- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1376-1378
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
从梅特卢斯手中接掌帅权的昆图斯·庞培乌斯进攻努曼提亚与特尔曼提亚屡遭挫败,率新募兵员冒寒冬营,又因疾疫与敌军伏击而蒙受更惨重的伤亡。
ἐπάνεισι δʼ ἐς τὸν Ἀρουακῶν καὶ Νομαντίνων πόλεμον ἡ γραφή, οὓς Οὐρίατθος μὲν ἠρέθισεν ἐς ἀπόστασιν, Καικίλιος δʼ αὐτοῖς Μέτελλος ἀπὸ Ῥώμης ἐπιπεμφθεὶς μετὰ πλέονος στρατοῦ Ἀρουακοὺς μὲν ἐχειρώσατο, σὺν ἐκπλήξει καὶ τάχει θερίζουσιν ἐμπίπτων, Τερμεντία δʼ αὐτῷ καὶ Νομαντία ἔτι ἔλειπον. ἦν δʼ ἡ Νομαντία ποταμοῖς δύο καὶ φάραγξιν ἀπόκρημνος, ὗλαί τε αὐτῇ πυκναὶ περιέκειντο, καὶ μία κάθοδος ἦν ἐς τὸ πεδίον, ἣ τάφρων ἐπεπλήρωτο καὶ στηλῶν. αὐτοὶ δʼ ἦσαν ἄριστοι μὲν ἱππεῖς τε καὶ πεζοί, πάντες δʼ ἀμφὶ τοὺς ὀκτακισχιλίους. καὶ τοσοίδε ὄντες ὅμως ὑπʼ ἀρετῆς ἐς μέγα ἠνώχλησαν τὰ Ῥωμαίων. Μέτελλος μὲν δὴ μετὰ χειμῶνα τὴν στρατιὰν Κοΐντῳ Πομπηίῳ [Αὔλῳ] διαδόχῳ τῆς στρατηγίας οἱ γενομένῳ παρέδωκε, τρισμυρίους πεζοὺς καὶ δισχιλίους ἱππέας ἄριστα γεγυμνασμένους, ὁ δὲ Πομπήιος τῇ Νομαντίᾳ παραστρατοπεδεύων ᾤχετό ποι, καὶ ἱππέας αὐτοῦ μεταθέοντας αὐτὸν οἱ Νομαντῖνοι καταβάντες ἔκτειναν. ἐπανελθὼν οὖν παρέτασσεν ἐς τὸ πεδίον, καὶ οἱ Νομαντῖνοι καταβάντες ὑπεχώρουν κατʼ ὀλίγον οἷα φεύγοντες, μέχρι ταῖς στήλαις καὶ φάραγξιν ὁ Πομπήιος1 καὶ καθʼ ἡμέραν ἐν ταῖς ἀκροβολίαις ἐλασσούμενος ὑπʼ ἀνδρῶν πολὺ ἐλασσόνων, μετέβαινεν ἐπὶ Τερμεντίαν ὡς εὐχερέστερον ἔργον. ὡς δὲ καὶ τῇδε συμβαλὼν ἑπτακοσίους τε ἀπώλεσε, καὶ τὸν τὴν ἀγορὰν αὐτῷ φέροντα χιλίαρχον οἱ Τερμεντεῖς ἐτρέψαντο, καὶ τρίτῃ πείρᾳ κατὰ τὴν αὐτὴν ἡμέραν ἐς ἀπόκρημνα τοὺς Ῥωμαίους συνελάσαντες πολλοὺς αὐτῶν πεζούς τε καὶ ἱππέας αὐτοῖς ἵπποις2 κατέωσαν ἐς τὰ ἀπόκρημνα, περιφόβως ἔχοντες οἱ λοιποὶ διενυκτέρευον ἔνοπλοι, καὶ ἅμα ἕῳ προσιόντων τῶν πολεμίων ἐκταξάμενοι τὴν ἡμέραν ὅλην ἠγωνίζοντο ἀγχωμάλως, καὶ διεκρίθησαν ὑπὸ νυκτός. ὅθεν ὁ Πομπήιος ἐπὶ πολίχνης Μαλίας ἤλασεν, ἣν ἐφρούρουν οἱ Νομαντῖνοι. καὶ οἱ Μαλιεῖς τοὺς φρουροὺς ἀνελόντες ἐξ ἐνέδρας, παρέδοσαν τὸ πολίχνιον τῷ Πομπηίῳ. ὁ δὲ τά τε ὅπλα αὐτοὺς καὶ ὅμηρα αἰτήσας, μετῆλθεν ἐπὶ Σηδητανίαν, ἣν ἐδῄου λῄσταρχος ὄνομα Ταγγῖνος· καὶ αὐτὸν ὁ Πομπήιος ἐνίκα, καὶ πολλοὺς ἔλαβεν αἰχμαλώτους. τοσοῦτον δʼ ἦν φρονήματος ἐν τοῖς λῃσταῖς ὥστε τῶν αἰχμαλώτων οὐδεὶς ὑπέμεινε δουλεύειν, ἀλλʼ οἱ μὲν αὑτοὺς οἱ δὲ τοὺς πριαμένους ἀνῄρουν, οἱ δὲ τὰς ναῦς ἐν τῷ διάπλῳ διετίτρων.
