- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1273-1275
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯迫使塔拉布里加投降后予以宽大处置并班师罗马。与此同时,维里阿图斯遭凯皮奥收买的使者刺杀并被隆重安葬,继任者坦塔鲁斯随后兵败投降,战事告终。
ἐπὶ δὲ Ταλάβριγα πόλιν ἐλθών, ἣ πολλάκις μὲν αὐτῷ συνετέθειτο, πολλάκις δὲ ἀποστᾶσα ἠνώχλει, παρακαλούντων αὐτὸν καὶ τότε τῶν Ταλαβρίγων καὶ διδόντων αὑτοὺς ἐς ὅ τι χρῄζοι, πρῶτα μὲν τοὺς αὐτομόλους Ῥωμαίων ᾔτει καὶ τὰ αἰχμάλωτα, καὶ ὅπλα ὅσα εἶχον, καὶ ὅμηρα ἐπὶ τούτοις, εἶτʼ αὐτοὺς ἐκέλευσε σὺν παισὶ καὶ γυναιξὶν ἐκλιπεῖν τὴν πόλιν. ὡς δὲ καὶ τοῦθʼ ὑπέστησαν, τὴν στρατιὰν αὐτοῖς περιστήσας ἐδημηγόρει, καταλέγων ὁσάκις ἀποσταῖεν καὶ ὅσους πολέμους πολεμήσειαν αὐτῷ. φόβον δὲ καὶ δόξαν ἐμφήνας ἐργασομένου τι δεινόν,1 ἐπὶ τῶν ὀνειδῶν ἔληξε, καὶ τοὺς μὲν ἵππους αὐτῶν καὶ τὸν σῖτον καὶ χρήματα ὅσα κοινὰ ἦν, ἢ εἴ τις ἄλλη δημοσία παρασκευή, πάντα περιεῖλε, τὴν δὲ πόλιν αὖθις οἰκεῖν ἔδωκεν ἐξ ἀέλπτου. τοσάδε μὲν δὴ Βροῦτος ἐργασάμενος ἐς Ῥώμην ἀπῄει. καὶ αὐτὰ ἐς τὴν Οὐριάτθου γραφὴν συνήγαγον, ἐν τῷ αὐτῷ χρόνῳ διὰ τὸν ἐκείνου ζῆλον ὑπὸ λῃστηρίων ἄλλων ἀρξάμενα γίγνεσθαι.
布鲁图斯进军塔拉布里加城,此城曾屡次与他缔约,又屡次背叛作乱;此时塔拉布里加人再度向他哀告,表示愿任听处置,他便首先索取罗马逃兵、战俘、他们所有的武器,此外还要人质;继而命令他们携妻儿撤离该城。当他们顺从了这一命令后,布鲁图斯命军队将他们团团围住并发表训话,历数他们背叛的次数以及同他交兵的次数。在使他们感到惊恐并以为他将施加严惩之后,他却仅止于责备,收缴了他们的马匹、粮草、所有公共钱财以及其他一切公用军备,却出人意料地允许他们重新回城居住。布鲁图斯立下如此功绩后便返回罗马。我之所以将这些战事汇编入维里阿图斯的传记之中,是因为它们在同一时期由于其他盗匪效仿其行径而引发。
Οὐρίατθος δὲ Καιπίωνι περὶ συμβάσεων τοὺς πιστοτάτους αὑτῷ φίλους ἐπέπεμπεν, Αὔδακα καὶ Διτάλκωνα καὶ Μίνουρον, οἳ διαφθαρέντες ὑπὸ τοῦ Καιπίωνος δώροις τε μεγάλοις καὶ ὑποσχέσεσι πολλαῖς ὑπέστησαν αὐτῷ κτενεῖν τὸν Οὐρίατθον. καὶ ἔκτειναν ὧδε. ὀλιγοϋπνότατος ἦν διὰ φροντίδα καὶ πόνους ὁ Οὐρίατθος, καὶ τὰ πολλὰ ἔνοπλος