← 阿庇安

西班牙战记

§1381-1383

埃米利乌斯溃败与曼齐努斯的引渡

埃米利乌斯无视元老院的禁令强行围攻帕兰提亚,终因粮尽惨败溃退,在罗马被褫夺军权并遭罚款;与此同时,因订立屈辱条约的曼齐努斯被判赤身引渡给努曼提亚人,但遭到对方拒绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1381

κατέλαβον δʼ αὐτοὺς ἀπὸ Ῥώμης πρέσβεις Κίννας τε καὶ Καικίλιος, οἳ τὴν βουλὴν ἔφασαν ἀπορεῖν εἰ τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων ὁ Αἰμίλιος πόλεμον ἕτερον ἀρεῖται,1 καὶ ψήφισμα ἐπέδοσαν αὐτῷ προαγορεῦον Αἰμίλιον Οὐακκαίοις μὴ πολεμεῖν. ὁ δὲ ἀρξάμενός τε ἤδη τοῦ πολέμου, καὶ τὴν βουλὴν τοῦτʼ ἀγνοεῖν ἡγούμενος, ἀγνοεῖν δʼ ὅτι καὶ Βροῦτος αὐτῷ συνεπιλαμβάνει καὶ σῖτον καὶ χρήματα καὶ στρατιὰν Οὐακκαῖοι τοῖς Νομαντίνοις παρέσχον, ἔσεσθαι δὲ καὶ τὴν ἀνάζευξιν τοῦ πολέμου φοβερὰν ὑπολαβών, καὶ σχεδὸν Ἰβηρίας ὅλης διάλυσιν, εἰ καταφρονήσειαν ὡς δεδιότων, τοὺς μὲν ἀμφὶ τὸν Κίνναν ἀπράκτους ἀπέλυσε, καὶ τάδε αὐτὰ ἐπέστειλε τῇ βουλῇ, αὐτὸς δὲ ὀχυρωσάμενος φρούριον, μηχανὰς ἐν αὐτῷ συνεπήγνυτο καὶ σῖτον συνέφερεν. Φλάκκος δʼ αὐτῷ σιτολογῶν, ἐνέδρας ἐκφανείσης, εὐμηχάνως διέδωκεν ὅτι Παλλαντίαν ἐξεῖλεν Αἰμίλιος· καὶ τοῦ στρατοῦ συναλαλάξαντος ὡς ἐπὶ νίκῃ, πυθόμενοι τούτων οἱ βάρβαροι καὶ ἀληθῆ νομίσαντες ἀπεχώρουν. Φλάκκος μὲν δὴ τὴν ἀγορὰν κινδυνεύουσαν ὧδε περιέσωζε.

来自罗马的使者辛纳与凯基利乌斯赶上了他们,声称元老院对埃米利乌斯在罗马于西班牙遭受如此惨重失败之际还要挑起另一场战争深感不解,并向他递交了一份勒令埃米利乌斯不得向瓦卡埃伊人开战的决议。然而埃米利乌斯已经发起了战争,并认为元老院既不知晓此事,亦不知晓布鲁图斯正与他通力协作,更不知晓瓦卡埃伊人曾向努曼提亚人提供粮食、金钱和军队;加之他料定若从战事中撤退将会极其危险,若被视同畏怯而遭轻视,几乎整个西班牙都将分崩离析,遂将辛纳一行无功遣回,并将上述理由具函禀报元老院。他本人则修筑了一座要塞,在其中装配器械、集聚粮食。弗拉库斯为其征粮时遭遇伏击,机智地散布消息称“埃米利乌斯已攻陷帕兰提亚”;军队亦随之爆发仿佛庆祝胜利的欢呼,蛮族闻声信以为真,便退兵而去。弗拉库斯就这样保全了危在旦夕的运粮队。

