← 阿庇安

西班牙战记

§1164-1166

维里阿图斯的攻势与埃米利亚努斯的迎击

维里阿图斯击溃了普劳提乌斯,但随后在训练有素的法比乌斯·马克西穆斯·埃米利亚努斯手下受挫;此后他反击昆克提乌斯,并策动临近部落引发了努曼廷战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1164

Οὐρίατθος δὲ τὴν Καρπητανίαν, εὐδαίμονα χώραν, ἐπιὼν ἀδεῶς ἐλεηλάτει, ἕως ἧκεν ἐκ Ῥώμης Γάιος Πλαύτιος ἄγων πεζοὺς μυρίους καὶ ἱππέας χιλίους ἐπὶ τριακοσίοις. τότε δʼ αὖθις ὑπεκρίνατο φεύγειν ὁ Οὐρίατθος, καὶ ὁ Πλαύτιος αὐτὸν ἔπεμψε διώκειν ἐς τετρακισχιλίους, οὓς ἐπιστραφεὶς ὁ Οὐρίατθος ἔκτεινε χωρὶς ὀλίγων. καὶ τὸν Τάγον ποταμὸν διαβὰς ἐστρατοπέδευεν ἐν ὄρει περιφύτῳ μὲν ἐλάαις, Ἀφροδίτης δʼ ἐπωνύμῳ, ἔνθα ὁ Πλαύτιος καταλαβών, καὶ τὸ πταῖσμα ἀναλαβεῖν ἐπειγόμενος, συνέβαλεν. ἡττηθεὶς δὲ φόνου πολλοῦ γενομένου διέφυγεν ἀκόσμως ἐς τὰς πόλεις, καὶ ἐκ μέσου θέρους ἐχείμαζεν, οὐ θαρρῶν οὐδαμοῖ προϊέναι. ὁ δʼ Οὐρίατθος τὴν χώραν ἀδεῶς περιιών ᾔτει τοὺς κεκτημένους τιμὴν τοῦ ἐπικειμένου καρποῦ, καὶ παρʼ ὧν μὴ λάβοι διέφθειρεν.1

维里阿图斯侵入肥沃的卡尔佩塔尼亚地区,无所顾忌地进行掳掠,直到盖乌斯·普劳提乌斯率领一万名步兵和一千三百名骑兵从罗马赶来。这时维里阿图斯再次假装溃逃,普劳提乌斯派了约四千人去追击他;维里阿图斯突然回身反击,除少数人外将他们尽数歼灭。随后他渡过塔霍河,驻扎在一座长满橄榄树且以阿佛洛狄忒命名的山上,普劳提乌斯赶到那里,急于挽回败局,便与他交战。〔普劳提乌斯〕在发生重大杀戮后惨败,混乱不堪地逃入各城市中,从盛夏时节起便进入冬营,不敢再向任何地方进军。维里阿图斯则在乡野间无所畏惧地巡行,向田产所有者勒索在田庄稼的赎金,凡是未交纳者,便将其庄稼尽皆毁坏。

