← 阿庇安

西班牙战记

§1484-1486

小西庇阿整肃军纪与部队训练

小西庇阿破例再次当选执政官前往西班牙,对懈怠奢靡的军营进行彻底的整肃,并通过严苛的筑营和行军训练重铸军队的战斗力与纪律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1484

ἐν δὲ Ῥώμῃ κάμνων ὁ δῆμος ἐπὶ τοῖς Νομαντίνοις, μακροῦ καὶ δυσχεροῦς τοῦ πολέμου σφίσι παρὰ προσδοκίαν γεγονότος, ᾑροῦντο Κορνήλιον Σκιπίωνα τὸν Καρχηδόνα ἑλόντα αὖθις ὑπατεύειν, ὡς μόνον ἐπικρατῆσαι τῶν Νομαντίνων δυνάμενον. ὁ δὲ καὶ τότε ἦν ἔτι νεώτερος τῆς νενομισμένης τοῖς ὑπατεύουσιν ἡλικίας· ἡ οὖν βουλὴ πάλιν, ὥσπερ ἐπὶ Καρχηδονίοις αὐτοῦ χειροτονουμένου Σκιπίωνος,1 ἐψηφίσατο τοὺς δημάρχους λῦσαι τὸν περὶ τῆς ἡλικίας νόμον, καὶ τοῦ ἐπιόντος ἔτους αὖθις θέσθαι. οὕτω μὲν ὁ Σκιπίων αὖθις ὑπατεύων ἐς Νομαντίαν ἠπείγετο, στρατιὰν δʼ ἐκ καταλόγου μὲν οὐκ ἔλαβε πολλῶν τε πολέμων ὄντων καὶ πολλῶν ἀνδρῶν ἐν Ἰβηρίᾳ, ἐθελοντὰς δέ τινας, ἔκ τε πόλεων καὶ βασιλέων ἐς χάριν ἰδίαν πεμφθέντας αὐτῷ, συγχωρούσης τῆς βουλῆς ἐπηγάγετο, καὶ πελάτας ἐκ Ῥώμης καὶ φίλους πεντακοσίους, οὓς ἐς ἴλην καταλέξας ἐκάλει φίλων ἴλην. πάντας δὲ ἐς τετρακισχιλίους γενομένους παραδοὺς ἄγειν ἀδελφιδῷ Βουτέωνι, σὺν ὀλίγοις αὐτὸς προεξώρμησεν ἐς Ἰβηρίαν ἐπὶ τὸ στρατόπεδον, πυνθανόμενος αὐτὸ γέμειν ἀργίας καὶ στάσεων καὶ τρυφῆς, εὖ εἰδὼς ὅτι μὴ κρατήσει πολεμίων πρὶν κατασχεῖν τῶν ἰδίων ἐγκρατῶς.2

在罗马,民众因对努曼提亚人的战争出人意料地漫长而艰苦而疲惫不堪,遂再次推举攻克迦太基的科尔内利乌斯·西庇阿出任执政官,认定唯有他能够战胜努曼提亚人。然而彼时他仍未达到出任执政官的法定年龄;于是元老院再次决议——如同当初为对迦太基作战而推举西庇阿时一样——令保民官废止有关年龄的法律,并在次年重新颁行。西庇阿就这样再次担任执政官并赶赴努曼提亚;由于战事频仍且在西班牙已有大批兵员,他并未从常规征募中获得军队,而是在元老院的同意下,率领由各城邦与诸王出于私人交情派遣予他的一些志愿兵,以及从罗马随行的五百名门客与友人,他将这些人编入一个骑兵连,称之为“友军连”。他将这些人总计约四千人托付给侄子布特奥统领,自己则带着少数随从先行赶往西班牙的军营,因为他获悉营中充满了怠惰、纷争与奢靡,深知若不牢牢约束本部军队,便绝不可能战胜敌人。

