← 阿庇安

西班牙战记

§1593-1595

求援失败与围城饥荒下的使节被杀

努曼提亚人雷托革涅斯冒险突围向邻近城邑求援未果,企图相助的卢提亚青年被西庇阿斩断双手。陷入绝粮境地的努曼提亚人派阿瓦鲁斯出使请降,因西庇阿要求无条件缴械投降,城中民众激愤之下将使团全员杀害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1593

οἱ δὲ Νομαντῖνοι πολλάκις μὲν τοῖς φυλάσσουσιν ἐπεχείρουν, ἄλλοτε ἄλλῃ κατὰ μέρη, ταχεῖα δʼ αὐτίκα καὶ καταπληκτικὴ τῶν ἀμυνομένων ἡ ὄψις ἦν, σημείων τε ὑψηλῶν πανταχόθεν αἰρομένων καὶ ἀγγέλων διαθεόντων, καὶ τῶν τειχομάχων ἀθρόως ἀναπηδώντων ἐς τὰ τείχη, σαλπικτῶν τε κατὰ πάντα πύργον ἐξοτρυνόντων, ὥστε τὸν κύκλον ὅλον εὐθὺς ἅπασιν εἶναι φοβερώτατον, ἐς πεντήκοντα σταδίους ἐπέχοντα ἐν περιόδῳ. καὶ τόνδε τὸν κύκλον ὁ Σκιπίων ἑκάστης ἡμέρας τε καὶ νυκτὸς ἐπισκοπῶν περιῄει. ὁ μὲν δὴ τοὺς πολεμίους ὧδε συγκλείσας οὐκ ἐς πολὺ ἀρκέσειν ἐνόμιζεν,1 οὔτε τροφῆς ἔτι προσιούσης σφίσιν οὔτε ὅπλων οὔτʼ ἐπικουρίας·

努曼提亚人屡屡向守卫部队发起进攻,往往在不同时间向不同地段分头突袭,但防守者的应变之势迅疾而骇人:高耸的信号四下升起,传令兵飞奔穿梭,守墙战士齐刷刷跃上城垣,号手在每一座塔楼上鼓噪助威,以致这周长约达五十斯塔德的整条防线,瞬间令所有人望而生畏。而西庇阿日夜都要巡视这整条防线。 他如此将敌人围困之后,料定他们支持不了多久,因为他们既无粮食、亦无武器和援兵得以运入。

§1594

Ῥητογένης δέ, ἀνὴρ Νομαντῖνος, ᾧ Καραύνιος ἐπίκλησις ἦν, ἄριστος ἐς ἀρετὴν Νομαντίνων, πέντε πείσας φίλους, σὺν παισὶν ἄλλοις τοσοῖσδε2 καὶ ἵπποις τοσοῖσδε ἐν νυκτὶ συννεφεῖ διῆλθε λαθὼν τὸ μεταίχμιον, κλίμακα φέρων πτυκτήν, καὶ φθάσας ἐς τὸ περιτείχισμα ἀνεπήδησεν αὐτός τε καὶ οἱ φίλοι, καὶ τοὺς ἑκατέρωθεν φύλακας ἀνελόντες τοὺς μὲν θεράποντας ἀπέπεμψαν ὀπίσω, τοὺς δʼ ἵππους διὰ τῆς κλίμακος ἀναγαγόντες ἐξίππευσαν ἐς τὰς Ἀρουακῶν πόλεις σὺν ἱκετηρίαις, δεόμενοι Νομαντίνοις συγγενέσιν οὖσιν ἐπικουρεῖν. τῶν δʼ Ἀρουακῶν οἱ μὲν οὐδʼ ὑπήκουον αὐτῶν, ἀλλʼ εὐθὺς ἀπέπεμπον δεδιότες. Λουτία δὲ πόλις ἦν εὐδαίμων, τριακοσίους σταδίους ἀφεστῶσα ἀπὸ Νομαντίνων, ἧς οἱ μὲν νέοι περὶ τοὺς Νομαντίνους ἐσπουδάκεσαν καὶ τὴν πόλιν ἐς συμμαχίαν ἐνῆγον, οἱ πρεσβύτεροι δʼ ἐμήνυσαν κρύφα τῷ Σκιπίωνι. καὶ ὁ Σκιπίων ὀγδόης ὥρας πυθόμενος ἐξήλαυνεν αὐτίκα σὺν εὐζώνοις ὅτι πλείστοις, καὶ ἅμα ἕῳ τὴν Λουτίαν φρουρᾷ περιλαβὼν ᾔτει τοὺς ἐξάρχους τῶν νέων. ἐπεὶ δʼ ἐξωρμηκέναι τῆς πόλεως αὐτοὺς ἔλεγον, ἐκήρυξε διαρπάσειν τὴν πόλιν, εἰ μὴ τοὺς ἄνδρας παραλάβοι. οἱ μὲν δὴ δείσαντες προσῆγον αὐτούς, ἐς τετρακοσίους γενομένους· ὁ δὲ τὰς χεῖρας αὐτῶν ἐκτεμὼν ἀνέστησε τὴν φρουράν, καὶ διαδραμὼν αὖθις ἅμʼ ἕῳ τῆς ἐπιούσης παρῆν ἐς τὸ στρατόπεδον.

