← 阿庇安

西班牙战记

§11-13

伊比利亚半岛的地势居民与征服概述

作者概述了以比利牛斯山脉为界的伊比利亚半岛的地理特征、宏大规模及早期移民,随后介绍了迦太基的干预、罗马的征服与三分建制,并说明了本书的编纂体例与宗旨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

Ὄρος ἐστὶ Πυρήνη διῆκον ἀπὸ τῆς Τυρρηνικῆς θαλάσσης ἐπὶ τὸν βόρειον ὠκεανόν, οἰκοῦσι δʼ αὐτοῦ πρὸς μὲν ἕω Κελτοί, ὅσοι Γαλάται τε καὶ Γάλλοι νῦν προσαγορεύονται, πρὸς δὲ δύσεων Ἴβηρές τε καὶ Κελτίβηρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους, περιιόντες δʼ ἐν κύκλῳ διὰ τῶν Ἡρακλείων στηλῶν ἐπὶ τὸν βόρειον ὠκεανόν. οὕτως ἐστὶν ἡ Ἰβηρία περίκλυστος, ὅτι μὴ1 τῇ Πυρήνῃ μόνῃ, μεγίστῳ τῶν Εὐρωπαίων ὀρῶν καὶ ἰθυτάτῳ σχεδὸν ἁπάντων· τοῦ δὲ περίπλου τοῦδε τὸ μὲν Τυρρηνικὸν πέλαγος διαπλέουσιν ἐπὶ τὰς στήλας τὰς Ἡρακλείους, τὸν δʼ ἑσπέριον καὶ τὸν βόρειον ὠκεανὸν οὐ περῶσιν, ὅτι μὴ πορθμεύεσθαι μόνον ἐπὶ Βρεττανούς, καὶ τοῦτο ταῖς ἀμπώτεσι τοῦ πελάγους συμφερόμενοι· ἔστι δʼ αὐτοῖς ὁ διάπλους ἥμισυ ἡμέρας, καὶ τὰ λοιπὰ οὔτε Ῥωμαῖοι οὔτε τὰ ἔθνη τὰ ὑπὸ Ῥωμαίοις πειρῶνται τοῦδε τοῦ ὠκεανοῦ. μέγεθος δὲ τῆς Ἰβηρίας, τῆς Ἱσπανίας νῦν ὑπὸ τινῶν ἀντὶ Ἰβηρίας λεγομένης, ἐστὶ πολὺ καὶ ἄπιστον ὡς ἐν χώρᾳ μιᾷ,2 ὅπου τὸ πλάτος μυρίους σταδίους ἀριθμοῦσι, καὶ ἔστιν αὐτῇ τὸ πλάτος ἀντὶ μήκους. ἔθνη τε πολλὰ καὶ πολυώνυμα αὐτὴν οἰκεῖ, καὶ ποταμοὶ πολλοὶ ῥέουσι ναυσίποροι.

有一条比利牛斯山脉,从第勒尼安海一直延伸到北部大洋。它的东面居住着凯尔特人,即如今被称为加拉太人和高卢人的那些部族;西面则居住着伊比利亚人和凯尔特伊比利亚人,他们始于第勒尼安海,经由赫拉克勒斯之柱环绕一圈到达北部大洋。因此,唯独除了比利牛斯山脉——它是欧洲最宏伟的山脉,且几乎在所有山脉中最成一条直线——伊比利亚四面环海。在这条环海航线中,人们穿过第勒尼安海驶向赫拉克勒斯之柱,但除了渡海前往不列颠人那里之外,他们并不横渡西部和北部的大洋,即使渡海也是顺着海水的潮汐运送而去。对他们而言,航程为半天,而在其余方面,无论是罗马人还是罗马治下的各族,都不敢涉足这片大洋。伊比利亚的幅员——如今有些人不用伊比利亚而称之为伊斯帕尼亚——十分辽阔,作为单一地域而言令人难以置信,人们计算其宽度有一万斯塔狄昂,且对它来说宽度反倒相当于长度。许多拥有各种名称的部族居住于此,并且有许多可通航的河流在此流淌。

§12

οἵ τινες δʼ αὐτὴν οἰκῆσαι πρῶτοι νομίζονται, καὶ οἳ μετʼ ἐκείνους κατέσχον, οὐ πάνυ μοι ταῦτα φροντίζειν ἀρέσκει, μόνα τὰ Ῥωμαίων συγγράφοντι, πλὴν ὅτι Κελτοί μοι δοκοῦσί ποτε, τὴν Πυρήνην ὑπερβάντες, αὐτοῖς συνοικῆσαι, ὅθεν ἄρα καὶ τὸ Κελτιβήρων ὄνομα ἐρρύη. δοκοῦσι δέ μοι καὶ Φοίνικες, ἐς Ἰβηρίαν ἐκ πολλοῦ θαμινὰ ἐπʼ ἐμπορίᾳ διαπλέοντες, οἰκῆσαί τινα τῆς Ἰβηρίας, Ἕλληνές τε ὁμοίως, ἐς Ταρτησσὸν καὶ Ἀργανθώνιον Ταρτησσοῦ βασιλέα πλέοντες, ἐμμεῖναι καὶ τῶνδέ τινες ἐν Ἰβηρίᾳ· ἡ γὰρ Ἀργανθωνίου βασιλεία ἐν Ἴβηρσιν ἦν. καὶ Ταρτησσός μοι δοκεῖ τότε εἶναι πόλις ἐπὶ θαλάσσης, ἣ νῦν Καρπησσὸς ὀνομάζεται. τό τε τοῦ Ἡρακλέους ἱερὸν τὸ ἐν στήλαις Φοίνικές μοι δοκοῦσιν ἱδρύσασθαι· καὶ θρησκεύεται νῦν ἔτι φοινικικῶς, ὅ τε θεὸς αὐτοῖς οὐχ ὁ Θηβαῖός ἐστιν ἀλλʼ ὁ Τυρίων. ταῦτα μὲν δὴ τοῖς παλαιολογοῦσι μεθείσθω.3