§1485

ἐλθὼν δὲ ἐμπόρους τε πάντας ἐξήλαυνε καὶ ἑταίρας καὶ μάντεις καὶ θύτας, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶται περιδεεῖς γεγονότες ἐχρῶντο συνεχῶς· ἔς τε τὸ μέλλον ἀπεῖπε μηδὲν ἐσφέρεσθαι τῶν περισσῶν, μηδὲ ἱερεῖον ἐς μαντείαν πεποιημένον. ἐκέλευσε δὲ καὶ τὰς ἁμάξας καὶ τὰ περισσὰ τῶν ἐς αὐτὰς τιθεμένων καὶ τὰ ὑποζύγια, χωρὶς ὧν αὐτὸς ὑπελείπετο, πραθῆναι. καὶ σκεῦος οὐκ ἐξῆν ἐς δίαιταν ἔχειν οὐδενὶ πλὴν ὀβελοῦ καὶ χύτρας χαλκῆς καὶ ἐκπώματός ἑνός. τά τε σιτία αὐτοῖς ὥριστο κρέα ζεστὰ καὶ ὀπτὰ εἶναι. κλίνας τε ἀπεῖπεν ἔχειν, καὶ πρῶτος ἐπὶ στιβάδων ἀνεπαύετο. ἀπεῖπε δὲ καὶ ὁδεύοντας ἡμιόνοις ἐπικαθέζεσθαι· τί γὰρ ἐν πολέμῳ προσδοκᾶν ἔφη παρʼ ἀνδρὸς οὐδὲ βαδίζειν δυναμένου; κἀν τοῖς ἀλείμμασι καὶ λουτροῖς ἑαυτοὺς ἤλειφον, ἐπισκώπτοντος τοῦ Σκιπίωνος ὡς αἱ ἡμίονοι χεῖρας οὐκ ἔχουσαι χρῄζουσι τριβόντων. οὕτω μὲν αὐτοὺς ἐς σωφροσύνην μετέβαλλεν ἀθρόως, εἴθιζε δὲ καὶ ἐς αἰδῶ καὶ φόβον, δυσπρόσιτος ὢν καὶ δυσχερὴς ἐς τὰς χάριτας, καὶ μάλιστα τὰς παρανόμους. ἔλεγέ τε πολλάκις τοὺς μὲν αὐστηροὺς καὶ ἐννόμους τῶν στρατηγῶν τοῖς οἰκείοις, τοὺς δὲ εὐχερεῖς καὶ φιλοδώρους τοῖς πολεμίοις εἶναι χρησίμους· τὰ γὰρ στρατόπεδα τοῖς μὲν εἶναι κεχαρισμένα τε καὶ καταφρονητικά, τοῖς δὲ σκυθρωπὰ μὲν εὐπειθῆ δὲ καὶ πᾶσιν ἕτοιμα.3

抵达之后,他驱逐了所有的商人、娼妓,以及士兵因灾厄而极度恐惧时频频求助的占卜者和祭司;同时下令今后不得带入任何奢侈物品,亦不得带入用于占卜的祭牲。他还下令将大车、装在车上的多余辎重以及驮畜变卖,仅留下他自己保留的部分。军营起居用具除了一根烤肉签、一口铜锅和一个杯子之外,任何人不得私有。他们的伙食也被限定为煮肉或烤肉。他下令禁止备有床榻,自己首先睡在草垫上。他还禁止在行军时骑乘骡子,说道:“对于一个连路都走不动的士兵,在战争中还能指望他做些什么呢?”此外在涂油与沐浴时,士兵们必须自行擦拭,西庇阿嘲弄他们说,只有骡子因为没有手才需要人去擦洗。他就这样一下子使他们转归克制,并以难以接近、严于施恩(尤其是违法的私恩)的作风,使他们习惯于敬重与畏惧。他屡次说道,严苛守法的统帅有利于己方,而宽泛好施的统帅则有利于敌军;因为军士对后者虽然心怀惬意却易生轻慢,对前者虽有怨色却绝对服从且随时待命。

