- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1161-1163
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
幸免于屠杀的卢西塔尼亚人遭韦蒂利乌斯围困,维里阿图斯通过奇谋指挥全军脱险并被推戴为领袖;随后他设伏歼灭了韦蒂利乌斯的追兵并将其击杀,又将罗马财务官派来的援军全歼。
οὐ πολὺ δὲ ὕστερον, ὅσοι διέφυγον ἐκ τῆς Λευκόλλου καὶ Γάλβα παρανομήσεως, ἁλισθέντες ἐς μυρίους τὴν Τυρδιτανίαν κατέτρεχον. καὶ αὐτοῖς ἀπὸ Ῥώμης ἐπελθὼν Γάιος Οὐετίλιος, ἄγων τέ τινα στρατὸν ἄλλον καὶ τοὺς ἐν Ἰβηρίᾳ προσλαβών, ἅπαντας ἔχων ἐς μυρίους, ἐπέπεσε προνομεύουσι, καὶ πολλοὺς ἀνελὼν συνέωσε τοὺς λοιποὺς ἔς τι χωρίον, οἷ κινδυνεύειν τε μένοντας ἐχρῆν ὑπὸ λιμοῦ καὶ ἀπιόντας ὑπὸ Ῥωμαίων·1 ὧδε γὰρ εἶχε δυσχωρίας. καὶ διὰ τοῦτο πρέσβεις ἐς τὸν Οὐετίλιον ἔπεμπον σὺν ἱκετηρίαις, γῆν ἐς συνοικισμὸν αἰτοῦντες ὡς ἀπὸ τοῦδε ἐσόμενοι Ῥωμαίων ἐς πάντα κατήκοοι. ὁ δὲ ὑπισχνεῖτο δώσειν, καὶ συνετίθετο ἤδη. Οὐρίατθος δʼ ὁ ἐκ τῆς Γάλβα παρανομίας ἐκφυγών, τότε συνὼν αὐτοῖς, ὑπεμίμνησκε τῆς Ῥωμαίων ἀπιστίας, ὁσάκις τε αὐτοῖς ὀμόσαντες ἐπιθοῖντο, καὶ ὡς ὅδε πᾶς ὁ στρατὸς ἐκ τοιῶνδε ἐπιορκιῶν Γάλβα καὶ Λευκόλλου διαφύγοιμεν.2 οὐδʼ ἀπορεῖν ἔφη σωτηρίας ἀπὸ τοῦδε τοῦ χωρίου, ἂν ἐθέλωσι πείθεσθαι.
此后不久,那些逃脱了卢库鲁斯和加尔巴不法暴行的人聚集了约一万人,在图尔德塔尼亚四处蹂躏。盖乌斯·韦蒂利乌斯从罗马率领另一支军队前去讨伐他们,并汇合了在伊比利亚的驻军,总兵力约有一万人;他趁他们正在搜掠粮秣时发起袭击,斩杀了许多人,将其余的人逼退到一处险要之地:留在此地,他们必将因饥荒而送命;若走出去,则必丧生于罗马人之手,因为地势极其险峻。因此,他们手持求饶的橄榄枝派使节去见韦蒂利乌斯,请求分给土地以便定居,承诺从今以后在一切事上顺服罗马人。韦蒂利乌斯答应给予,并已经着手缔结和约。然而逃脱了加尔巴暴行、当时与他们在一处的维里阿图斯提醒他们罗马人的背信弃义,指出罗马人曾多次在起誓之后又袭击他们,以及这整支军队正是如何从加尔巴和卢库鲁斯的这类背誓行径中逃脱出来的。他又说,只要他们愿意听从指挥,从这处险境脱险绝非没有办法。
