← 阿庇安

西班牙战记

§1487-1489

西庇阿的谨慎行军与伏兵击退

西庇阿在军队训练成形后推进至努曼提亚近旁,为避埋伏特选远道进军,扫荡瓦卡埃奥伊地区。行军途中,他凭借机智化解了敌军在科普拉尼乌姆、泥泞河畔及村落设下的多处伏击,并在朱古达率军来援后进入冬营。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1487

ὅτε δʼ εἴκασεν ὀξὺ καὶ εὐπειθὲς αὐτῷ καὶ φερέπονον γεγονέναι τὸ στράτευμα, μετέβαινεν ἀγχοῦ τῶν Νομαντίνων. προφυλακὰς δέ, ὥσπερ τινές, ἐπὶ φρουρίων οὐκ ἐποιεῖτο· οὐδὲ διῄρει ποι τὸν στρατὸν ὅλως, τοῦ μὴ τινὸς ἐν ἀρχῇ γενομένου πταίσματος εὐκαταφρόνητον τοῖς πολεμίοις αὐτὸν γενέσθαι,1 καὶ τέως καταφρονοῦσιν. οὐδʼ ἐπεχείρει τοῖς ἐχθροῖς, ἔτι περισκοπῶν αὐτόν τε τὸν πόλεμον καὶ τὸν καιρὸν αὐτοῦ καὶ τὴν τῶν Νομαντίνων ὁρμήν, ἐς ὅ τι τρέψοιντο. τὰ δὲ ὀπίσω τοῦ στρατοπέδου πάντα ἐχορτολόγει, καὶ τὸν σῖτον ἔκειρεν ἔτι χλωρόν. ὡς δʼ αὐτῷ ταῦτα ἐξετεθέριστο καὶ ἐς τὸ πρόσθεν ἔδει βαδίζειν, ὁδὸς μὲν ἦν παρὰ τὴν Νομαντίαν ἐπὶ τὰ πεδία σύντομος, καὶ πολλοὶ συνεβούλευον ἐς αὐτὴν τραπέσθαι. ὁ δʼ ἔφη τὴν ἐπάνοδον δεδιέναι, κούφων μὲν τότε τῶν πολεμίων ὄντων, καὶ ἐκ πόλεως ὁρμωμένων καὶ ἐς πόλιν ἀφορμώντων· οἱ δʼ ἡμέτεροι βαρεῖς ἐπανίασιν ὡς ἀπὸ σιτολογίας καὶ κατάκοποι, καὶ κτήνη καὶ ἁμάξας καὶ φορτία ἄγουσιν. δυσχερής τε ὅλως καὶ ἀνόμοιος ὁ ἀγών· ἡσσωμένοις μὲν γὰρ πολὺς ὁ κίνδυνος, νικῶσι δὲ οὐ μέγα τὸ ἔργον, οὐδʼ ἐπικερδές. εἶναι δʼ ἄλογον κινδυνεύειν ἐπὶ ὀλίγοις,2 καὶ στρατηγὸν ἀμελῆ τὸν ἀγωνιζόμενον πρὸ τῆς χρείας, ἀγαθὸν δὲ τὸν ἐν μόναις παρακινδυνεύοντα ταῖς ἀνάγκαις. συγκρίνων δʼ ἔφη καὶ τοὺς ἰατροὺς μὴ χρῆσθαι τομαῖς μηδὲ καύσεσι πρὸ φαρμάκων. ταῦτʼ εἰπὼν ἐκέλευε τοῖς ἡγεμόσι τὴν μακροτέραν περιάγειν. καὶ συνεξῄει τότε μὲν ἐς τὸ πέραν τοῦ στρατοπέδου, ὕστερον δὲ ἐς τὰ Οὐακκαίων, ὅθεν οἱ Νομαντῖνοι τὰς τροφὰς ἐωνοῦντο, κείρων ἅπαντα, καὶ τὰ χρήσιμα ἐς τὰς ἑαυτοῦ τροφὰς συλλέγων, τὰ δὲ περιττὰ σωρεύων τε καὶ κατακαίων.

当西庇阿断定他的军队已变得敏捷、驯服且能耐劳苦时,便向靠近努曼提亚人的地方转移。但他并未如某些将领那样在要塞中设立前哨,也根本没有把军队分散到任何地方,以免起初若有失误,会使这支军队招致本已心存轻慢的敌人的藐视。他亦未向敌军发动进攻,仍在一旁审视战争本身、战机以及努曼提亚人的动向,看他们究竟作何打算。他将营地后方的草料搜集一空,趁麦子尚青便加以收割。当这些粮食全部收割完毕而不得不向前推进时,有一条经过努曼提亚通往平原的捷径,许多人都建议走这条路。但他表示自己担忧回程,因为那时敌人身轻如燕,从城中杀出又可退回城中,“而我军将士如运粮归来般负重力竭,还牵引着牲畜、大车和辎重。交战势必极为不利且极不平等:若我们战败,则危险甚大;若战胜,战果既不显著亦无厚利可图。” 他又说,为微末小利而冒险是不合情理的,在必要之前便仓促交战的统帅是鲁莽的,唯有在迫不得已的危难关头才挺身涉险的才是良将。他还打比方说,医生在试过药物之前,亦绝不施以切除与烙灸。言毕,他命令将官们带队绕道远行。他随后率部出征,起初前往营地另一侧,其后进军至努曼提亚人购买粮食的瓦卡埃奥伊人领地,扫荡沿途的一切,收集有利于己方补给之物,将剩余的则堆积焚毁。

