- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1270-1272
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
塞尔维利阿努斯的继任者凯皮奥促使元老院撕毁和约并追击维里阿图斯,却被后者遁走;随后受命的布鲁图斯改变策略直扑敌方城镇,并渡过杜里乌斯河与莱特河,征服了顽抗的土著及布拉卡里人。
οὐ μὴν ἐπέμεινεν οὐδʼ ἐς βραχὺ τὰ συγκείμενα· ὁ γὰρ ἀδελφὸς Σερουιλιανοῦ τοῦ ταῦτα συνθεμένου, Καιπίων, διάδοχος αὐτῷ τῆς στρατηγίας γενόμενος διέβαλλε τὰς συνθήκας, καὶ ἐπέστελλε Ῥωμαίοις ἀπρεπεστάτας εἶναι. καὶ ἡ βουλὴ τὸ μὲν πρῶτον αὐτῷ συνεχώρει κρύφα λυπεῖν τὸν Οὐρίατθον ὅ τι δοκιμάσειεν· ὡς δʼ αὖθις ἠνώχλει καὶ συνεχῶς ἐπέστελλεν, ἔκρινε λῦσαί τε τὰς σπονδὰς καὶ φανερῶς πολεμεῖν αὖθις Οὐριάτθῳ. ἐψηφισμένου δὴ σαφῶς, ὁ Καιπίων Ἄρσαν τε πόλιν ἐκλιπόντος Οὐριάτθου παρέλαβε, καὶ αὐτὸν Οὐρίατθον φεύγοντά τε καὶ τὰ ἐν παρόδῳ φθείροντα περὶ Καρπητανίαν κατέλαβε, πολὺ πλείονας ἔχων. ὅθεν ὁ Οὐρίατθος οὐ δοκιμάζων αὐτῷ συμπλέκεσθαι διὰ τὴν ὀλιγότητα, κατὰ μέν τινα φάραγγα ἀφανῆ τὸ πλέον τοῦ στρατοῦ περιέπεμψεν ἀπιέναι, τὸ δὲ λοιπὸν αὐτὸς ἐκτάξας ἐπὶ λόφου δόξαν παρεῖχε πολεμήσοντος. ὡς δʼ ᾔσθετο τῶν προαπεσταλμένων ἐν ἀσφαλεῖ γεγονότων, ἐξίππευσεν ἐς αὐτοὺς1 μετὰ καταφρονήσεως, ὀξέως οὕτως ὡς μηδʼ αἰσθέσθαι τοὺς διώκοντας ὅποι διέδραμεν. ὁ δὲ Καιπίων ἐς Οὐέττωνας καὶ Καλλαϊκοὺς τραπεὶς τὰ ἐκείνων ἐδῄου.
然而,达成的和约甚至未能维持片刻。因为订立条约的塞尔维利阿努斯的兄弟凯皮奥接任其统帅权后,极力诋毁该条约,并致信罗马人称此约极为可耻。元老院起初允许他以其认为合适的方式暗中骚扰维里阿图斯;但他再次纠缠不休并接连致信,元老院遂决定废除和约,再次公开对维里阿图斯作战。决议明确通过后,凯皮奥接收了维里阿图斯弃守的阿尔萨城,并在卡尔佩塔尼亚附近追上了维里阿图斯本人——维里阿图斯正一边奔逃一边沿途毁坏田野,而凯皮奥兵力远胜于他。因此,维里阿图斯因兵力单薄不愿与他正面交锋,便派遣大半军队绕道一条隐秘的峡谷撤离,自率余部列阵于山丘之上,装出准备交战之势。及至察觉先遣部队已达安全之地,他便带着轻蔑之意策马奔向他们,其速度之快,使追击者甚至未及察觉他奔往何处。凯皮奥随后转向维托内斯人与卡莱科伊人,蹂躏了他们的土地。
καὶ ζήλῳ τῶν ἔργων Οὐριάτθου τὴν Λυσιτανίαν λῃστήρια πολλὰ ἄλλα ἐπιτρέχοντα ἐπόρθει. Σέξτος δὲ Ἰούνιος Βροῦτος ἐπὶ ταῦτα πεμφθεὶς ἀπέγνω μὲν αὐτὰ διώκειν διὰ χώρας μακρᾶς, ὅσην ὁ Τάγος τε καὶ Λήθης καὶ Δόριος καὶ Βαίτις ποταμοὶ ναυσίποροι περιέχουσιν, ὀξέως, οἷα δὴ λῃστήρια, μεθισταμένους2 δυσεργὲς ἡγούμενος εἶναι καταλαβεῖν, καὶ αἰσχρὸν οὐ καταλαβόντι, καὶ νικήσαντι τὸ ἔργον οὐ λαμπρόν· ἐς δὲ τὰς πόλεις αὐτῶν ἐτράπετο, δίκην τε λήψεσθαι προσδοκῶν, καὶ τῇ στρατιᾷ πολὺ κέρδος περιέσεσθαι, καὶ τοὺς λῃστὰς ἐς ἑκάστην ὡς πατρίδα κινδυνεύουσαν διαλυθήσεσθαι. ὁ μὲν δὴ ταῦτ’ ἐνθυμούμενος ἐδῄου τὰ ἐν ποσὶν ἅπαντα, συμμαχομένων τοῖς ἀνδράσι τῶν γυναικῶν καὶ συναναιρουμένων, καὶ οὔ τινα φωνὴν οὐδʼ ἐν ταῖς σφαγαῖς ἀφιεισῶν. εἰσὶ δʼ οἳ καὶ ἐς τὰ ὄρη μεθʼ ὧν ἐδύναντο ἀνεπήδων· καὶ αὐτοῖς δεομένοις συνεγίγνωσκεν ὁ Βροῦτος, καὶ τὰ ὄντα ἐμερίζετο.
