- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1267-1269
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法比乌斯·马克西穆斯·塞尔维利阿努斯接任统帅并与维里阿图斯交战,双方互有胜负;塞尔维利阿努斯随后围困埃里萨内,却遭到维里阿图斯的突袭反击,罗马全军被逼至绝壁而无路可退。维里阿图斯并未痛下杀手,而是主动提出宽仁的媾和条件,双方订立承认其属地与同盟地位的条约,战事遂告一段落。
τοῦ δʼ ἐπιόντος ἔτους Κοϊντίῳ μὲν ὁ ἀδελφὸς Αἰμιλιανοῦ, Φάβιος Μάξιμος Σερουιλιανός, ἦλθεν ἐπὶ τὴν στρατηγίαν διάδοχος, δύο ἄλλα τέλη Ῥωμαίων ἄγων καὶ συμμάχους τινάς, ἅπαντας ἐς μυρίους καὶ ὀκτακισχιλίους πεζοὺς καὶ ἱππέας ἑξακοσίους ἐπὶ χιλίοις. ἐπιστείλας δὲ καὶ Μικίψῃ τῷ Νομάδων βασιλεῖ πέμψαι οἱ τάχιστα ἐλέφαντας, ἐς Ἰτύκκην ἠπείγετο, τὴν στρατιὰν ἄγων κατὰ μέρος· καὶ τὸν Οὐρίατθον ἑξακισχιλίοις ἀνδράσιν ἐπιόντα οἱ μετά τε κραυγῆς καὶ θορύβου βαρβαρικοῦ καὶ κόμης μακρᾶς, ἣν ἐν τοῖς πολέμοις ἐπισείουσι τοῖς ἐχθροῖς, οὐδὲν ὑποπτήξας ὑπέστη τε γενναίως καὶ ἀπεώσατο ἄπρακτον. ὡς δέ οἱ καὶ τὸ ἄλλο πλῆθος ἀφῖκτο, καὶ ἐκ Λιβύης ἐλέφαντες δέκα σὺν ἱππεῦσι τριακοσίοις, στρατόπεδον ὠχύρου μέγα, καὶ προεπεχείρει τῷ Οὐριάτθῳ, καὶ τρεψάμενος αὐτὸν ἐδίωκεν. ἀτάκτου δὲ τῆς διώξεως γενομένης, ἰδὼν ἐν τῇ φυγῇ τοῦτο ὁ Οὐρίατθος ἐπανῆλθε, καὶ κτείνας ἐς τρισχιλίους τοὺς λοιποὺς συνήλασεν ἐς τὸ στρατόπεδον, καὶ προσέβαλε καὶ τῷδε, ὀλίγων μόλις αὐτὸν ὑφισταμένων περὶ τὰς πύλας, τῶν δὲ πλεόνων ἐς τὰς σκηνὰς καταδύντων ὑπὸ δέους καὶ μόλις ὑπὸ τοῦ στρατηγοῦ καὶ τῶν χιλιάρχων ἐξαγομένων. τότε μὲν οὖν Φάνιός τε, ὁ Λαιλίου κηδεστής, λαμπρῶς ἠρίστευε, καὶ νὺξ ἐπελθοῦσα Ῥωμαίους περιέσωσεν· ὁ δὲ Οὐρίατθος ἢ νυκτὸς ἢ καύματος ὥρᾳ θαμινὰ ἐπιών, καὶ οὔ τινα καιρὸν ἀδόκητον ἐκλείπων, ψιλοῖς ἀνδράσι καὶ ἵπποις ταχυτάτοις ἠνώχλει τοῖς πολεμίοις μέχρι τὸν Σερουιλιανὸν ἐς Ἰτύκκην ἀναστῆσαι.1