§1165

ὧν οἱ ἐν ἄστει Ῥωμαῖοι πυνθανόμενοι Φάβιον Μάξιμον Αἰμιλιανόν, Αἰμιλίου Παύλου τοῦ Περσέα τὸν Μακεδόνων βασιλέα ἀνελόντος υἱόν, ἔπεμπον ἐς Ἰβηρίαν, καὶ στρατιὰν ἑαυτῷ καταγράφειν ἐπέτρεπον. ὁ δέ, Ῥωμαίων ἄρτι Καρχηδόνα καὶ τὴν Ἑλλάδα ἑλόντων καὶ τὸν τρίτον ἐν Μακεδονίᾳ πόλεμον κατωρθωκότων, φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκεῖθεν ἐληλυθότων2 κατέλεγε πρωθήβας, οὐ πρὶν πολέμου πεπειραμένους, ἐς δύο τέλη. καὶ παρὰ τῶν συμμάχων στρατὸν ἄλλον αἰτήσας ἧκεν ἐς Ὄρσωνα τῆς Ἰβηρίας σύμπαντας ἔχων πεζοὺς μυρίους καὶ πεντακισχιλίους καὶ ἱππέας ἐς δισχιλίους. ὅθεν οὔπω μάχης ἄρχων, μέχρι τὴν στρατιὰν γυμνάσειεν, ἐς Γάδειρα διέπλευσε τὸν πορθμόν, Ἡρακλεῖ θύσων. ὁ δὲ Οὐρίατθος αὐτοῦ τῶν ξυλευομένων τισὶν ἐπιπεσὼν ἔκτεινε πολλοὺς καὶ ἐφόβησε τοὺς λοιπούς. τοῦ δʼ ὑποστρατήγου συντάξαντος αὐτοὺς αὖθις ὁ Οὐρίατθος ἐκράτει καὶ πολλὴν λείαν περιεσύρατο. ἀφικομένου τε τοῦ Μαξίμου συνεχῶς ἐξέτασσε προκαλούμενος. ὁ δὲ ὅλῳ μὲν οὐ συνεμίσγετο τῷ στρατῷ, γυμνάζων αὐτοὺς ἔτι, κατὰ δὲ μέρη πολλάκις ἠκροβολίζετο, πεῖράν τε ποιούμενος τῶν πολεμίων καὶ τοῖς ἰδίοις ἐντιθεὶς θάρσος. χορτολογῶν τε ἐνόπλους ἀεὶ τοῖς γυμνοῖς περιίστη, καὶ περιέτρεχε μεθʼ ἱππέων αὐτός, οἷα Παύλῳ τῷ πατρὶ συστρατευόμενος ἐν Μακεδόσιν ἑώρα. μετὰ δὲ χειμῶνα γεγυμνασμένῳ τῷ στρατῷ τρέπεται δεύτερος ὅδε τὸν Οὐρίατθον καλῶς ἀγωνισάμενον3 καὶ πόλεις αὐτοῦ δύο τὴν μὲν διήρπασε τὴν δὲ ἐπέπρησεν, αὐτόν τε, φεύγοντα ἐς χωρίον ᾧ ὄνομα ἦν Βαικόρ, διώκων ἔκτεινε πολλούς. καὶ ἐχείμαζεν ἐν Κορδύβῃ, δεύτερον ἔτος ἤδη στρατηγῶν τοῦδε τοῦ πολέμου. καὶ τάδε μὲν ὁ Αἰμιλιανὸς ἐργασάμενος ἐς Ῥώμην ἀπῇρε, διαδεξαμένου τὴν ἀρχὴν Κοΐντου Πομπηίου τοῦ Αὔλου.

罗马城内的人得知此事后,派遣马其顿国王珀尔修斯的征服者埃米利乌斯·保卢斯之子法比乌斯·马克西穆斯·埃米利亚努斯前往伊比利亚,并准许他自行招募一支军队。由于罗马人刚刚攻占了迦太基和希腊,并在马其顿顺利完成了第三次战争,他体恤从这些战场归来的老兵,只征募了此前未经历战事的初入成年青年,组建了两个军团。在向盟友索取了另一支军队后,他率领总计一万五千名步兵和约两千名骑兵抵达伊比利亚的乌尔索。从那里,在军队完成训练之前他尚未开始作战,而是渡过海峡航行前往加代拉,向赫拉克勒斯献祭。然而维里阿图斯突袭了他手下一些正在砍柴的兵士,斩杀多人并使其余的人大为惊恐。当副官重新整顿队伍时,维里阿图斯再次取胜并掠夺了大量战利品。马克西穆斯返回后,维里阿图斯不断列阵发起挑战。但马克西穆斯并不投入全军接战,而是继续训练他们,经常以小分队进行小规模交火,既试探敌人,又为己方兵士注入勇气。在采集草料时,他总是将武装部队布置在徒手士兵周围,并亲自率领骑兵四处巡视,正如他当年与父亲保卢斯在马其顿共同作战时所见到的那样。冬去春来,军队训练有素,此人第二个击溃了英勇奋战的维里阿图斯,洗劫了他属下的两座城镇中的一座,焚毁了另一座,并在维里阿图斯逃往名为拜科尔的地方时展开追击,斩杀了许多敌兵。随后他在科尔多瓦过冬,此时已是他在这场战争中任统帅的第二年。埃米利亚努斯在完成这些功绩后启程返回罗马,由奥卢斯之子昆图斯·庞培接任统帅。

