- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1590-1592
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西庇阿在努曼提亚全城周围构筑双重壕沟、高墙与塔楼以实施严密封锁,并在水流湍急的杜里乌斯河设置布满刀刃的旋转原木阻绝水运与通信。随后他严密部署全军防区,并建立烽火、信号旗与传令兵相结合的高效联络网。
μετʼ οὐ πολὺ δὲ ἀγχοτάτω τῆς Νομαντίας δύο στρατόπεδα θέμενος, τῷ μὲν ἐπέστησε τὸν ἀδελφὸν Μάξιμον, τοῦ δὲ αὐτὸς ἡγεῖτο. Νομαντίνων δὲ θαμινὰ ἐκτασσόντων καὶ προκαλουμένων αὐτὸν ἐς μάχην ὑπερεώρα, οὐ δοκιμάζων ἀνδράσιν ἐξ ἀπογνώσεως μαχομένοις συμπλέκεσθαι μᾶλλον ἢ συγκλείσας αὐτοὺς ἑλεῖν λιμῷ. φρούρια δʼ ἑπτὰ περιθείς, πολιορκίαν ἐπιγράψας ἑκάστοις οὓς ἔδει πέμπειν. ὡς δὲ ἦλθον, ἐς μέρη πολλὰ διεῖλεν αὐτούς, καὶ τὴν ἑαυτοῦ στρατιὰν ἐπιδιεῖλεν· εἶθʼ ἡγεμόνας ἐπιστήσας ἑκάστῳ μέρει προσέταξε περιταφρεύειν καὶ περιχαρακοῦν τὴν πόλιν. ἦν δὲ ἡ περίοδος ἡ μὲν αὐτῆς Νομαντίας τέσσαρες καὶ εἴκοσι στάδιοι, ἡ δὲ τοῦ χαρακώματος ὑπὲρ τὸ διπλάσιον. καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον.1 καὶ προείρητο, εἴ τι ἐνοχλοῖεν οἱ πολέμιοι, σημεῖον ἐξαίρειν, ἡμέρας μὲν φοινικίδα ἐπὶ δόρατος ὑψηλοῦ, νυκτὸς δὲ πῦρ, ἵνα τοῖς δεομένοις ἐπιθέοντες αὐτός τε καὶ Μάξιμος ἀμύνοιεν. ὡς δʼ ἐξείργαστο πάντα αὐτῷ, καὶ τοὺς κωλύοντας εἶχεν ἱκανῶς ἀπομάχεσθαι, ἑτέραν τάφρον ὤρυσσεν οὐ μακρὰν ὑπὲρ ἐκείνην, καὶ σταυροὺς αὐτῇ περιεπήγνυ, καὶ τεῖχος ᾠκοδόμει, οὗ τὸ μὲν πάχος ἦν πόδες ὀκτώ, τὸ δὲ ὕψος δέκα χωρὶς τῶν ἐπάλξεων. πύργοι τε πανταχόθεν αὐτῷ διὰ πλέθρου περιέκειντο. καὶ λίμνην συνάπτουσαν οὐκ ἐνὸν περιτειχίσαι,2 χῶμα αὐτῇ περιέθηκεν ἴσον τῷ τείχει καὶ τὸ βάθος καὶ τὸ ὕψος, ὡς ἂν εἴη καὶ τόδε ἀντὶ τείχους.