史书由此转回针对阿雷瓦奇人与努曼提亚人的战争。维里阿图斯曾煽动他们反叛;从罗马率领更多军队受命前来的凯基利乌斯·梅特卢斯在阿雷瓦奇人收割庄稼时迅速发起突袭,使之措手不及并降服了他们,但特尔曼提亚与努曼提亚仍未被攻克。努曼提亚地势险峻,依傍两河与峡谷,周围密林环抱,通往平原的通道仅有一条,且布满了壕沟与木桩。努曼提亚人自己皆是极优秀的骑兵与步兵,总共不过八千人左右。尽管人数如此之少,他们却凭借勇武极大地困扰了罗马的军力。冬季过后,梅特卢斯将三万步兵与两千精练骑兵移交给了继任统帅昆图斯·庞培乌斯。庞培乌斯在努曼提亚附近扎营时曾巡行他处,努曼提亚人遂冲下山来,杀死了追随其后的罗马骑兵。庞培乌斯返回后便在平原上列阵,而冲下山来的努曼提亚人佯装败退,步步后撤,直至庞培乌斯追逼至木桩与峡谷之处。由于在日常的小冲突中屡屡被人数远少于己的敌人挫败,庞培乌斯转攻特尔曼提亚,以为此役更为轻而易举。然而在此交战,他又折损了七百人,运送补给的一名副团长亦被特尔曼提亚人击溃;在同日的第三次交锋中,特尔曼提亚人将罗马军逼入悬崖绝壁,把许多步兵和连人带马的骑兵统统推落险涧。余部惊恐万分,通宵枕戈待旦;拂晓时分敌军逼近,他们列阵迎击,激战终日互有胜负,直至夜幕降临方才罢手。庞培乌斯由此进军努曼提亚人设有卫戍部队的马利亚小城;马利亚人设伏全歼了守军,将小城献给庞培乌斯。庞培乌斯向他们索要了武器与人质后,转而讨伐一个名为唐吉努斯的盗匪首领正在蹂躏的塞德塔尼亚。庞培乌斯击溃了他,俘虏极多。然而这些盗匪气节甚高,俘虏中竟无一人甘受奴役,有的自戕,有的手刃买主,有的则在渡海途中凿沉舟船。
ὁ δὲ Πομπήιος αὖθις ἐλάσας ἐπὶ Νομαντίαν, ποταμόν τινα μετωχέτευεν ἐς τὸ πεδίον ὡς λιμῷ πιέσων τὴν πόλιν. οἱ δὲ ἐργαζομένῳ τε ἐπέκειντο, καὶ σαλπικτῶν χωρὶς ἐκτρέχοντες ἀθρόοι τοὺς ὀχετεύοντας ἠνώχλουν. ἔβαλλον δὲ καὶ τοὺς ἀπὸ τοῦ χάρακος ἐπιβοηθοῦντας, ἕως κατέκλεισαν ἐς τὸ στρατόπεδον. καὶ σιτολογοῦσιν ἑτέροις ἐπιδραμόντες καὶ τῶνδε πολλοὺς διέφθειραν, Ὄππιόν τε χιλίαρχον ἐπʼ αὐτοῖς ἀνεῖλον. καὶ κατʼ ἄλλο μέρος τάφρον ὀρύσσουσι Ῥωμαίοις ἐπιδραμόντες ἔκτειναν ἐς τετρακοσίους, καὶ τὸν ἡγούμενον αὐτῶν. ἐφʼ οἷς3 τῷ τε Πομπηίῳ σύμβουλοι παρῆσαν ἐκ Ῥώμης, καὶ τοῖς στρατιώταις (ἓξ γὰρ ἔτη διεληλύθει στρατευομένοις) διάδοχοι νεοκατάγραφοί τε καὶ ἔτι ἀγύμναστοι καὶ ἀπειροπόλεμοι. μεθʼ ὧν ὁ Πομπήιος αἰδούμενός