次年,埃米利亚努斯的兄弟法比乌斯·马克西穆斯·塞尔维利阿努斯作为继任者前来接替昆克提乌斯的统帅权,率领另外两个罗马军团和一些同盟军,总计步兵一万八千人、骑兵一千六百人。他又致信努米底亚国王米基普萨,命其尽快遣送战象,自率军队分批疾驰前往伊图基。维里阿图斯率六千兵士向他发起进攻,夹杂着蛮族的呼号喧嚣并挥舞着长发——他们作战时常以此威吓敌人——塞尔维利阿努斯毫无惧色,英勇迎击,将他击退,使其无功而返。待其余大队人马赶到,又有来自利比亚的十头战象和三百名骑兵相助,他筑起一座坚固的大营,抢先向维里阿图斯发起进攻,将其击溃并展开追击。然而追击队形陷入混乱,维里阿图斯在奔逃中察觉到这一点,随即转身反击,斩杀约三千人,将其余兵士驱赶回营地,并进而攻打营地本身;当时营门附近仅有少数人勉强抵抗,大多数人因恐惧而躲入营帐,由将领与军团长们再三催促才勉强出战。当时莱利乌斯的姻亲凡尼乌斯作战极为英勇,而黑夜的降临使罗马人得以保全。但维里阿图斯或在夜间或在正午酷热之际频频突袭,绝不错失任何出其不意的时机,以轻装步兵和疾驰的战马持续袭扰敌军,直至迫使塞尔维利阿努斯退至伊图基。
τότε δὲ ἤδη τροφῶν τε ἀπορῶν ὁ Οὐρίατθος καὶ τὸν στρατὸν ἔχων ἐλάττω, νυκτὸς ἐμπρήσας τὸ στρατόπεδον ἐς Λυσιτανίαν ἀνεχώρει. καὶ αὐτὸν ὁ Σερουιλιανὸς οὐ καταλαβὼν ἐς Βαιτουρίαν ἐνέβαλε, καὶ πέντε πόλεις διήρπαζεν, αἳ τῷ Οὐριάτθῳ συνεπεπράχεσαν. μετὰ δὲ τοῦτο ἐστράτευεν ἐς Κουνέους, ὅθεν ἐς Λυσιτανοὺς ἐπὶ τὸν Οὐρίατθον αὖθις ἠπείγετο. καὶ αὐτῷ παροδεύοντι δύο λῄσταρχοι μετὰ μυρίων ἀνδρῶν ἐπιθέμενοι, Κούριός τε καὶ Ἀπουλήιος, ἐθορύβησαν καὶ τὴν λείαν ἀφείλοντο. καὶ Κούριος μὲν ἐν τῷ ἀγῶνι ἔπεσεν, ὁ δὲ Σερουιλιανὸς τήν τε λείαν μετʼ οὐ πολὺ ἀνέλαβε, καὶ πόλεις εἷλεν Εἰσκαδίαν τε καὶ Γέμελλαν καὶ Ὀβόλκολαν, φρουρουμένας ὑπὸ τῶν Οὐριάτθου, καὶ διήρπαζεν ἑτέρας, καὶ συνεγίγνωσκεν ἄλλαις· αἰχμάλωτα δʼ ἔχων ἀμφὶ τὰ μύρια, πεντακοσίων μὲν ἀπέτεμε τὰς κεφαλάς, τοὺς δὲ λοιποὺς ἀπέδοτο. καὶ Κοννόβαν μέν τινα λῄσταρχον ἑαυτὸν ἐγχειρίσαντα λαβών, καὶ φεισάμενος αὐτοῦ μόνου, τοὺς σὺν αὐτῷ πάντας ἐχειροκόπησεν, Οὐρίατθον δὲ διώκων Ἐρισάνην αὐτοῦ πόλιν ἀπετάφρευεν, ἐς ἣν ὁ Οὐρίατθος ἐσδραμὼν νυκτὸς ἅμα ἕῳ τοῖς ἐργαζομένοις ἐπέκειτο, μέχρι τὰ σκαφεῖα ῥίψαντες ἔφευγον. τήν τε ἄλλην στρατιάν, ἐκταχθεῖσαν ὑπὸ τοῦ Σερουιλιανοῦ, τρεψάμενος ὁμοίως Οὐρίατθος ἐδίωκε, καὶ συνήλασεν ἐς κρημνούς, ὅθεν οὐκ ἦν τοῖς Ῥωμαίοις διαφυγεῖν. Οὐρίατθος δὲ ἐς τὴν εὐτυχίαν οὐχ ὕβρισεν, ἀλλὰ νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ,2 συνετίθετο Ῥωμαίοις, καὶ τὰς συνθήκας ὁ δῆμος ἐπεκύρωσεν· Οὐρίατθον εἶναι Ῥωμαίων φίλον, καὶ τοὺς ὑπʼ αὐτῷ πάντας ἧς ἔχουσι γῆς ἄρχειν.3 ὧδε μὲν ὁ Οὐριάτθου πόλεμος ἐδόκει πεπαῦσθαι, χαλεπώτατός τε Ῥωμαίοις γενόμενος καὶ ἐπὶ εὐεργεσίᾳ καταλυθείς.
