- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了第二次布匿战争的远因,包括利比亚雇佣军战争、哈米尔卡·巴卡规避审判、其随后的伊比利亚远征以及他阵亡的经过。
πρὸς γὰρ δὴ Καρχηδονίους Ῥωμαίοις πρῶτος ἐγένετο πόλεμος ἔκδημος περὶ Σικελίας ἐν αὐτῇ Σικελίᾳ, καὶ δεύτερος ὅδε περὶ Ἰβηρίας ἐν Ἰβηρίᾳ, ἐν ᾧ καὶ ἐς τὴν ἀλλήλων μεγάλοις στρατοῖς διαπλέοντες οἱ μὲν τὴν Ἰταλίαν, οἱ δὲ τὴν Λιβύην ἐπόρθουν. ἤρξαντο δὲ αὐτοῦ μεθʼ ἑκατὸν καὶ τεσσαράκοντα ὀλυμπιάδας μάλιστα, ὅτε τὰς σπονδὰς ἔλυσαν αἳ ἐπὶ τῷ Σικελικῷ πολέμῳ σφίσιν ἦσαν γενόμεναι. ἔλυσαν δʼ ἐκ τοιᾶσδε προφάσεως. Ἀμίλχαρ ὁ Βάρκας ἐπίκλησιν, ὅτε περ ἐν Σικελίᾳ Καρχηδονίων ἐστρατήγει, Κελτοῖς τότε μισθοφοροῦσίν οἱ καὶ Λιβύων τοῖς συμμαχοῦσι πολλὰς δωρεὰς ὑπέσχητο δώσειν, ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων1 ὁ Λιβυκὸς Καρχηδονίοις ἐξῆπτο πόλεμος, ἐν ᾧ πολλὰ μὲν πρὸς αὐτῶν Λιβύων ἔπαθον οἱ Καρχηδόνιοι, Σαρδόνα δὲ Ῥωμαίοις ἔδοσαν ποινὴν ὧν ἐς τοὺς ἐμπόρους αὐτῶν ἡμαρτήκεσαν ἐν τῷδε τῷ Λιβυκῷ πολέμῳ. ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας ὁ Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος Ἀσδρούβας ὁ τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπʼ αὐτοὺς αἱρεθῆναι2 μετʼ Ἄννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων.
事实上,罗马人对迦太基人的第一场对外战争是在西西里本土为争夺西西里而爆发的,而这第二场则是在伊比利亚为争夺伊比利亚而爆发的;在这场战争中,双方都率大军渡海攻入对方本土,一方蹂躏意大利,另一方则蹂躏利比亚。他们大约在第一百四十届奥林匹亚运动会之后便开始了这场战争,当时他们撕毁了在西西里战争结束时彼此订立的和约。他们是出于如下的借口撕毁和约的。 绰号巴卡的哈米尔卡在西西里统率迦太基军队时,曾向当时在他麾下充当雇佣军的凯尔特人和结为盟军的利比亚人许诺给予丰厚的奖赏。当他返回利比亚后,由于这些人索要赏金,迦太基人便爆发了利比亚战争。在这场战争中,迦太基人遭到了利比亚人自身的沉重打击,并且为了补偿在这场利比亚战争期间对罗马商人们所犯下的罪过,他们将撒丁岛割让给了罗马人。因此,当政敌们以此为由将巴卡送上法庭,指控他是给祖国带来如此巨大灾难的罪魁祸首时,巴卡竭力拉拢讨好政客,其中最善于迎合民众的是娶了巴卡亲生女儿的哈斯德鲁拔。巴卡以此化解了诉讼,并在努米底亚人发生骚乱时,设法谋取了与被称为大汉诺的人一同被选为征讨他们的统帅,尽管他此前担任统帅的账目审查仍未结清。
