- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1596-1598
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
努曼提亚人历经极端饥馑与同类相食后归降,城中多人自尽,残存者出降后城市被西庇阿夷平,居民被变卖为奴。
μετὰ δʼ οὐ πολὺ πάντων αὐτοὺς τῶν ἐδεστῶν ἐπιλιπόντων, οὐ καρπὸν ἔχοντες, οὐ πρόβατον, οὐ πόαν, πρῶτα μέν, ὥσπερ τινὲς ἐν πολέμων ἀνάγκαις, δέρματα ἕψοντες ἐλιχμῶντο, ἐπιλιπόντων δʼ αὐτοὺς καὶ τῶν δερμάτων ἐσαρκοφάγουν ἕψοντες τὰ ἀνθρώπεια, πρῶτα μὲν τὰ τῶν ἀποθνησκόντων κοπτόμενα ἐν μαγειρείοις, ἐπὶ δʼ ἐκείνοις τῶν νοσούντων κατεφρόνουν, καὶ τοὺς ἀσθενεστέρους ἐβιάζοντο οἱ δυνατώτεροι. κακῶν τε οὐδὲν αὐτοῖς ἀπῆν, ἠγριωμένοις μὲν τὰς ψυχὰς ὑπὸ τῶν τροφῶν, τεθηριωμένοις δὲ τὰ σώματα ὑπὸ λιμοῦ καὶ λοιμοῦ καὶ κόμης καὶ χρόνου. οὕτω δʼ ἔχοντες αὑτοὺς ἐπέτρεπον τῷ Σκιπίωνι. ὁ δʼ ἐκέλευεν αὐτοὺς τῆς μὲν ἡμέρας ἐκείνης συνενεγκεῖν τὰ ὅπλα ἔνθα συνέταξε, τῆς δʼ ἐπιούσης προσελθεῖν ἐς ἕτερον χωρίον. οἱ δʼ ὑπερεβάλοντο τὴν ἡμέραν, ὁμολογήσαντες ὅτι πολλοὶ τῆς ἐλευθερίας ἔτι ἔχονται καὶ ἐθέλουσιν αὑτοὺς ἐξαγαγεῖν τοῦ βίου. τὴν οὖν ἡμέραν ᾔτουν ἐς τοῦ θανάτου τὴν διάθεσιν.
不久之后,所有的食物都告匮乏,他们既无粮食,亦无牲畜,甚至无青草,起初便像某些在战争困境中的人一样,煮皮革舔食;但当皮革也耗尽时,他们便烹煮人肉食之:起初是将死者之肉在屠宰厨房里剁碎分食,随后便不再顾恤病者,强者更向弱者施加暴力。一切惨祸无不降临于他们之身,他们的心灵因所食之物而狂乱,肉体则因饥饿、瘟疫、乱发与旷日持久的岁月而形同野兽。处于这般境况,他们向西庇阿投降。西庇阿命他们于当天将武器集中送到指定的地点,次日再前往另一处集结。然而他们推延了日期,坦陈许多人依然坚持自由,意欲自尽;他们请求给一天时间,以便安排自己的死亡。
τοσόσδε ἔρως ἐλευθερίας καὶ ἀνδραγαθίας ἦν ἐν πόλει βαρβάρῳ τε καὶ σμικρᾷ. ἐς γὰρ ὀκτακισχιλίους ἐπʼ εἰρήνης γενόμενοι οἷα μὲν καὶ ὅσα Ῥωμαίους ἔδρασαν, οἵας δὲ συνθήκας αὐτοῖς ἔθεντο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ, οὐδέσι ταῦτα συνθέσθαι Ῥωμαίων ὑποστάντων,1 οἷον δʼ ὄντα τὸν τελευταῖον στρατηγόν, ἓξ μυριάσιν αὐτοὺς περικαθήμενον, προυκαλέσαντο πολλάκις ἐς μάχην. ὁ δὲ ἦν ἄρα στρατηγικώτερος αὐτῶν, ἐς χεῖρας οὐκ ἰὼν θηρίοις, ἀλλὰ τῷ λιμῷ σφᾶς κατεργαζόμενος, ἀμάχῳ κακῷ, ᾧ δὴ καὶ μόνῳ ληφθῆναί τε δυνατὸν ἦν ἄρα Νομαντίνους, καὶ ἐλήφθησαν μόνῳ. ἐμοὶ μὲν δὴ ταῦτα περὶ Νομαντίνων εἰπεῖν ἐπῆλθεν, ἐς τὴν ὀλιγότητα αὐτῶν καὶ φερεπονίαν ἀφορῶντι, καὶ ἔργα πολλά, καὶ χρόνον ὅσον διεκαρτέρησαν· οἱ δὲ πρῶτα μὲν αὑτούς, οἱ βουλόμενοι, διεχρῶντο, ἕτερος ἑτέρως· οἱ λοιποὶ δʼ ἐξῄεσαν τρίτης ἡμέρας ἐς τὸ δεδομένον χωρίον, δυσόρατοί τε καὶ ἀλλόκοτοι πάμπαν ὀφθῆναι, οἷς τὰ μὲν σώματα ἦν ἀκάθαρτα καὶ τριχῶν καὶ ὀνύχων καὶ ῥύπου μεστά, ὠδώδεσαν δὲ χαλεπώτατον, καὶ ἐσθὴς αὐτοῖς ἐπέκειτο πιναρὰ καὶ ἥδε καὶ οὐχ ἧσσον δυσώδης. ἐφαίνοντο δὲ τοῖς πολεμίοις ἐλεεινοὶ μὲν ἀπὸ τῶνδε, φοβεροὶ δʼ ἀπὸ τῶν βλεμμάτων· ἔτι γὰρ αὐτοὺς ἐνεώρων ἔκ τε ὀργῆς καὶ λύπης καὶ πόνου καὶ συνειδότος ἀλληλοφαγίας.