此时维里阿图斯粮草匮乏,兵力亦见减少,便在夜间焚毁营寨撤回卢西塔尼亚。塞尔维利阿努斯未能追上他,便侵入拜图里亚,劫掠了曾与维里阿图斯结盟的五座城镇。此后他又出征库内伊人,并从那里再次赶往卢西塔尼亚追讨维里阿图斯。当他行军经过时,库里乌斯与阿普莱乌斯这两名盗匪首领率一万人发起袭击,打乱了他的队伍并夺走战利品。库里乌斯在交战中阵亡,塞尔维利阿努斯不久便夺回了战利品,并攻克了由维里阿图斯属下防守的埃伊斯卡迪亚、赫梅拉和奥博尔科拉等城,洗劫了其他一些城镇,又赦免了另外几座城;他俘获了约一万人,将其中五百人斩首,其余之人尽皆变卖为奴。他又俘获了主动投降的盗匪头目康诺巴,唯独赦免了他一人,而将其所有随从尽数砍断双手。随后他追击维里阿图斯,并掘壕围困其城市埃里萨内;但维里阿图斯乘夜潜入城中,拂晓时分猛攻掘壕劳作之人,直打得他们抛下铁锹溃逃。对于塞尔维利阿努斯列阵布防的其余大军,维里阿图斯同样将其击溃追击,把他们逼至罗马人无路可逃的绝壁边缘。然而维里阿图斯并未因这一好运而骄纵蛮横,反而认为若能以显著的恩惠使战争体面结束自是极佳之事,遂与罗马人订立盟约,罗马民众亦批准了此项条约:维里阿图斯为罗马人之友,其部属尽皆管领各自所据之土地。至此,维里阿图斯之战似乎告一段落,这场战争使罗马人备尝艰辛,最终却在宽仁施恩中归于平息。
- 1267μέχρι τὸν Σερουιλιανὸν ἐς Ἰτύκκην ἀναστῆσαι
连词 μέχρι 在此并未引导直陈语气或虚拟语气的限定从句,而是接不定式结构(宾语 τὸν Σερουιλιανὸν 搭配及物的第一不定过去时不定式 ἀναστῆσαι,逻辑主语为维里阿图斯)。这是后古典希腊语中 μέχρι 或 ἕως 仿照 πρίν 或 ὥστε 引导不定式从句以表示极限或结果的用法,意为“直至迫使塞尔维利阿努斯撤退”。
- 1269νομίσας ἐν καλῷ θήσεσθαι τὸν πόλεμον ἐπὶ χάριτι λαμπρᾷ
短语 ἐν καλῷ τίθεσθαι 是一习惯表达,意为“将……置于良好状态/体面妥善地了结”。介词短语 ἐπὶ χάριτι λαμπρᾷ 中 ἐπί 搭配与格表示条件或方式,意为“以显著的恩惠/宽仁”。
- 1269ἧς ἔχουσι γῆς ἄρχειν
先行词 γῆς 被吸收入关系从句中,并与关系代词 ἧς 或受统治动词 ἄρχειν 所要求的属格相一致(正常语序为 ἄρχειν τῆς γῆς ἣν ἔχουσιν),意为“管领他们所拥有的土地”。