§1488

ἐν δέ τινι πεδίῳ τῆς Παλλαντίας, ὄνομα Κοπλανίῳ, πολλοὺς ἐπὶ τῶν ὀρῶν ὑπὸ λόφοις ἔκρυψαν οἱ Παλλάντιοι, καὶ ἑτέροις ἐς τὸ φανερὸν τοὺς σιτολογοῦντας ἠνώχλουν. ὁ δὲ Ῥουτίλιον Ῥοῦφον, συγγραφέα τῶνδε τῶν ἔργων, τότε χιλιαρχοῦντα, ἐκέλευσε τέσσαρας ἱππέων ἴλας λαβόντα ἀναστεῖλαι τοὺς ἐνοχλοῦντας. Ῥοῦφος μὲν οὖν ὑποχωροῦσιν αὐτοῖς ἀμέτρως εἵπετο, καὶ φεύγουσιν ἐς τὸν λόφον συνανεπήδα, ἔνθα τῆς ἐνέδρας ἐκφανείσης ἐκέλευε τοὺς ἱππέας μήτε διώκειν μήτε ἐπιχειρεῖν ἔτι, ἀλλʼ ἐν προβολῇ τὰ δόρατα θεμένους ἑστάναι καὶ ἐπιόντας ἀμύνεσθαι μόνον. ὁ δὲ Σκιπίων εὐθὺ ἀνατρέχοντος αὐτοῦ παρὰ τὸ πρόσταγμα δείσας εἵπετο κατὰ σπουδήν, καὶ ὡς ηὗρε τὴν ἐνέδραν, ἐς δύο διεῖλε τοὺς ἱππέας, καὶ προσέταξεν αὐτῶν ἑκατέροις παρὰ μέρος ἐμπηδᾶν τοῖς πολεμίοις, καὶ ἀκοντίσαντας ὁμοῦ πάντας εὐθὺς ἀναχωρεῖν, οὐκ ἐς τὸν αὐτὸν τόπον, ἀλλʼ ἀεὶ κατʼ ὀλίγον προστιθέντας ὀπίσω καὶ ὑποχωροῦντας. οὕτω μὲν τοὺς ἱππέας ἐς τὸ πεδίον περιέσωσεν· ἀναζευγνύοντι δʼ αὐτῷ καὶ ἀναχωροῦντι ποταμὸς ἦν ἐν μέσῳ δύσπορός τε καὶ ἰλυώδης, καὶ παρʼ αὐτὸν ἐνήδρευον οἱ πολέμιοι. ὁ δὲ μαθὼν ἐξέκλινε τῆς ὁδοῦ, καὶ μακροτέραν ἦγε καὶ δυσενέδρευτον, νυκτός τε ὁδεύων διὰ τὸ δίψος καὶ φρέατα ὀρύσσων, ὧν τὰ πλέονα πικρὰ ηὑρίσκετο. τοὺς μὲν οὖν ἄνδρας ἐπιμόχθως περιέσωσεν, ἵπποι δέ τινες αὐτοῦ καὶ ὑποζύγια ὑπὸ τῆς δίψης ἀπώλοντο.

在帕兰提亚一块名为科普拉尼乌姆的平原上,帕兰提亚人在山上的丘陵下隐匿了许多伏兵,另遣一部公开骚扰罗马的运粮兵。西庇阿遂命令记录此事的史家、当时担任军团长官的鲁提利乌斯·鲁福斯率领四队骑兵去驱逐袭扰者。鲁福斯在敌人撤退时不加节制地追击,并伴随溃逃的敌人冲上丘陵;伏兵在此现身,他便命令骑兵不得再行追击或进攻,而只需横矛警戒、伫立防守,仅抵御来犯之敌。西庇阿见他不顾军令直冲山冈,心生忧虑,急忙引兵赶来;在发现伏兵后,他将骑兵分成两队,命令他们轮流向敌军发起冲击,并在所有人一齐投掷标枪后立即后退,不是退回原处,而是一点点向后拉开距离徐徐撤退。他便以此法将骑兵安全解救回平原地带。然而在他拔营撤退之际,横亘在途中的是一条泥泞难渡的河流,敌人就在河畔设伏。西庇阿察觉后改变路线,走了一条更远且不易遭伏击的道路,因干渴而在夜间行军,沿途开凿水井,但发现井水大多苦涩。他虽艰难地保全了士兵,但有些战马和驮畜却因干渴而倒毙。