在一个蛮族小城中,竟有如此对自由与勇烈之德的热忱!他们在和平时期不过八千之众,却对罗马人造成了何等巨大而众多的打击,又曾与罗马人订立了何等平等互惠的条约(而罗马人从未忍受与任何人订立过此等条约);而最后一位统帅又是何等人物,率领六万大军围困他们,他们却屡次向他发起挑战。然而那位统帅终究比他们更富将略,并不与这些困兽贴身相搏,而是以无法抗拒的灾难——饥馑来制伏他们,唯有借助饥馑方能攻陷努曼提亚人,而他们也唯独因饥馑而被攻陷。 我之所以生出记述这些关于努曼提亚人之事的念头,正是着眼于他们人数的稀少、忍受苦难的毅力、众多的功绩以及坚守时间之漫长。城中那些决意赴死之人,便各自以不同的方式自尽;其余的人则在第三天来到指定地点,其模样见之令人不忍卒睹,且全无常态:他们的身躯污秽不堪,布满蓬乱的毛发、长甲和污垢,散发出极其难闻的恶臭,所穿的衣衫同样肮脏不堪,恶臭不遑多让。他们因这些境况在敌人眼中显得十分可怜,但从眼神看来却令人胆寒,因为他们仍以夹杂着愤怒、悲痛、辛劳以及同类相食之罪责感的目光怒视着罗马人。
ἐπιλεξάμενος δʼ αὐτῶν πεντήκοντα ὁ Σκιπίων ἐς θρίαμβον, τοὺς λοιποὺς ἀπέδοτο, καὶ τὴν πόλιν κατέσκαψε, δύο μὲν τάσδε πόλεις δυσμαχωτάτας ἑλὼν στρατηγὸς ὅδε Ῥωμαίων, Καρχηδόνα μὲν αὐτῶν Ῥωμαίων ψηφισαμένων διὰ μέγεθος πόλεως τε καὶ ἀρχῆς καὶ εὐκαιρίαν γῆς καὶ θαλάσσης, Νομαντίαν δὲ σμικράν τε καὶ ὀλιγάνθρωπον, οὔπω τι Ῥωμαίων περὶ αὐτῆς ἐγνωκότων, αὐτός,2 εἴτε συμφέρειν Ῥωμαίοις ἡγούμενος, εἴτε ἄκρος ὢν ὀργὴν καὶ φιλόνεικος ἐς τὰ λαμβανόμενα, εἴθʼ ὡς ἔνιοι νομίζουσι, τὴν δόξαν ἡγούμενος διώνυμον ἐπὶ τοῖς μεγάλοις γίγνεσθαι κακοῖς· καλοῦσι γοῦν αὐτὸν οἱ Ῥωμαῖοι μέχρι νῦν, ἀπὸ τῶν συμφορῶν ἃς ἐπέθηκε ταῖς πόλεσιν, Ἀφρικανόν τε καὶ Νομαντῖνον. τότε δὲ τὴν γῆν τὴν Νομαντίνων τοῖς ἐγγὺς οἰκοῦσι διελών, καὶ ταῖς ἄλλαις πόλεσι χρηματίσας, καὶ εἴ τι ἦν ὕποπτον, ἐπιπλήξας τε καὶ ζημιώσας χρήμασιν, ἀπέπλευσεν ἐπʼ οἴκου.
西庇阿挑选了其中五十人用于凯旋仪式,将其余之人变卖为奴,并将城邑夷为平地。这位罗马将领因而攻陷了这两座极难攻克的城邑:迦太基乃是由于其城池与帝国的庞大,以及地利水泽之便,由罗马人亲自表决予以毁灭;而努曼提亚这处狭小且人口稀疏之城,在罗马人尚未对其作出任何决议之时,西庇阿便由自己作主予以摧毁,不知是他认为这符合罗马人的利益,还是因其性情极其暴戾、对所攻克者逞强不饶,抑或正如某些人所认为的那样,以为双重尊名须借巨大灾祸方能铸就。无论如何,罗马人至今仍依他加诸两城的灾难称他为‘阿非利加努斯’与‘努曼提努斯’。随后,他将努曼提亚人的土地分给邻近居民,为其他城邑作出处置裁断,对任何可疑者予以训诫并处以罚款,随后便扬帆返乡。
- 1597οὐδέσι ταῦτα συνθέσθαι Ῥωμαίων ὑποστάντων
属格绝对结构(genitive absolute)。Ῥωμαίων 为逻辑主语,ὑποστάντων(ὑφίσταμαι 的不定过去时分词,意为“承受”、“允诺”)为谓语分词。与格代词 οὐδέσι 作不定式 συνθέσθαι(“与……订约”)的宾语,整句意为“罗马人从未甘愿与任何其他人订立过这等条约”。
- 1598Νομαντίαν δὲ σμικράν τε καὶ ὀλιγάνθρωπον, οὔπω τι Ῥωμαίων περὶ αὐτῆς ἐγνωκότων, αὐτός
由对比引起的承前省略结构。前文的主动词 κατέσκαψε(“夷平”)在此处被省略。主格强调代词 αὐτός(“他自己”)与前述经罗马人决议破坏(Καρχηδόνα μὲν αὐτῶν Ῥωμαίων ψηφισαμένων)形成鲜明对照,强调西庇阿在罗马官方尚未定夺的情况下擅自摧毁了努曼提亚。