然而,有一位绰号为卡劳尼乌斯的努曼提亚男子雷托革涅斯,在努曼提亚人中勇烈无双,他说服了五位朋友,带着同等数量的仆从与马匹,在一个多云的黑夜里携带一把折叠梯,神不知鬼不觉地穿过了两军交界之地。他一到达围墙防线,便与同伴跃了上去,斩杀了左右两侧的守卫,将仆从打发回去,再用梯子将马匹拉上墙并牵了过去,手持求告者的枝条策马奔向阿雷瓦基人的各座城邑,请求他们援助同族的努曼提亚人。然而阿雷瓦基人有的根本不予听取,因畏惧而当即将他们打发走。不过有一座富庶的城邑名为卢提亚,距努曼提亚三百斯塔德,城中的青年倾向于援助努曼提亚人,并力主全城结盟,但年长者却暗中向西庇阿告发。西庇阿在第八时得知此事后,立刻率领尽可能多的轻装部队疾驰而去,黎明时分便以警戒封锁了卢提亚,索要这批青年的首要分子。当城中之人宣称他们已逃离该城时,他宣告若不交出这些人便将洗劫该城。居民惊恐之下将他们押解出来,人数达四百左右。西庇阿斩断了他们的手,撤除了包围,随后昼夜兼程疾行,于次日黎明便回到了军营。

§1595

Νομαντῖνοι δὲ κάμνοντες ὑπὸ λιμοῦ πέντε ἄνδρας ἔπεμπον ἐς τὸν Σκιπίωνα, οἷς εἴρητο μαθεῖν εἰ μετριοπαθῶς σφίσι χρήσεται παραδοῦσιν αὑτούς. Αὔαρος δʼ αὐτῶν ἡγούμενος πολλὰ μὲν περὶ τῆς προαιρέσεως καὶ ἀνδρείας τῶν Νομαντίνων ἐσεμνολόγησε, καὶ ἐπεῖπεν ὡς οὐδὲ νῦν ἁμάρτοιεν, ὑπὲρ παίδων καὶ γυναικῶν καὶ ἐλευθερίας πατρίου κακοπαθοῦντες ἐς τοσόνδε κακοῦ. διὸ καὶ μάλιστα, εἶπεν, ὦ Σκιπίων, ἄξιόν ἐστι σέ, τοσῆσδε ἀρετῆς γέμοντα, φείσασθαι γένους εὐψύχου τε καὶ ἀνδρικοῦ, καὶ προτεῖναι τὰ φιλανθρωπότερα τῶν κακῶν ἡμῖν, ἃ καὶ δυνησόμεθα ἐνεγκεῖν, ἄρτι πειρώμενοι μεταβολῆς. ὡς οὐκ ἐφʼ ἡμῖν ἔτι ἐστίν, ἀλλʼ ἐπὶ σοί, τὴν πόλιν ἢ παραλαβεῖν, εἰ τὰ μέτρια κελεύοις, ἢ μαχομένην ὑπεριδεῖν ἀπολέσθαι.3 ὁ μὲν Αὔαρος ὧδε εἶπεν, ὁ δὲ Σκιπίων (ᾔσθετο γὰρ παρὰ τῶν αἰχμαλώτων τὰ ἔνδον) ἔφη δεῖν αὐτοὺς ἐγχειρίσαι τὰ κατὰ σφᾶς καὶ σὺν ὅπλοις παραδοῦναι τὴν πόλιν. ὧν ἀπαγγελθέντων οἱ Νομαντῖνοι, χαλεποὶ καὶ τέως ὄντες ὀργὴν ὑπʼ ἐλευθερίας ἀκράτου καὶ ἀηθείας ἐπιταγμάτων, τότε καὶ μᾶλλον ὑπὸ τῶν συμφορῶν ἠγριωμένοι τε καὶ ἀλλόκοτοι γεγονότες τὸν Αὔαρον καὶ τοὺς σὺν αὐτῷ πέντε πρέσβεις ἀπέκτειναν ὡς κακῶν ἀγγέλους καὶ τὸ σφέτερον ἀσφαλὲς ἴσως διῳκημένους παρὰ τῷ Σκιπίωνι.