§1486

οὐ μὴν οὐδʼ ὣς ἐτόλμα πολεμεῖν πρὶν αὐτοὺς γυμνάσαι πόνοις πολλοῖς. τὰ οὖν ἀγχοτάτω πεδία πάντα περιιών, ἑκάστης ἡμέρας, ἄλλο μετʼ ἄλλο στρατόπεδον ἤγειρέ τε καὶ καθῄρει, καὶ τάφρους ὤρυσσε βαθυτάτας καὶ ἐνεπίμπλη, τείχη τε μεγάλα ᾠκοδόμει καὶ κατέφερεν, αὐτὸς ἐξ ἠοῦς ἐς ἑσπέραν ἅπαντα ἐφορῶν. τὰς δὲ ὁδοιπορίας, ἵνα μή τις ὡς πάλαι διασκιδνῷτο, ἦγεν ἐν πλινθίοις ἀεί, καὶ τὴν δεδομένην ἑκάστῳ τάξιν οὐκ ἦν ἐναλλάξαι. περιιών τε τὴν ὁδοιπορίαν, καὶ τὰ πολλὰ οὐραγῶν, τοὺς μὲν ἀρρωστοῦντας ἐπὶ τοὺς ἵππους ἀνεβίβαζεν ἀντὶ τῶν ἱππέων, τὰ δὲ βαροῦντα τὰς ἡμιόνους ἐς τοὺς πεζοὺς διεμέριζεν. εἰ δὲ σταθμεύοι, τοὺς μὲν προφύλακας τῆς ἡμέρας ἐκ τῆς ὁδοιπορίας ἔδει περὶ τὸν χάρακα ἵστασθαι, καὶ ἱππέων ἑτέραν ἴλην περιτρέχειν· οἱ δʼ ἄλλοι τὰ ἔργα διῄρηντο, καὶ τοῖς μὲν ταφρεύειν ἐτέτακτο, τοῖς δὲ τειχίζειν, τοῖς δὲ σκηνοποιεῖν, χρόνου τε μῆκος ὡρίζετο αὐτοῖς καὶ διεμετρεῖτο.

即便如此,在通过诸多劳役充分磨砺他们之前,他依然不敢轻言战事。于是他巡行于邻近的所有平原,日复一日地接连筑起军营又予以拆毁,挖掘极深的壕沟又将其填平,修筑高大的营墙又将其推倒,自己则从清晨到黄昏全程监督这一切。在行军时,为防有人如往昔那般散乱掉队,他始终维持方阵前行,且任何人不得擅自变动分配到的编队。他在行军队伍中四处巡查,且多半在后方压阵,让患病者替代骑兵骑上战马,而将压垮骡子的重负分摊给步兵。每当扎营时,当日从行军中指派的前哨守卫必须立于栅栏四周,另有一队骑兵巡回巡逻;其余士兵则分工劳作,有的受命掘壕,有的筑墙,有的搭设帐篷,并且为他们规定并测度了严格的限定时间。

语法注3 条
  1. 1484ὥσπερ ἐπὶ Καρχηδονίοις αὐτοῦ χειροτονουμένου Σκιπίωνος

    αὐτοῦ ... χειροτονουμένου Σκιπίωνος 为属格绝对结构。介词短语 ἐπὶ Καρχηδονίοις 表示“针对迦太基人之战”,说明此前选举的具体军事目的或背景。

  2. 1484ὅτι μὴ κρατήσει πολεμίων πρὶν κατασχεῖν τῶν ἰδίων ἐγκρατῶς

    在接在 εὖ εἰδὼς ὅτι 之后的间接引语从句中,使用了否定词 μή 而非 οὐ,表达强烈的说话者主观确信或誓言般的决断。由 πρίν 引导的不定式 κατασχεῖν 的逻辑主语在文脉上即为主句主语西庇阿本人。

  3. 1485τὰ γὰρ στρατόπεδα τοῖς μὲν εἶναι κεχαρισμένα τε καὶ καταφρονητικά, τοῖς δὲ σκυθρωπὰ μὲν εὐπειθῆ δὲ καὶ πᾶσιν ἕτοιμα

    本句承接前文,构成倒置对照(交叉配列)。前句先言严苛守法之将(τοὺς μὲν αὐστηρούς...),后言宽仁好施之将(τοὺς δὲ εὐχερεῖς...);而本解释分句中的 τοῖς μὲν 指代后者(士兵心生惬意却起轻蔑),τοῖς δὲ 则指代前者(士兵面带怨色却肃然服从)。同时,κεχαρισμένα 作被动解(“受取悦的/心满意足的”),καταφρονητικά 则作主动解(“轻慢无礼的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1484-1486