηδονίων κουφόνῳ μέχρι παντὸς εἶναι, ῥᾳδίως ἐς εὐεργέτας πρὸς ἀχαριστίαν τρεπομένων. ἐλέγετο δὲ καὶ παῖς ὢν ἔτι ὑπὸ τοῦ πατρὸς ὁρκωθῆναι ἐπὶ ἐμπύρων ἄσπειστος ἐχθρὸς ἔσεσθαι Ῥωμαίοις, ὅτε ἐς πολιτείαν παρέλθοι. διὰ δὴ ταῦτʼ ἐπενόει μεγάλοις καὶ χρονίοις πράγμασι τὴν πατρίδα περιβαλών, καὶ καταστήσας ἐς ἀσχολίας καὶ φόβους, τὸ ἑαυτοῦ καὶ τὰ τῶν φίλων ἐν ἀδεεῖ θέσθαι. Λιβύην μὲν οὖν εὐσταθοῦσαν ἑώρα, καὶ Ἰβήρων ὅσα ὑπήκοα ἦν· εἰ δὲ πρὸς Ῥωμαίους πόλεμον αὖθις ἀναρριπίσειεν, οὗ μάλιστα ἐπεθύμει, ἐδόκει Καρχηδονίους μὲν ἐν φροντίσι καὶ φόβοις ἔσεσθαι μακροῖς, αὐτὸς δέ, εἴτε κατορθώσειεν, ἐπὶ κλέους ἀθανάτου γενήσεσθαι, τὴν πατρίδα τῆς οἰκουμένης γῆς ἄρχουσαν ἀποφήνας (οὐ γὰρ εἶναί τινας ἀντιμάχους αὐτοῖς ἐπὶ Ῥωμαίοις),3 εἴτε καὶ πταίσειε, μεγάλην καὶ ὣς τὸ ἐγχείρημα αὐτῷ δόξαν οἴσειν.
汉尼拔亦预见到了这一切,明白针对那些人的诉讼正是针对他本人的阴谋的开端。他不愿像父亲和姐夫那样,终生在敌意与恐惧中度日,也不愿一直受制于迦太基人善变的轻浮心性——他们对恩人极易恩将仇报。此外相传他在幼年时,就曾在燔祭前被父亲逼迫立誓:一旦参政,必做罗马人永不讲和的死敌。正因如此,他决意让祖国卷入巨大而旷日持久的战事之中,使其陷入忙乱与恐惧,从而使自己和友人们的地位安如磐石。他看到利比亚局势平稳,伊比利亚的臣服地区亦然;他认为,若是重新挑起对罗马人的战争(这正是他最渴望之事),迦太基人将陷入漫长的忧患与惶恐,而他自己若是成功,便将祖国化为普天下已知世界的统治者,从而赢得不朽的威名(因为在击败罗马人之后,世上便不再有任何力量能与他们抗衡);而即便受挫,这一壮举本身亦足以带给他无上的荣耀。
- 26πιθανὸς ὢν ὁμιλῆσαι
不定词 ὁμιλῆσαι(不定过去时主动态)依附于形容词 πιθανός,作限定性(解释性)不定词,用于限定方面,意为“在交谈/交际方面善于说服”。
- 28οὗ τὸν δεσπότην ὠμῶς διεφθάρκει
关系代词 οὗ 为所属属格,指代先行词 ἀνὴρ δοῦλος;过去完成时动词 διεφθάρκει 的主语承接上下文为哈斯德鲁拔,整个关系从句意为“其主人曾被[哈斯德鲁拔]残忍杀害的奴隶”。
- 29ἐπὶ Ῥωμαίοις
介词 ἐπί 接与格在此表示时间或次序上的承续(“在……之后”)。全句意为“因为在[战胜]罗马人之后,便不再有任何人能作他们的对手”。