παυομένου δὲ τοῦ πολέμου, καὶ Ἄννωνος ἐπὶ διαβολαῖς ἐς Καρχηδόνα μεταπέμπτου γενομένου, μόνος ὢν ἐπὶ στρατῷ, καὶ τὸν κηδεστὴν Ἀσδρούβαν ἔχων οἱ συνόντα, διῆλθεν ἐπὶ Γάδειρα, καὶ τὸν πορθμὸν ἐς Ἰβηρίαν περάσας ἐλεηλάτει τὰ Ἰβήρων οὐδὲν ἀδικούντων, ἀφορμὴν αὑτῷ ποιούμενος ἀποδημίας τε καὶ ἔργων καὶ δημοκοπίας (ὅσα γὰρ λάβοι διῄρει, καὶ τὰ μὲν ἐς τὸν στρατὸν ἀνάλισκεν, ἵνα προθυμότερον αὐτῷ συναδικοῖεν, τὰ δʼ ἐς αὐτὴν ἔπεμπε Καρχηδόνα, τὰ δὲ τοῖς ὑπὲρ αὐτοῦ πολιτευομένοις διεδίδου), μέχρι Ἰβήρων αὐτὸν οἵ τε βασιλεῖς συστάντες οἱ κατὰ μέρος, καὶ ὅσοι ἄλλοι δυνατοί, κτείνουσιν ὧδε. ξύλων ἁμάξας ἄγοντες, αἷς βοῦς ὑπέζευξαν, εἵποντο ταῖς ἁμάξαις ὡπλισμένοι. τοῖς δὲ Λίβυσιν ἰδοῦσιν εὐθὺς μὲν ἐνέπιπτε γέλως, οὐ συνιεῖσι τοῦ στρατηγήματος· ὡς δʼ ἐν χερσὶν ἐγένοντο, οἱ μὲν Ἴβηρες αὐταῖς βουσὶν3 ἐξῆψαν τὰς ἁμάξας καὶ ἐξώτρυναν ἐς τοὺς πολεμίους, τὸ δὲ πῦρ σκιδναμένων τῶν βοῶν πάντῃ φερόμενον ἐτάρασσε τοὺς Λίβυας. καὶ τῆς τάξεως διαλυθείσης, οἱ Ἴβηρες αὐτοῖς ἐπιδραμόντες αὐτόν τε τὸν Βάρκαν καὶ πολὺ πλῆθος ἀμυνομένων ἐπʼ αὐτῷ διέφθειραν.
当战争渐趋平息,汉诺因遭谗毁被召回迦太基时,巴卡独揽了军权,并有女婿哈斯德鲁拔在侧相伴。他进军至加代拉,渡过海峡进入伊比利亚,掠夺那些并无任何过错的伊比利亚人的土地,以此作为自己远居海外、立功立业以及收买民心的资本(因为凡是他所掠得之物都予以瓜分,一部分用在军队上,以便让他们更卖力地追随自己为非作歹;一部分送往迦太基城本身;另一部分则分发给为他奔走的政客们),直到伊比利亚各地的诸王以及其他有权势的人联合起来,用以下的方式杀死了他。他们赶着套上牛的装满木柴的车辆,全副武装跟在车后。利比亚人见状,当即便哄堂大笑,未能识破这一计谋;但当双方短兵相接时,伊比利亚人连牛带车一同点燃,驱赶着它们冲向敌阵,随着牛群四散奔逃,大火四处蔓延,令利比亚人阵脚大乱。在阵形被冲散之后,伊比利亚人向他们冲杀过去,斩杀了巴卡本人以及为护卫他而奋战的大批士卒。
- 14ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων
关系代名词 ἅς 指前文的 δωρεάς,在后随的属格绝对结构中充当分词 ἀπαιτούντων 的语义直接宾语。关系词被前置于句首以连接前文,从而形成了夹杂时间从句(ἐπειδὴ...)与属格绝对结构的隔置(hyperbaton)语序。
- 14στρατηγὸς ἔπραξεν ἐπʼ αὐτοὺς αἱρεθῆναι
动词 ἔπραξεν 带有一种策划、促成的手腕含义(“设法谋取”、“运作”),接不定词 αἱρεθῆναι 作为补足语,意为“设法使自己被推选为统帅”。表语名词 στρατηγός 采用主格,与主节动词的主语(哈米尔卡)保持一致。
- 15αὐταῖς βουσὶν
这是 αὐτός 与名词结合表示伴随的与格(dative of accompaniment)用法,表示“连同……一起”、“连牛带车”,指伊比利亚人将装满柴火的车连同套在车上的牛一并点燃。