§1382

μακρᾶς δὲ τῆς ἐπὶ τῇ Παλλαντίᾳ πολιορκίας οὔσης αἱ τροφαὶ Ῥωμαίους ἐπέλειπον, καὶ λιμὸς ἥπτετο αὐτῶν, καὶ τὰ ὑποζύγια πάντα ἔφθαρτο, καὶ πολλοὶ τῶν ἀνθρώπων ἐξ ἀπορίας ἀπέθνησκον. οἱ στρατηγοὶ δέ, Αἰμίλιός τε καὶ Βροῦτος, ἐς μὲν πολὺ διεκαρτέρουν, ἡσσώμενοι δʼ ὑπὸ τοῦ κακοῦ νυκτὸς ἄφνω περὶ ἐσχάτην φυλακὴν ἐκέλευον ἀναζευγνύναι· χιλίαρχοί τε καὶ λοχαγοὶ περιθέοντες ἐπέσπευδον ἅπαντας ἐς τοῦτο πρὸ ἕω. οἱ δὲ σὺν θορύβῳ τά τε ἄλλα πάντα καὶ τοὺς τραυματίας καὶ τοὺς νοσοῦντας ἀπέλιπον, συμπλεκομένους τε σφίσι καὶ δεομένους. καὶ αὐτοῖς ἀτάκτου καὶ θορυβώδους τῆς ἀναχωρήσεως γιγνομένης καὶ φυγῇ μάλιστα ὁμοίας, οἱ Παλλάντιοι πανταχόθεν ἐπικείμενοι πολλὰ ἔβλαπτον ἐξ ἠοῦς ἐπὶ ἑσπέραν. νυκτὸς δὲ ἐπιλαβούσης Ῥωμαῖοι μὲν ἐς τὰ πεδία ἑαυτοὺς ἐρρίπτουν ἀνὰ μέρος, ὡς τύχοιεν, ἄσιτοί τε καὶ κατάκοποι, οἱ δὲ Παλλάντιοι θεοῦ σφᾶς ἀποτρέποντος ἀνεχώρουν. καὶ τάδε μὲν ἦν περὶ Αἰμίλιον.

由于对帕兰提亚的围困旷日持久,罗马军粮食断绝,饥荒侵袭军中,所有驮畜尽皆死绝,大批士兵因困匮而殒命。两位统帅埃米利乌斯与布鲁图斯苦撑良久,最终难敌灾困,于夜间将尽的末更突然下令撤退;副团长与百夫长们四处奔走,催促全军务必在黎明前动身。士兵们在一片混乱中弃置了所有辎重,甚至抛下了紧紧拉住他们苦苦哀求的伤员和病患。撤退变得杂乱喧嚷,几同溃逃,帕兰提亚人从四面合围压迫,自清晨至黄昏给罗马军造成了惨重的杀伤。夜幕降临后,饥疲交加的罗马人各自分散随处卧倒于平原上,而帕兰提亚人受神灵阻止,收兵而回。这便是埃米利乌斯一事的始末。

§1383

Ῥωμαῖοι δʼ αὐτὰ πυθόμενοι τὸν μὲν Αἰμίλιον παρέλυσαν τῆς στρατηγίας τε καὶ ὑπατείας, καὶ ἰδιώτης ἐς Ῥώμην ὑπέστρεφε, καὶ χρήμασιν ἐπεζημιοῦτο· Μαγκίνῳ δʼ ἐδίκαζον καὶ τοῖς πρέσβεσι τοῖς Νομαντίνων. οἱ μὲν δὴ τὰς συνθήκας, ἃς ἐπεποίηντο πρὸς Μαγκῖνον, ἐπεδείκνυον· ὁ δὲ τὴν αἰτίαν αὐτῶν ἐς Πομπήιον ἀνέφερε τὸν πρὸ αὐτοῦ γενόμενον στρατηγόν, ὡς ἀργὸν καὶ ἄπορον τὸν στρατὸν ἐγχειρίσαντά οἱ, καὶ διʼ αὐτὸ κἀκεῖνον ἡσσημένον τε πολλάκις καὶ συνθήκας ὁμοίας αὐτῷ θέμενον πρὸς τοὺς Νομαντίνους·2 ὅθεν ἔφη καὶ τὸν πόλεμον τόνδε, παρὰ τὰς συνθήκας ἐκείνας ὑπὸ Ῥωμαίων ἐψηφισμένον, ἀπαίσιον αὐτοῖς γεγονέναι. οἱ δʼ ἐχαλέπαινον μὲν ἀμφοτέροις ὁμοίως, ἀπέφυγε δʼ ὅμως Πομπήιος ὡς περὶ τῶνδε κριθεὶς καὶ πάλαι. Μαγκῖνον δʼ ἔγνωσαν ἐκδοῦναι τοῖς Νομαντίνοις, ἄνευ σφῶν αἰσχρὰς συνθήκας πεποιημένον, ᾧ λόγῳ καὶ Σαυνίταις οἱ πατέρες, ὅμοια χωρὶς αὐτῶν συνθεμένους, ἡγεμόνας εἴκοσιν ἐξεδεδώκεσαν.3 Μαγκῖνον μὲν δὴ Φούριος ἀγαγὼν ἐς Ἰβηρίαν γυμνὸν παρεδίδου τοῖς Νομαντίνοις· οἱ δὲ οὐκ ἐδέξαντο. στρατηγὸς δὲ ἐπʼ αὐτοὺς αἱρεθεὶς Καλπούρνιος Πίσων οὐδʼ ἤλασεν ἐπὶ Νομαντίαν, ἀλλʼ ἐς τὴν Παλλαντίων γῆν ἐσβαλών, καὶ μικρὰ δῃώσας, ἐχείμαζεν ἐν Καρπητανίᾳ τὸ ἐπίλοιπον τῆς ἀρχῆς.