ἀνεπαύετο, ἵνα ἐξεγρόμενος εὐθὺς ἐς πάντα ἕτοιμος εἴη. τοῖς οὖν φίλοις ἐξῆν καὶ νυκτερεύοντι ἐντυγχάνειν. ᾧ δὴ καὶ τότε ἔθει οἱ περὶ τὸν Αὔδακα φυλάξαντες αὐτόν, ἀρχομένου ὕπνου παρῆλθον ἐς τὴν σκηνὴν ὡς δή τινος ἐπείγοντος, καὶ κεντοῦσιν ὡπλισμένον ἐς τὴν σφαγήν· οὐ γὰρ ἦν ἄλλοθι.2 οὐδεμιᾶς δʼ αἰσθήσεως γενομένης διὰ τὴν τῆς πληγῆς εὐκαιρίαν, διέδρασαν ἐς Καιπίωνα καὶ τὰς δωρεὰς ᾔτουν. ὁ δʼ αὐτίκα μὲν αὐτοῖς ἔδωκεν ἀδεῶς ἔχειν ὅσα ἔχουσι, περὶ δὲ ὧν ᾔτουν, ἐς Ῥώμην αὐτοὺς ἔπεμπεν. οἱ δὲ θεραπευτῆρες Οὐριάτθου καὶ ἡ ἄλλη στρατιά, γενομένης ἡμέρας, ἀναπαύεσθαι νομίζοντες αὐτὸν ἐθαύμαζον διὰ τὴν ἀήθειαν, μέχρι τινὲς ἔμαθον ὅτι νεκρὸς κέοιτο ἔνοπλος. καὶ εὐθὺς ἦν οἰμωγή τε καὶ πένθος ἀνὰ τὸ στρατόπεδον, ἀλγούντων τε ἐπʼ ἐκείνῳ καὶ περὶ σφῶν δεδιότων, καὶ ἐνθυμουμένων ἐν οἵοις εἰσὶ κινδύνοις καὶ οἵου στρατηγοῦ στεροῦνται. μάλιστα δὲ αὐτούς, ὅτι τοὺς δράσαντας οὐχ ηὕρισκον, ὑπερήλγυνεν.
维里阿图斯派遣自己最忠实的朋友奥达克斯、迪塔尔孔和米努鲁斯前往凯皮奥处商讨和约;但他们被凯皮奥以重礼与诸多许诺所收买,答应为他刺杀维里阿图斯。他们是这样下手的:维里阿图斯因忧虑和辛劳而极少睡眠,多半披甲枕戈而卧,以便醒来时能立即应付一切变故。因此,即便他在夜间歇息时,朋友们也准予求见。于是奥达克斯等人利用这一习惯伺机而动,在他刚入睡之际,借口有急事闯入帐中,刺中披甲躺卧的他的喉咙,因为除此处之外别无破绽。由于伤口致命精准而未发出声响,他们便逃至凯皮奥处索要赏赐。凯皮奥当即准许他们安心保有已得之物,至于他们所索要的,则将他们打发往罗马。天明之后,维里阿图斯的侍从和其余军队以为他仍在休息,因反常迟起而感到诧异,直到有人发觉他已身披甲胄躺卧气绝。军营中立刻响起一片哀嚎与痛哭,众人既为他悲伤,又为己担忧,思量自己身处何等险境,又失去了怎样的统帅;而令他们尤感痛心疾首的,是未能擒获凶手。
Οὐρίατθον μὲν δὴ λαμπρότατα κοσμήσαντες ἐπὶ ὑψηλοτάτης πυρᾶς ἔκαιον, ἱερεῖά τε πολλὰ ἐπέσφαττον αὐτῷ, καὶ κατὰ ἴλας οἵ τε πεζοὶ καὶ οἱ ἱππεῖς ἐν κύκλῳ περιθέοντες αὐτὸν ἔνοπλοι βαρβαρικῶς ἐπῄνουν, μέχρι τε σβεσθῆναι τὸ πῦρ παρεκάθηντο πάντες ἀμφʼ αὐτό. καὶ τῆς ταφῆς ἐκτελεσθείσης, ἀγῶνα μονομάχων ἀνδρῶν ἤγαγον ἐπὶ τοῦ τάφου. τοσοῦτον αὑτοῦ πόθον κατέλιπεν Οὐρίατθος, ἀρχικώτατος μὲν ὡς ἐν