至于被认为最先居住在其中的人是谁,以及在他们之后占据该地的人是谁,我既然只撰写罗马人的事迹,便完全不愿过问这些琐事,仅仅是认为凯尔特人曾一度翻越比利牛斯山与他们同住,凯尔特伊比利亚人这一名称正是由此流传开来。在我看来,腓尼基人自古以来频繁为了商贸驶向伊比利亚,也曾居住在伊比利亚的某些地方;希腊人同样驶向塔尔忒索斯以及塔尔忒索斯王阿尔甘托纽斯,他们中也有一些人留居在伊比利亚,因为阿尔甘托纽斯的王国正位于伊比利亚人之中。在我看来,塔尔忒索斯当时是一座临海的城市,如今被称为卡尔佩索斯。柱石处的赫拉克勒斯神庙在我看来也是腓尼基人建立的;如今那里仍按腓尼基习俗举行祭礼,他们崇拜的神不是忒拜的赫拉克勒斯,而是推罗的赫拉克勒斯。这些事情就留给那些考证古史的人去谈吧。

§13

τὴν δὲ γῆν τήνδε εὐδαίμονα οὖσαν καὶ μεγάλων ἀγαθῶν γέμουσαν Καρχηδόνιοι πρὸ Ῥωμαίων ἤρξαντο πολυπραγμονεῖν, καὶ μέρος αὐτῆς τὸ μὲν εἶχον ἤδη, τὸ δʼ ἐπόρθουν, μέχρι Ῥωμαῖοι σφᾶς ἐκβαλόντες, ἃ μὲν εἶχον οἱ Καρχηδόνιοι τῆς Ἰβηρίας, ἔσχον αὐτίκα, τὰ δὲ λοιπὰ σὺν χρόνῳ πολλῷ καὶ πόνῳ λαμβανόμενά τε ὑπὸ σφῶν καὶ πολλάκις ἀφιστάμενα χειρωσάμενοι διεῖλον ἐς τρία, καὶ στρατηγοὺς ἐς αὐτὰ πέμπουσι τρεῖς. ὅπως δʼ εἷλον ἕκαστα, καὶ ὅπως Καρχηδονίοις τε περὶ αὐτῶν καὶ μετὰ Καρχηδονίους Ἴβηρσι καὶ Κελτίβηρσιν ἐπολέμησαν, δηλώσει τόδε τὸ βιβλίον, μοῖραν μὲν ἐς Καρχηδονίους τὴν πρώτην ἔχον· ὅτι δὲ καὶ τοῦτο περὶ Ἰβηρίας ἦν, ἀνάγκη μοι συνενεγκεῖν ἐς τὴν Ἰβηρικὴν συγγραφὴν ἐγένετο, ᾧ λόγῳ4 καὶ τὰ περὶ Σικελίας Ῥωμαίοις καὶ Καρχηδονίοις ἐς ἀλλήλους γενόμενα, ἀρξάμενα Ῥωμαίοις τῆς ἐς Σικελίαν παρόδου τε καὶ ἀρχῆς ἐς τὴν Σικελικὴν συνενήνεκται γραφήν.

由于这片土地富饶且蕴藏着巨大的财富,迦太基人在罗马人之前便开始插手干预,其中一部分他们已经占据,另一部分则遭其掠夺;直到罗马人驱逐了他们,立即接管了迦太基人在伊比利亚所占有的土地,而其余部分则历经漫长的时间与辛劳,在被他们夺取后屡屡反叛又被降服,最终被划分为三部分,罗马人向其派遣三位统帅。他们如何攻取各地,以及如何为了这些土地同迦太基人作战,并在迦太基人之后同伊比利亚人和凯尔特伊比利亚人作战,本书将予以阐明,其第一部分涉及迦太基人。因为这同样关涉伊比利亚,所以我不得不将其汇编入《伊比利亚史》之中,这正如罗马人与迦太基人之间关于西西里的相互纠纷,由于开启了罗马人进入西西里和建立统治的端绪,因而被汇编入《西西里史》是一样的道理。

语法注4 条
  1. 11ὅτι μὴ

    短语 ὅτι μή 是与 εἰ μή 同义的固定习语,意为“除……之外”(except)。此处后接与格短语 τῇ Πυρήνῃ μόνῃ,用于指出伊比利亚“四面环海”的唯一例外即比利牛斯山脉。

  2. 11ἄπιστον ὡς ἐν χώρᾳ μιᾷ

    虚词 ὡς 与介词短语 ἐν χώρᾳ μιᾷ 连用,具有限制与比较的意味,表示“作为单一地域而言(难以置信)”。它界定了形容词 ἄπιστον 的参照范围,突显其疆域之宏大。

  3. 12ταῦτα μὲν δὴ τοῖς παλαιολογοῦσι μεθείσθω

    μεθείσθω 是 μεθίημι 的被动语态完成体第三人称单数祈使语气,与中性复数主语 ταῦτα 连用,构成“让这些事情被留给……”的被动结构;与格 τοῖς παλαιολογοῦσι(探究/讲述古代历史之人)表示归属或施事者。

  4. 13ᾧ λόγῳ

    与格短语 ᾧ λόγῳ 用作副词性结构,表示“按照同样的道理/以同样的方式”(by the same rationale),用于将后文西西里史的编纂体例与前文伊比利亚史的处理方式进行类比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:11-13