不久之后,西庇阿在距离努曼提亚极近之处设立了两个营垒,将其中一个交由其兄长马克西穆斯统领,另一个则由自己亲自统帅。尽管努曼提亚人屡屡列阵出城搦战,他却一概不予理会,因为他不赞同与出于绝望而拼死作战之人交锋,而宁愿将他们围困起来以饥馑攻取。他在四周设立了七座堡垒,向各部指派了应派兵员的围城任务。待他们到来后,他将他们分成许多部分,并将自己的军队也作了细分;随后为各部分指派将领,命令他们在全城四周开挖堑壕并修筑栅栏。努曼提亚城本身的周长为二十四斯塔德,而栅栏防线的周长则是其两倍有余。这一切均由他按各区段分摊完毕。他预先下令,若敌军前来袭扰,便须升起信号——白天在长矛顶端悬挂红袍,夜晚则点燃烽火,以便他与马克西穆斯能迅速驰援呼救者。当这一切全部完工、且已能充分击退阻挠的敌人时,他在离前一道壕沟不远的外侧又挖了一条壕沟,沿壕设立桩栅,并修筑了一座厚八尺、除垛口外高十尺的城墙。城墙四周每隔一普勒特隆便建有一座塔楼。由于紧邻的湖泊无法筑墙环绕,他便沿湖修筑了一道在深度与高度上均与城墙相当的土堤,以便其亦能充当城墙。
οὕτω μὲν ὁ Σκιπίων ὅδε πρῶτος, ὡς ἐμοὶ δοκεῖ, περιετείχισε πόλιν οὐ φυγομαχοῦσαν· τόν τε Δόριον ποταμόν, συμφερόμενον τῷ περιτειχίσματι καὶ πολλὰ τοῖς Νομαντίνοις χρήσιμον ἔς τε ἀγορᾶς κομιδὴν καὶ διαπομπὴν ἀνδρῶν, ὅσοι κατʼ αὐτὸν κολυμβηταί τε καὶ σκάφεσι μικροῖς ἐλάνθανον, ἢ ἱστίοις, ὅτε λάβρον εἴη τὸ πνεῦμα, ἐβιάζοντο, ἢ κώπαις κατὰ τὸ ῥεῦμα, ζεῦξαι μὲν οὐκ ἐδύνατο πλατὺν ὄντα καὶ πάνυ ῥοώδη, φρούρια δὲ ἀντὶ γεφύρας αὐτῷ δύο περιθεὶς ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια.3 αἱ δʼ ὑπὸ τοῦ ῥοῦ, τοῖς ξίφεσι καὶ τοῖς ἀκοντίοις ἐμπίπτοντος, ἀεὶ περιστρεφόμεναι οὔτε διανηχομένους οὔτʼ ἐπιπλέοντας οὔτε ὑποδύνοντας εἴων λαθεῖν. τοῦτο δʼ ἦν οὗ μάλιστα ὁ Σκιπίων ἐπεθύμει, μηδενὸς αὐτοῖς ἐπιμιγνυμένου μηδʼ ἐσιόντος ἀγνοεῖν αὐτοὺς ὅ τι γίγνοιτο ἔξω· οὕτω γὰρ ἀπορήσειν ἀγορᾶς τε καὶ μηχανῆς πάσης. ὡς δʼ ἡτοίμαστο πάντα, καὶ καταπέλται μὲν ἐπέκειντο τοῖς πύργοις ὀξυβελεῖς τε καὶ λιθοβόλοι, ταῖς δʼ ἐπάλξεσι παρέκειντο λίθοι καὶ βέλη καὶ ἀκόντια, τὰ δὲ φρούρια τοξόται καὶ σφενδονῆται κατεῖχον, ἀγγέλους μὲν ἐπέστησε πυκνοὺς κατὰ τὸ ἐπιτείχισμα πᾶν, οἳ νυκτός τε καὶ ἡμέρας ἔμελλον ἄλλοι παρʼ ἄλλων τὸν λόγον ἐκδεχόμενοι μηνύσειν αὐτῷ τὰ γιγνόμενα, κατὰ δὲ πύργον ἐκέλευσεν, εἴ τι γίγνοιτο, σημεῖον ἐκ πρώτου τοῦ πονοῦντος αἴρεσθαι, καὶ τὸ αὐτὸ πάντας ἐπαίρειν ὅταν