βαρβάροις γενόμενος,3 φιλοκινδυνότατος δʼ ἐς ἅπαντα πρὸ ἁπάντων, καὶ ἰσομοιρότατος ἐν τοῖς κέρδεσιν. οὐ γάρ ποτε πλέον ὑπέστη λαβεῖν, ἀεὶ παρακαλούντων· ὃ δὲ καὶ λάβοι, τοῖς ἀριστεύσασιν ἐδίδου. ὅθεν αὐτῷ, δυσχερέστατον ἔργον καὶ οὐδενί πω στρατηγῶν εὐμαρῶς ἐγγενόμενον, ἔτεσιν ὀκτὼ τοῦδε τοῦ πολέμου παμμιγὴς στρατὸς ἀστασίαστος ἦν καὶ κατήκοος ἀεὶ καὶ ἐς τοὺς κινδύνους ὀξύτατος. τότε δὲ σφῶν Τάνταλον ἑλόμενοι στρατηγεῖν, ἐπὶ Ζάκανθαν ἐφέροντο, ἣν Ἀννίβας καθελὼν ἔκτισε καὶ ἀπὸ τῆς αὑτοῦ πατρίδος Καρχηδόνα προσεῖπεν. ἀποκρουσθεῖσι δʼ αὐτοῖς ἐκεῖθεν, καὶ τὸν Βαῖτιν ποταμὸν περῶσιν, ὁ Καιπίων ἐπέκειτο, μέχρι κάμνων ὁ Τάνταλος αὑτόν τε καὶ τὴν στρατιὰν τῷ Καιπίωνι παρέδωκεν ὡς ὑπηκόοις χρῆσθαι. ὁ δὲ ὅπλα τε αὐτοὺς ἀφείλετο ἅπαντα, καὶ γῆν ἔδωκεν ἱκανήν, ἵνα μὴ λῃστεύοιεν ἐξ ἀπορίας.
他们以极尽华美之服饰装裹维里阿图斯的遗体,置于极高的火葬柴堆上焚烧,为他宰杀了众多牺牲;步兵与骑兵按连队全副武装环绕柴堆奔跑,依蛮族习俗高声赞颂他,众人环坐四周直至火焰熄灭。葬礼完毕后,他们还在坟墓上举行了角斗士比赛。维里阿图斯留下了如此深切的怀念,以蛮族出身而言,他极具统御才能,勇于面对一切危险而身先士卒,且在分配战利品时极为公正。因为即便人们屡屡相劝,他也绝不多取分文;凡有所得,亦悉数分赠有功之士。因此,在他统领之下——这是一项极其艰巨、任何将领都未尝轻易达成的伟业——一支成分复杂的杂牌军在这场长达八年的战争中始终未曾哗变,始终唯命是从,临难极其果敢。然而此时,他们推举坦塔鲁斯为主将,进军萨坎塔城——此城由汉尼拔毁后重建,并以其故乡之名命名为迦太基。但他们从那里被击退,并在渡过拜提斯河时遭到凯皮奥的穷追猛打,直到疲于奔命的坦塔鲁斯将自己及全军降服于凯皮奥,听凭其以属民相待。凯皮奥收缴了他们的一切武器,并分配了充足的土地,以免他们因困顿而重操盗匪之业。
- 1273φόβον δὲ καὶ δόξαν ἐμφήνας ἐργασομένου τι δεινόν
将来时分词 ἐργασομένου(阳性单数属格)用作名词 δόξαν 的修饰语,其逻辑主语指代主句主语布鲁图斯,意为“(令人产生)他将施加可怕处决的印象/预感”,而非属格绝对结构。
- 1274κεντοῦσιν ὡπλισμένον ἐς τὴν σφαγήν· οὐ γὰρ ἦν ἄλλοθι.
省略句 οὐ γὰρ ἦν ἄλλοθι 意为“因为在别处没有(可以下手的空隙)”。承接上文提到维里阿图斯身披甲胄(ὡπλισμένον)而卧,全身唯有喉部(ἐς τὴν σφαγήν)暴露,故刺客别无他处可刺。
- 1275ἀρχικώτατος μὲν ὡς ἐν βαρβάροις γενόμενος
短语 ὡς ἐν βαρβάροις 表限定条件,意为“在蛮族之中而言”或“在蛮族的标准下”。用以限制最高级形容词 ἀρχικώτατος,表明其统御才能在非希腊罗马的异族中尤为出众。
