← 阿庇安

西班牙战记

§1379-1380

努曼提亚和约破裂与曼齐努斯之败

庞培乌斯战败后与努曼提亚秘密缔约,但在继任者波庇利乌斯抵达后矢口否认,元老院遂决议继续作战。继任的曼齐努斯亦惨败被围,被迫订立对等和约而被召回受审,新任统帅埃米利乌斯出于争功私欲转而进攻瓦卡埃伊人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1379

καὶ ὁ Πομπήιος τοσοῖσδε συνενεχθεὶς κακοῖς ἐς τὰς πόλεις μετὰ τῶν συμβούλων ἀνεζεύγνυ, χειμάσων τὸ ἐπίλοιπον, τοῦ ἦρος προσδοκῶν ἥξειν οἱ διάδοχον. καὶ δεδιὼς κατηγορίαν, ἔπρασσεν ἐς τοὺς Νομαντίνους κρύφα τοῦ πολέμου διαλύσεις. οἱ δὲ καὶ αὐτοὶ κάμνοντες ἤδη φόνῳ τε πολλῷ ἀρίστων καὶ γῆς ἀργίᾳ καὶ τροφῶν ἀπορίᾳ καὶ μήκει τοῦ πολέμου, μακροῦ παρὰ προσδοκίαν γεγονότος, ἐπρέσβευον ἐς Πομπήιον. ὁ δὲ ἐς μὲν τὸ φανερὸν ἐκέλευεν αὑτοὺς Ῥωμαίοις ἐπιτρέπειν (οὐ γὰρ εἰδέναι συνθήκας ἑτέρας Ῥωμαίων ἀξίας),1 λάθρᾳ δʼ ὑπισχνεῖτο ἃ ἔμελλε ποιήσειν. καὶ συνθεμένων ἐκείνων καὶ ἐπιτρεψάντων ἑαυτούς, ὅμηρά τε καὶ αἰχμάλωτα ᾔτησε καὶ τοὺς αὐτομόλους, καὶ πάντα ἔλαβεν. ᾔτησε δὲ καὶ ἀργυρίου τάλαντα τριάκοντα· ὧν μέρος αὐτίκα ἔδοσαν οἱ Νομαντῖνοι, καὶ τὰ λοιπὰ ὁ Πομπήιος ἀνέμενεν, παραγενομένου δʼ αὐτῷ διαδόχου Μάρκου Ποπιλίου Λαίνα, οἱ μὲν ἔφερον τὰ λοιπὰ τῶν χρημάτων, ὁ δʼ ἀπηλλαγμένος μὲν τοῦ περὶ τοῦ πολέμου δέους τῷ παρεῖναι τὸν διάδοχον, τὰς δὲ συνθήκας εἰδὼς αἰσχράς τε καὶ ἄνευ Ῥωμαίων γενομένας, ἠρνεῖτο μὴ συνθέσθαι2 τοῖς Νομαντίνοις. καὶ οἱ μὲν αὐτὸν ἤλεγχον ἐπὶ μάρτυσι τοῖς τότε παρατυχοῦσιν ἀπό τε βουλῆς καὶ ἱππάρχοις καὶ χιλιάρχοις αὐτοῦ Πομπηίου, ὁ δὲ Ποπίλιος αὐτοὺς ἐς Ῥώμην ἔπεμπε δικασομένους τῷ Πομπηίῳ. κρίσεως δʼ ἐν τῇ βουλῇ γενομένης, Νομαντῖνοι μὲν καὶ Πομπήιος ἐς ἀντιλογίαν ἦλθον, τῇ βουλῇ δʼ ἔδοξε πολεμεῖν Νομαντίνοις. καὶ ὁ Ποπίλιος ἐνέβαλεν ἐς τοὺς γείτονας αὐτῶν Λούσονας, οὐδὲν δʼ ἐργασάμενος (ἧκε γὰρ αὐτῷ διάδοχος ἐπὶ τὴν στρατηγίαν Ὁστίλιος Μαγκῖνος) ἀνέζευξεν ἐς Ῥώμην.

庞培乌斯遭遇这般惨祸,便同顾问们退往各城邑以度过余冬,并料定春季时其继任者将会抵达。由于惧怕遭到弹劾,他暗中与努曼提亚人接洽以谋求终结战争。努曼提亚人自身亦因大批勇士阵亡、田园荒芜、粮食匮乏,以及战事出乎预料地旷日持久而疲惫不堪,遂派遣使节谒见庞培乌斯。庞培乌斯表面上命他们向罗马人无条件归降(声称自己不知还有何等和约配得上罗马人),暗地里却许诺了自己打算履行的事项。当努曼提亚人达成协议并委身归顺后,他索要了人质、俘虏与逃兵,并全部接收。他又索要三十塔兰同白银,努曼提亚人当即交付了一部分,庞培乌斯则在等待余款。然而当其继任者马尔库斯·波庇利乌斯·莱纳斯抵达时,努曼提亚人带来了剩余的银两,但庞培乌斯因继任者到场而摆脱了对战事的恐惧,又深知该和约既属可耻且未经罗马人批准,竟矢口否认曾同努曼提亚人订立盟约。努曼提亚人以当时在场的元老院顾问以及庞培乌斯麾下的骑兵长官和副团长等证人当面驳斥他,但波庇利乌斯将他们送往罗马,以便与庞培乌斯打官司。元老院举行审讯时,努曼提亚人与庞培乌斯展开了激烈争辩,而元老院决议继续对努曼提亚人作战。波庇利乌斯随后进犯其邻族卢索内斯人,却毫无建树(因其统帅职位的继任者霍斯蒂利乌斯·曼齐努斯已经赶到),遂启程返回罗马。