罗马人获悉此事后,罢免了埃米利乌斯的统帅权与执政官职,他遂作为平民返回罗马并被处以罚金;罗马人同时对曼齐努斯和努曼提亚使节进行了审理。使节们出示了同曼齐努斯订立的条约,曼齐努斯则将责任推卸给先于他的将领庞培乌斯,辩称庞培乌斯交给他的是一支毫无战力且陷入困境的军队,且正因如此庞培乌斯自己也屡遭挫败并同努曼提亚人缔结了类似的条约;因此他坚称,罗马人违背此前和约而决议发动的这场战争,对他们而言也变得不祥。罗马人对两人同样愤恨,但庞培乌斯仍获判无罪,因为此前早已就此案作过审理;他们则决议将背着他们缔结屈辱条约的曼齐努斯引渡给努曼提亚人,其理由正如先祖们当年曾将二十位背着罗马人订立同等和约的指挥官引渡给萨姆奈特人一样。富里乌斯遂将曼齐努斯押送至西班牙,赤身裸体交付给努曼提亚人,但对方拒绝接收。当选为讨伐他们的统帅的卡尔普尔尼乌斯·皮索甚至未曾进军努曼提亚,而是入侵帕兰提亚人的领地,稍加蹂躏后,便在卡佩塔尼亚冬营度过了余下的任期。

语法注3 条
  1. 1381ἀπορεῖν εἰ τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων ὁ Αἰμίλιος πόλεμον ἕτερον ἀρεῖται

    由 εἰ 引导的从句充当动词 ἀπορεῖν(困惑/怀疑)的间接疑问从句,意为“困惑于……是否……”。其中插入的 τοσῶνδε πταισμάτων σφίσιν ἐν Ἰβηρίᾳ γενομένων 为属格绝对结构,表示让步或背景因由(“鉴于/尽管他们在西班牙已遭逢如此惨重的败绩”)。

  2. 1383ὡς ἀργὸν καὶ ἄπορον τὸν στρατὸν ἐγχειρίσαντά οἱ, καὶ διʼ αὐτὸ κἀκεῖνον ἡσσημένον τε πολλάκις καὶ συνθήκας ὁμοίας αὐτῷ θέμενον πρὸς τοὺς Νομαντίνους

    该结构为跟在主要动词 ἀνέφερε(归咎/推卸)之后的 ὡς 引导的分词短语,表示曼齐努斯主观声称的辩解理由。分词 ἐγχειρίσαντα、ἡσσημένον 以及 θέμενον 均为阳性单数宾格,在语法格上一致修饰作为逻辑主语的前任将领庞培乌斯(Πομπήιον)。

  3. 1383ᾧ λόγῳ καὶ Σαυνίταις οἱ πατέρες, ὅμοια χωρὶς αὐτῶν συνθεμένους, ἡγεμόνας εἴκοσιν ἐξεδεδώκεσαν

    短语 ᾧ λόγῳ 意为“依循相同的理据/前例”(指代罗马历史上考狄乌姆峡谷战役后的先例)。从属分词 συνθεμένους 为复数宾格,修饰作为谓语动词 ἐξεδεδώκεσαν 直接宾语的 ἡγεμόνας εἴκοσιν(二十名将领)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1381-1383