τε τὰ ἐπταισμένα, καὶ ἐπειγόμενος τὴν αἰσχύνην ἀναλαβεῖν, ἐπέμενε χειμῶνος ἐν τῷ στρατοπέδῳ. καὶ οἱ στρατιῶται κρύους τε ὄντος ἐν ἀστέγῳ σταθμεύοντες, καὶ πρῶτον ἄρτι πειρώμενοι τοῦ περὶ τὴν χώραν ὕδατός τε καὶ ἀέρος, κατὰ γαστέρα ἔκαμνον, καὶ διεφθείροντο ἔνιοι. μέρους δὲ ἐπὶ σῖτον οἰχομένου, κρύψαντες ἐνέδραν οἱ Νομαντῖνοι παρʼ αὐτὸ τὸ Ῥωμαίων στρατόπεδον ἠκροβολίζοντο ἐρεθίζοντες, ἕως οἱ μὲν οὐ φέροντες ἐπεξῄεσαν, οἱ δʼ ἐκ τῆς ἐνέδρας ἀνίσταντο· καὶ Ῥωμαῖοι πολλοὶ μὲν ἐκ τοῦ πλήθους, πολλοὶ δὲ τῶν ἐπιφανῶν ἀπέθανον· οἱ δὲ Νομαντῖνοι καὶ τοῖς τὸν σῖτον φέρουσιν ἀπαντήσαντες ἔκτειναν καὶ τῶνδε πολλούς.
庞培乌斯随后再度进军努曼提亚,试图引一条河流改道注入平原,意图以饥馑困死该城。然而努曼提亚人趁其施工时发动猛攻,不鸣军号便全员突袭,使引水部队大乱;他们还向从木栅营寨中出援的部队抛射标枪,直至将其全部逼回营中。他们又突袭了另一队外出搜粮的人马,杀伤甚众,并诛杀了统领他们的副团长奥庇乌斯;在另一处,他们突袭了正在挖掘壕沟的罗马士兵,斩杀约四百人及其指挥官。鉴于这些变故,罗马派遣顾问使团前来辅佐庞培乌斯,而服役已达六年的士兵们也迎来了接替者——皆是新近征募、尚未受训且不习战阵之辈。庞培乌斯同这些新兵一起,因接连失利而深感羞愧,又急于雪耻,遂在严冬依然坚守营垒。由于严寒中宿营无遮无蔽,且初次接触当地的水土风候,士兵们罹患痢疾,部分人因而丧命。当一部分军队外出征粮时,努曼提亚人设下伏兵,径直在罗马营垒旁骚扰挑衅,直至罗马兵忍无可忍出营应战,伏兵便乘势杀出;罗马人不仅阵亡了众多士卒,亦有许多显要人士殒命;努曼提亚人随后还迎头痛击了运粮归来的队伍,斩杀颇众。
- 1376μέχρι ταῖς στήλαις καὶ φάραγξιν ὁ Πομπήιος
此处 μέχρι 引导的从句末尾疑似脱落了谓语动词(如 ἐπλησίασεν 或 ἐνέπεσεν 等),或者文构破格(anacoluthon)直接与后文的分词短语相连。结合语境,其意为庞培乌斯被诱敌深入,追逼至木桩与峡谷的险要之处。
- 1377αὐτοῖς ἵπποις
伴随与格(dative of accompaniment),意为“连人带马”或“连同马匹”。名词搭配 αὐτός 的与格而不加介词,是古典希腊语中表示“连同……一起”的常见惯用法。
- 1378ἐφʼ οἷς
介词 ἐπί 接关系代词中性复数与格 οἷς,作为连接性短语承接前文接连的战败与困境,意为“鉴于这些情况”或“因此”。