此外,因羡慕维里阿图斯的战绩,许多其他盗匪队伍也在卢西塔尼亚四处奔袭劫掠。塞克斯图斯·尤尼乌斯·布鲁图斯奉派前来征讨这些盗匪,但他打消了横穿由塔古斯河、莱特河、杜里乌斯河和拜提斯河这些通航河流所环绕的辽阔土地去追击他们的念头,因为他认为,他们一如盗匪队伍那样转移迅速,极难捕捉;若未能捉住则有损声名,即便战胜亦非显赫功绩。于是他转向攻打他们的城镇,预料既能施行惩戒,又能为军队带来丰厚斩获,且盗匪们也会因各自家园告急而瓦解分散。他胸怀此意,将沿途所见尽数洗劫,妇女亦与男人们并肩作战、一同战死,即便在屠戮之中亦不发一声。亦有人携其所能带走之物逃入山中;对于乞降求饶者,布鲁图斯予以宽恕,并分配了其财产。
καὶ τὸν Δόριον περάσας πολλὰ μὲν πολέμῳ κατέδραμε, πολλὰ δὲ παρὰ τῶν αὑτοὺς ἐνδιδόντων ὅμηρα αἰτήσας ἐπὶ Λήθην μετῄει, πρῶτος ὅδε Ῥωμαίων ἐπινοῶν τὸν ποταμὸν τόνδε διαβῆναι. περάσας δὲ καὶ τόνδε, καὶ μέχρι Νίμιος ἑτέρου ποταμοῦ προελθών, Βρακάρων αὐτῷ φερομένην ἀγορὰν ἁρπασάντων ἐστράτευεν ἐπὶ τοὺς Βρακάρους, οἵ εἰσιν ἔθνος μαχιμώτατον, καὶ ἅμα ταῖς γυναιξὶν ὡπλισμέναις καὶ οἵδε ἐμάχοντο, καὶ προθύμως ἔθνησκον, οὐκ ἐπιστρεφόμενος αὐτῶν οὐδείς, οὐδὲ τὰ νῶτα δεικνύς, οὐδὲ φωνὴν ἀφιέντες.3 ὅσαι δὲ κατήγοντο τῶν γυναικῶν, αἱ μὲν αὑτὰς διεχρῶντο, αἱ δὲ καὶ τῶν τέκνων αὐτόχειρες ἐγίνοντο, χαίρουσαι τῷ θανάτῳ μᾶλλον τῆς αἰχμαλωσίας. εἰσὶ δέ τινες τῶν πόλεων αἳ τότε μὲν τῷ Βρούτῳ προσετίθεντο, οὐ πολὺ δʼ ὕστερον ἀφίσταντο. καὶ αὐτὰς ὁ Βροῦτος κατεστρέφετο αὖθις.
他渡过杜里乌斯河后,以武力扫荡了许多地方,并向归降者索取了大量人质,随后向莱特河进发,成为罗马人中企图渡过此河的第一人。在渡过此河并推进至另一条名为尼米斯的河流时,因布拉卡里人抢劫了运送给他的粮草,他遂出兵征讨布拉卡里人。他们是一个极其骁勇善战的部族,同样与武装的妇女并肩作战,慷慨赴死,无一人回首退缩,亦无一人露出脊背或发出呼号。至于被俘的妇女,有的自尽,有的甚至亲手杀死自己的孩子,比起被俘更以死为乐。有些城镇当时虽归顺了布鲁图斯,但不久便又叛变,布鲁图斯再次将其一一征服。
- 1270ἐξίππευσεν ἐς αὐτοὺς
代词 αὐτούς 的指代存在两种可能:(1) 指前文的 τῶν προαπεσταλμένων(先前派出的己方部队),即维里阿图斯策马赶去与他们会合;(2) 指罗马敌军,即他带着蔑视冲向敌阵或掠过敌军虚晃一枪后突围。后文紧接“追击者甚至未及察觉他奔往何处”,既可理解为出其不意地甩开敌军与部下汇合,亦可理解为掠过敌前脱逃。
- 1271μεθισταμένους
语法上为阳性复数现在分词(中动态),但其先行词为中性名词 λῃστήρια(盗匪团伙)。此处未采用中性形式(μεθιστάμενα),而是按意义一致(constructio ad sensum)采用阳性复数,着眼于构成盗匪团的盗贼个体。该分词充当不定式 καταλαβεῖν 的宾语。
- 1272οὐκ ἐπιστρεφόμενος αὐτῶν οὐδείς, οὐδὲ τὰ νῶτα δεικνύς, οὐδὲ φωνὴν ἀφιέντες
单数主语 οὐδείς 在前半句中与单数分词 ἐπιστρεφόμενος 及 δεικνύς 一致,但在最后一个 οὐδέ 之后,突然转为复数分词 ἀφιέντες。这种数的转换(enallage)反映了作者思维重新回到集合概念(布拉卡里全体部众),或受到了前面主要动词 ἐμάχοντο 和 ἔθνησκον 的复数形式的影响。