τὸν ἀρξάμενον θεάσωνται, ἵνα τὸ μὲν κίνημα παρὰ τοῦ σημείου θᾶσσον ἐπιγιγνώσκοι, τὸ δὲ ἀκριβὲς παρὰ τῶν ἀγγέλων. τῆς δὲ στρατιᾶς οὔσης σὺν τοῖς ἐπιχωρίοις ἐς ἑξακισμυρίους, τὸ μὲν ἥμισυ διετέτακτο αὐτῷ τειχοφυλακεῖν, καὶ ἐς τὰ ἀναγκαῖα, εἴ πῃ δεήσειε, μεταχωρεῖν, δισμύριοι δὲ τειχομαχήσειν ἔμελλον, ὅτε χρεία γένοιτο, καὶ τούτοις ἐφεδρεύειν ἕτεροι μύριοι. χωρίον δὲ καὶ τούτων ἑκάστοις διετέτακτο· καὶ μεταπηδᾶν, εἰ μὴ κελεύσειεν, οὐκ ἐξῆν. ἐς δὲ τὸ τεταγμένον εὐθὺς ἀνεπήδων, ὅτε τι σημεῖον ἐπιχειρήσεως ἐπαρθείη. οὕτω μὲν τῷ Σκιπίωνι πάντα ἀκριβῶς διετέτακτο·
就这样,依我之见,这位西庇阿乃是第一位将一座并未回避交战的城市以围墙彻底封锁的统帅。至于杜里乌斯河,它流经围墙防线,对努曼提亚人运入粮食及派遣人员极为有用——人们潜水穿行其间,或乘小舟隐秘往来,或在风劲时张帆强渡,或顺流操桨突围——由于该河宽阔且水流湍急,西庇阿无法架桥,便在河两岸各筑一座堡垒以代替桥梁,自两座堡垒用缆绳悬挂长木桁,将其放入河宽之中,其上密集地嵌满刀剑与标枪。这些木桁在水流冲击刀剑标枪的作用下不断旋转,使得无论是游水渡河者、乘舟浮水者还是潜水者,均无法隐匿通过。这正是西庇阿最渴望达到的目的:在无人与他们交往、无人得以进城的情况下,让他们对城外之事一无所知;因为如此一来,他们便会陷入粮食与一切计策皆穷竭的境地。 待万事俱备,投矛与投石的投射器均安置在塔楼之上,垛口旁备足了石块、箭矢与标枪,弓箭手与投石兵进驻各堡垒之后,他沿整个城防工事密集设立了传令兵,他们夜以继日地辗转相传口信,向他通报所发生的事态。他又下令,若有警情,先由受敌最急的塔楼升起信号,其余塔楼一见率先发信者便皆升起同样信号,以便他能借信号更快察知动静,并由传令兵得知确切详情。全军连同当地同盟军约有六万人,其中半数被派定守卫城墙,并在必要时移防至紧要之处;两万人预备在需要时登墙作战,另有一万人作为他们的预备队。这些人中每一个群体都分配了特定防区,未经命令不得擅离职守;而一旦升起遭遇袭击的信号,他们便立即奔赴各自指定的岗位。 就这样,西庇阿将一切部署得严谨周密。
- 1590καὶ τοῦτο διῄρητο πᾶν οἱ κατὰ μέρος ἕκαστον
附着代词 οἱ 为第三人称单数与格(相当于 αὐτῷ),与过去完成时被动语态动词 διῄρητο 连用,充当施事与格,意为“这一切均由他按各区段分摊完毕”。
- 1590οὐκ ἐνὸν περιτειχίσαι
由无人称动词 ἔνεστι(可能)的中性分词 ἐνόν 构成的对格绝对结构(accusative absolute),表示原因,意为“由于不可能(沿紧邻的湖泊)修筑城墙”。
- 1591ἀπήρτησε καλῳδίοις δοκοὺς μακρὰς ἐξ ἑκατέρου φρουρίου, καὶ ἐς τὸ πλάτος τοῦ ποταμοῦ μεθῆκεν, ἐχούσας ἐμπεπηγότα πυκνὰ ξίφη τε καὶ ἀκόντια
主要动词 ἀπήρτησε 与 μεθῆκεν 共享直接宾语 δοκοὺς μακρὰς,分词 ἐχούσας 与之同格修饰。而在分词短语内部,ἐμπεπηγότα 是动词 ἐμπήγνυμι 的完成时主动分词中性复数宾格,修饰 πυκνὰ ξίφη τε καὶ ἀκόντια,结构为“带有密集插入其间的刀剑与标枪的(长木桁)”。