Ἐρεθισθέντων δʼ αὐτῶν καὶ ἐν ἐλπίσι γενομένων, ᾑρέθη τε στρατηγός, καὶ πάντας ἐκτάξας ἐς μέτωπον ὡς ἐπὶ μάχῃ, τοὺς μὲν ἄλλους ἐκέλευσεν, ὅταν αὐτὸς ἐπιβῇ τοῦ ἵππου, διαιρεθέντας ἐς μέρη πολλὰ φεύγειν, ὡς δύνανται, κατʼ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐς Τριβόλαν πόλιν, ἔνθα αὐτὸν περιμένειν, χιλίους δὲ μόνους ἐπιλεξάμενος ἐκέλευσεν αὑτῷ συνίστασθαι. καὶ γιγνομένων τούτων οἱ μὲν εὐθὺς ἔφυγον, ἐπειδὴ ὁ Οὐρίατθος τὸν ἵππον ἀνέβη, ὁ δὲ Οὐετίλιος αὐτοὺς δείσας διώκειν ἐς πολλὰ διῃρημένους, ἐπὶ τὸν Οὐρίατθον ἑστῶτα καὶ ἐφεδρεύοντα τῷ γενησομένῳ τραπεὶς ἐμάχετο. ὁ δʼ ὠκυτάτοις ἵπποις αὐτὸν ἐνοχλῶν, καὶ ὑποφεύγων καὶ πάλιν ἱστάμενος καὶ ἐπιών, ἐκείνην τε τὴν ἡμέραν ἐν τῷ αὐτῷ πεδίῳ καὶ τὴν ἐπιοῦσαν ὅλην διέτριψε περιθέων. ὡς δʼ εἴκασεν ἀσφαλῶς ἔχειν τῆς φυγῆς τοὺς ἑτέρους, τότε νυκτὸς ὁρμήσας διʼ ὁδῶν ἀτριβῶν κουφοτάτοις ἵπποις ἀπέδραμεν ἐς Τριβόλαν, Ῥωμαίων αὐτὸν διώκειν ὁμοίως οὐ δυναμένων διά τε βάρος ὅπλων καὶ ἀπειρίαν ὁδῶν καὶ ἵππων ἀνομοιότητα. ὧδε μὲν ἐξ ἀέλπτου στρατὸν ἀπογιγνώσκοντα αὑτοῦ περιέσωσε, καὶ τὸ στρατήγημα τόδε περιφερόμενον ἐς τοὺς τῇδε βαρβάρους ἐξῇρεν αὐτόν, καὶ πολλοὶ πανταχόθεν αὐτῷ προσεχώρουν. ὁ δὲ ἐς ὀκτὼ ἔτη Ῥωμαίοις ἐπολέμει.
在众人受到鼓舞并重燃希望之后,他被推选为将领。他将全军排成正面横队,俨如即将交战一般,随即命令其余人在他一骑上战马时,便分散为多支队伍,各自尽力通过不同的路线逃往特里博拉城并在那里等候他;而他只挑选了一千人,命他们留与自己坚守阵地。当这些部署实施时,维里阿图斯一跨上战马,主力队伍便立刻逃走;韦蒂利乌斯因害怕去追击已分散成众多小队的他们,便转而进攻坚守原地、相机而动的维里阿图斯。维里阿图斯利用极迅捷的马匹骚扰他,时而退却,时而勒马重整,时而发起冲击,在那同一片平原上四处驰骋,耗过了那一天以及随后的整整一天。当他料定其余的人已经安全脱险时,便在夜间借助极轻捷的战马穿过人迹罕至的小道逃往特里博拉;罗马人因铠甲沉重、道路生疏以及战马悬殊,无法同样进行追击。他就这样出人意料地拯救了一支对自己生还已然绝望的军队;这一计谋在当地蛮族中广为传颂,使他声名鹊起,各方人士纷纷前来归附。他在随后的八年里一直与罗马人作战。