§1166

ἐφʼ οἷς ὁ Οὐρίατθος οὐχ ὁμοίως ἔτι καταφρονῶν, Ἀρουακοὺς καὶ Τίτθους καὶ Βελλούς, ἔθνη μαχιμώτατα, ἀπέστησεν ἀπὸ Ῥωμαίων. καὶ πόλεμον ἄλλον οἵδε ἐφʼ ἑαυτῶν ἐπολέμουν, ὃν ἐκ πόλεως αὐτῶν μιᾶς Νομαντῖνον ἡγοῦνται, μακρόν τε καὶ ἐπίπονον Ῥωμαίοις γενόμενον. καὶ συνάξω καὶ τόνδε ἐς ἓν μετʼ Οὐρίατθον. Οὐρίατθος μὲν ἐπὶ θάτερα τῆς Ἰβηρίας ἑτέρῳ στρατηγῷ Ῥωμαίων Κοϊντίῳ συνεπλέκετο, καὶ ἡσσώμενος ἐς τὸ Ἀφροδίσιον ὄρος ἀνέστρεφεν. ὅθεν ἐπιστραφεὶς ἔκτεινε τῶν Κοϊντίου ἐς χιλίους, καὶ σημεῖά τινα ἥρπασε· τοὺς δὲ λοιποὺς ἐς τὸ στρατόπεδον αὐτῶν συνεδίωξε, καὶ τὴν ἐν Ἰτύκκῃ φρουρὰν ἐξέβαλε, καὶ τὴν Βαστιτανῶν χώραν ἐλῄζετο, Κοϊντίου διὰ δειλίαν καὶ ἀπειρίαν οὐκ ἐπιβοηθοῦντος, ἀλλʼ ἐν Κορδύβῃ χειμάζοντος ἐκ μέσου μετοπώρου, καὶ Γάιον Μάρκιον θαμινὰ ἐπιπέμποντος αὐτῷ, ἄνδρα Ἴβηρα ἐκ πόλεως Ἰταλικῆς.

因遭遇这些挫败,维里阿图斯不再像以往那样轻敌,策动了极为尚武的阿雷瓦奇人、蒂特人和贝尔人背叛罗马。这些人自行进行了另一场战争,因他们的一座城市而被称为努曼廷战争,这场战争对罗马人而言既漫长又艰苦。我也将在维里阿图斯的事迹之后将其汇集叙述。至于维里阿图斯,则在伊比利亚的另一边与另一位罗马将领昆克提乌斯交锋,受挫后撤退至阿佛洛狄西亚山。他从那里转身反攻,斩杀了昆克提乌斯手下约一千名士兵,缴获了一些军旗;其余的人被他逼回阵营,他还驱逐了驻在伊图基的驻军,并劫掠了巴斯蒂塔尼亚人的土地。昆克提乌斯因怯懦与缺乏经验未予救援,反而从中秋起便在科尔多瓦过冬,只是频频派遣来自伊塔利卡城的伊比利亚人盖乌斯·马尔基乌斯前去迎战他。

语法注3 条
  1. 1164καὶ παρʼ ὧν μὴ λάβοι διέφθειρεν

    关系从句中的希求法 λάβοι 带有否定词 μή,作表示过去反复性动作的反复希求法使用(“凡未曾收到者”)。它与主句的未完成过去时 διέφθειρεν 相呼应,表示过去习惯性、重复发生的情形。

  2. 1165φειδοῖ τῶν ἀνδρῶν τῶν ἐκεῖθεν ἐληλυθότων

    名词 φειδώ 的与格单数形式 φειδοῖ 作原因与格使用,意为“出于对……的体恤/顾惜”。其后的属格 τῶν ἀνδρῶν 充当该动作名词的宾格性属格。

  3. 1165δεύτερος ὅδε τὸν Οὐρίατθον καλῶς ἀγωνισάμενον

    δεύτερος ὅδε 由不带冠词、作表语用的序数词 δεύτερος 与指示代词 ὅδε(“此人”)结合而成,与动词 τρέπεται 连用,意为“此人第二个(击溃……)”。分词短语 τὸν Οὐρίατθον καλῶς ἀγωνισάμενον 充当动词 τρέπεται 的直接宾语(“使英勇交战的维里阿图斯败退”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1164-1166