此时努曼提亚人受饥馑所困,派遣了五人前往西庇阿处,受命探询若他们投降,西庇阿是否会宽和相待。领头的阿瓦鲁斯大谈努曼提亚人的崇高志向与英勇,并补充说他们如今亦未尝有犯错之处,他们历尽如此极端的苦难,只是为了儿女、妻子以及祖传的自由。 “因此,最重要的是,”他说道,“西庇阿啊,对你这位满载如此盛德之人而言,宽宥一个英武骁勇的族群,并向我们提出较为仁慈、尚可承受的苦难条件,乃是相称之举,因我们正初尝这命运之剧变。因为如今城邑的命运已不在我们掌握之中,而在你手中:倘若你提出适度的要求,便可接管此城;抑或任凭它在战斗中彻底灭亡。” 阿瓦鲁斯虽作此言,但西庇阿(因他已从战俘处获知城内实情)却表示,他们必须完全交出自身,并将城邑连同武器一并献出。当这些话回报城中时,努曼提亚人本就因不受拘束的自由和不习于受人驱使而性情暴戾,此刻在灾祸逼迫下更是变得野蛮而癫狂,竟将阿瓦鲁斯及随行的五位使者悉数杀害,视他们为凶信的使者,且疑心他们在西庇阿处私下谋求了自身的苟全。

语法注3 条
  1. 1593οὐκ ἐς πολὺ ἀρκέσειν ἐνόμιζεν

    不定式ἀρκέσειν在此作不及物动词用,意为“坚守、支撑”。其逻辑主语是前置分词短语的宾语“敌人(τοὺς πολεμίους)”,构成了依附于主句动词ἐνόμιζεν的宾格不定式间接引语结构。

  2. 1594παισὶν ἄλλοις τοσοῖσδε

    名词παῖς在此并非指“儿童”,而是指“仆从、奴仆”,这一点由下文出现的“将仆从们(τοὺς μὲν θεράποντας)打发回去”明确证实。指示代词τοσοῖσδε则承接前文提及的“五位朋友(πέντε φίλους)”,表示同等数量(即五名仆从与五匹马)。

  3. 1595ὡς οὐκ ἐφʼ ἡμῖν ἔτι ἐστίν, ἀλλʼ ἐπὶ σοί, τὴν πόλιν ἢ παραλαβεῖν, εἰ τὰ μέτρια κελεύοις, ἢ μαχομένην ὑπεριδεῖν ἀπολέσθαι.

    非人称结构“οὐκ ἐφʼ ἡμῖν ἔτι ἐστίν, ἀλλʼ ἐπὶ σοί”(不再取决于我们,而是取决于你)由连词ἤ... ἤ(或……或……)连接的两个不定式短语“τὴν πόλιν... παραλαβεῖν”(接管该城)与“ὑπεριδεῖν ἀπολέσθαι”(坐视其灭亡)作为真正的主语。连词ὡς则引出对前文陈述的理由解释(“因为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1593-1595