§1380

ὁ δὲ Μαγκῖνος τοῖς Νομαντίνοις συμβαλὼν ἡττᾶτό τε πολλάκις, καὶ τέλος ἀναιρουμένων πολλῶν ἐς τὸ στρατόπεδον ἔφυγεν. λόγου δὲ ψευδοῦς ἐμπεσόντος ὅτι Νομαντίνοις ἔρχονται βοηθοῦντες Κάνταβροί τε καὶ Οὐακκαῖοι, δείσας ἄπυρον τὴν νύκτα διήγαγεν ὅλην ἐν σκότῳ, φεύγων ἐς ἔρημον τὸ Νωβελίωνός ποτε χαράκωμα. καὶ μεθʼ ἡμέραν ἐς αὐτὸ συγκλεισθεὶς οὔτε κατεσκευασμένον οὔτε ὠχυρωμένον, περισχόντων αὐτὸν τῶν Νομαντίνων, καὶ πάντας ἀποκτενεῖν ἀπειλούντων εἰ μὴ συνθοῖτο εἰρήνην, συνέθετο ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ3 Ῥωμαίοις καὶ Νομαντίνοις. καὶ ὁ μὲν ἐπὶ τούτοις ὤμνυε τοῖς Νομαντίνοις, οἱ δʼ ἐν ἄστει πυθόμενοι χαλεπῶς ἔφερον ὡς ἐπὶ αἰσχίσταις πάνυ σπονδαῖς, καὶ τὸν ἕτερον τῶν ὑπάτων Αἰμίλιον Λέπιδον ἐς Ἰβηρίαν ἐξέπεμπον, Μαγκῖνον δʼ ἀνεκάλουν ἐς κρίσιν. καὶ τῷδε μὲν ἕσποντο πρέσβεις Νομαντίνων· ὁ δὲ Αἰμίλιος, ἀναμένων καὶ ὅδε τὰς ἐκ Ῥώμης ἀποκρίσεις, καὶ τὴν ἀργίαν οὐ φέρων (ὡς γὰρ ἐπὶ δόξαν ἢ κέρδος ἢ θριάμβου φιλοτιμίαν ἐξῄεσάν τινες ἐς τὰς στρατηγίας, οὐκ ἐπὶ τὸ τῇ πόλει συμφέρον), Οὐακκαίων κατεψεύδετο ὡς ἀγορὰν ἐν τῷδε τῷ πολέμῳ Νομαντίνοις παρασχόντων, καὶ τὴν γῆν αὐτῶν κατέτρεχε, Παλλαντίαν τε πόλιν, ἣ μεγίστη Οὐακκαίων ἐστίν, οὐδὲν ἐξαμαρτοῦσαν ἐς τὰ συγκείμενα ἐπολιόρκει, καὶ Βροῦτον ἐφʼ ἕτερα τῆς Ἰβηρίας ἀπεσταλμένον, ὥς μοι προείρηται, κηδεστὴν ὄντα οἱ τοῦδε τοῦ ἔργου μετασχεῖν ἔπεισεν.

曼齐努斯与努曼提亚人交锋,屡遭惨败,最终在士卒死伤甚众之际逃回营垒。由于一则谎报坎塔布里亚人与瓦卡埃伊人正赶来援助努曼提亚人的谣言四起,他惶恐万分,整夜在黑暗中不敢点火,仓皇逃往昔日诺比利奥尔曾驻扎但已废弃的营垒。天明时分,他被困于此地——该营垒既无修缮亦无设防——努曼提亚人将他团团包围,并威胁若不缔结和约便将全军斩尽杀绝,曼齐努斯遂同他们订立了罗马人与努曼提亚人地位平等无二的条约。曼齐努斯据此对努曼提亚人立誓,然而罗马城内的公民得知此事后,皆因这极度屈辱的和约而怒不可遏;他们派遣另一位执政官埃米利乌斯·雷必达前往西班牙,并传唤曼齐努斯回京受审。努曼提亚使节亦随同前往;而埃米利乌斯此时虽也在等候来自罗马的答复,却耐不住无所作为(因为有些人出任统帅并非为了城邦的利益,而是为了争夺声名、财利或凯旋式的荣耀),竟诬称瓦卡埃伊人在本场战争中曾向努曼提亚人供给粮草,随之侵扰其领土,并围攻瓦卡埃伊人最大且对条约毫无冒犯的城池帕兰提亚,甚至说服了正如我前文所述被派往西班牙另一地区的姻亲布鲁图斯参与此举。

语法注3 条
  1. 1379οὐ γὰρ εἰδέναι συνθήκας ἑτέρας Ῥωμαίων ἀξίας

    在表示原因的 γάρ 从句中使用不定式 εἰδέναι,是因为以间接引语转述了庞培乌斯的直接言辞(“声称他不知还有其他和约配得上罗马人”)。其逻辑主语在上下文中承前省略。

  2. 1379ἠρνεῖτο μὴ συνθέσθαι

    接在表示否认、拒绝的动词(ἀρνέομαι)之后的 μή 属于冗余否定(pleonastic/sympathetic negative),其作用是附和主句动词的否定含义,而非构成双重否定表肯定,故其意为“否认自己曾订立条约”。

  3. 1380ἐπὶ ἴσῃ καὶ ὁμοίᾳ

    省略了阴性名词(如 μοίρᾳ 或 χάριτι)的固定成语,相当于拉丁语中的 foedus aequum(对等条约),意为“以平等无二的条件”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1379-1380