§1489

καὶ Καυκαίους δὲ παροδεύων, ἐς οὓς παρεσπόνδησε Λεύκολλος, ἐκήρυξε Καυκαίους ἐπὶ τὰ ἑαυτῶν ἀκινδύνως κατέρχεσθαι. καὶ παρῆλθεν ἐς τὴν Νομαντίνην χειμάσων, ἔνθα αὐτῷ καὶ Ἰογόρθας ἐκ Λιβύης ἀφίκετο, ὁ Μασσανάσσου υἱωνός, ἄγων ἐλέφαντας δυοκαίδεκα καὶ τοὺς συντασσομένους αὐτοῖς τοξότας τε καὶ σφενδονήτας. ἀεὶ δέ τι δῃῶν, καὶ τὰ περικείμενα πορθῶν, ἔλαθε περὶ κώμην ἐνεδρευθείς,3 ἣν ἐκ τοῦ πλέονος τέλμα πηλοῦ περιεῖχεν, ἐπὶ δὲ θάτερα φάραγξ ἦν, καὶ ἀφανὴς ἐν ἐκείνῃ λόχος ὑπεκρύπτετο. τῆς οὖν στρατιᾶς τῷ Σκιπίωνι διῃρημένης, οἱ μὲν τὴν κώμην ἐπόρθουν ἐσελθόντες, τὰ σημεῖα ἔξω καταλιπόντες, οἱ δὲ περιίππευον οὐ πολλοί. τούτοις οὖν ἐμπίπτουσιν οἱ λοχῶντες. καὶ οἱ μὲν αὐτοὺς ἀπεμάχοντο, ὁ δὲ Σκιπίων (ἔτυχε γὰρ πρὸ τῆς κώμης παρὰ τὰ σημεῖα ἑστώς) ἀνεκάλει τῇ σάλπιγγι τοὺς ἔνδον, καὶ πρὶν αὐτῷ γενέσθαι χιλίους, τοῖς ἱππεῦσιν ἐνοχλουμένοις ἐπεβοήθει. τοῦ δὲ στρατοῦ τοῦ πλέονος ἐκ τῆς κώμης ἐκδραμόντος, ἐτρέψατο μὲν ἐς φυγὴν τοὺς πολεμίους, οὐ μὴν ἐδίωκε φεύγοντας, ἀλλʼ ἐς τὸν χάρακα ἀνεχώρει πεσόντων ἑκατέρωθεν ὀλίγων.

在路经卢库鲁斯曾背信弃义攻打的高凯奥伊人领地时,他宣告高凯奥伊人可以平安返回家园。随后他前往努曼提亚地区准备过冬,马萨纳萨之孙朱古达亦从利比亚赶来与他会合,带来了十二头战象以及配属的弓箭手和投石手。西庇阿在不断劫掠摧毁周边地区时,不知不觉在靠近一座村庄处陷入伏击;该村庄大半被泥沼环绕,另一侧则是峡谷,伏兵便隐匿其中。当时西庇阿的部队分散开来,有的将士将军旗留在外面,进入村内劫掠,少数骑兵则在四周巡弋。伏兵突袭了这些骑兵。正当将士奋力抵抗时,西庇阿(恰巧立在村前的军旗旁)吹响军号召回村内的士兵,在聚集不到千人时便赶去救援陷入苦战的骑兵。待大部队从村中冲出后,他击溃了敌人,却未追击败军,而在双方各有少数伤亡后撤回了营地。

语法注3 条
  1. 1487τοῦ μὴ τινὸς ἐν ἀρχῇ γενομένου πταίσματος εὐκαταφρόνητον τοῖς πολεμίοις αὐτὸν γενέσθαι

    冠词属格 τοῦ 与不定式 γενέσθαι 构成表示目的或预防的句式(τοῦ μή + 不定式,“为了不让……”)。其中嵌入了属格独立结构 τινὸς ... πταίσματος(“倘若最初发生失误”)。不定式的宾格主语 αὐτόν 指代军队(τὸν στρατόν)。

  2. 1487εἶναι δʼ ἄλογον κινδυνεύειν ἐπὶ ὀλίγοις

    紧接此前一段具有直接引语口吻的叙述(οἱ δʼ ἡμέτεροι...)之后,此处再度回到由前文 ἔφη 统摄的间接引语(宾格不定式结构)。εἶναι 充当非人称谓语,真正的主语是其后的不定式 κινδυνεύειν。

  3. 1489ἔλαθε περὶ κώμην ἐνεδρευθείς

    动词 λανθάνω 搭配主格分词(此处为被动过去分词 ἐνεδρευθείς)的习惯句式,意为“不知不觉被……”或“在未察觉之中遭遇……”,表示西庇阿在事先未曾发觉伏兵的情况下陷入了埋伏。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1487-1489