καί μοι δοκεῖ τὸν Οὐριάτθου πόλεμον, σφόδρα τε ἐνοχλήσαντα Ῥωμαίοις καὶ δυσεργότατον αὐτοῖς γενόμενον, συναγαγεῖν, ἀναθέμενον εἴ τι τοῦ αὐτοῦ χρόνου περὶ Ἰβηρίαν ἄλλο ἐγίγνετο.3 Οὐετίλιος μὲν δὴ αὐτὸν διώκων ἦλθεν ἐπὶ τὴν Τριβόλαν, ὁ δʼ Οὐρίατθος ἐν λόχμαις ἐνέδραν ἐπικρύψας ἔφυγε, μέχρι τὰς λόχμας ὑπερελθόντος τοῦ Οὐετιλίου αὐτός τε ἐπεστρέφετο καὶ οἱ ἐκ τῆς ἐνέδρας ἀνεπήδων, καὶ Ῥωμαίους ἑκατέρωθεν ἔκτεινόν τε καὶ ἐζώγρουν καὶ ἐς τὰς φάραγγας ἐώθουν. ἐζωγρήθη δὲ καὶ ὁ Οὐετίλιος· καὶ αὐτὸν ὁ λαβὼν ἀγνοῶν, γέροντα ὑπέρπαχυν ὁρῶν, ἔκτεινεν ὡς οὐδενὸς ἄξιον. Ῥωμαίων δὲ μόλις ἐκ μυρίων ἑξακισχίλιοι διέδρασαν ἐς Καρπησσόν, ἐπὶ θαλάσσῃ πόλιν, ἣν ἐγὼ νομίζω πρὸς Ἑλλήνων πάλαι Ταρτησσὸν ὀνομάζεσθαι, καὶ Ἀργανθώνιον αὐτῆς βασιλεῦσαι, ὃν ἐς πεντήκοντα καὶ ἑκατὸν ἔτη ἀφικέσθαι φασίν. τοὺς μὲν οὖν ἐς τὴν Καρπησσὸν διαφυγόντας ὁ ταμίας, ὃς εἵπετο τῷ Οὐετιλίῳ, συνέτασσεν ἐπὶ τειχῶν δεδιότας· παρὰ δὲ Βελλῶν καὶ Τίτθων αἰτήσας πεντακισχιλίους συμμάχους, καὶ λαβών, προύπεμψεν ἐπὶ τὸν Οὐρίατθον. ὁ δὲ πάντας ἔκτεινεν, ὡς μηδʼ ἄγγελον διαφυγεῖν. καὶ ὁ ταμίας ἡσύχαζεν ἐν τῇ πόλει, περιμένων τινὰ βοήθειαν ἀπὸ Ῥώμης.
在我看来,最好将维里阿图斯的这场令罗马人极度头痛且极为棘手的战争集中起来叙述,而将同一时期在伊比利亚发生的其他事件暂且搁置。 于是韦蒂利乌斯追击他来到特里博拉。维里阿图斯在丛林中设下伏兵后逃走,直到韦蒂利乌斯越过了这片丛林,他自己便回身反击,伏兵也随之跃出,从两侧砍杀俘获罗马人,并将他们推落峡谷。韦蒂利乌斯本人也被生擒;捕获他的人因不知其身份,见他是个极肥胖的老人,便认为他毫无价值而将其斩杀。罗马人的一万大军中,仅有六千人勉强逃到了海滨城市卡尔佩索斯——我认为这座城市古时被希腊人称为塔尔泰索斯,据说活到了一百五十岁高龄的阿尔甘索尼乌斯曾在此统治。韦蒂利乌斯的随军财务官把逃入卡尔佩索斯、惊魂未定的人组织在城墙上守备;在向贝尔人和蒂特人请求并获得了五千名盟军后,财务官便派他们前去迎战维里阿图斯。然而维里阿图斯将他们斩尽杀绝,甚至没有一个信使逃脱。于是财务官在城中按兵不动,等待来自罗马的救援。
- 1161οἷ κινδυνεύειν τε μένοντας ἐχρῆν ὑπὸ λιμοῦ καὶ ἀπιόντας ὑπὸ Ῥωμαίων
关系副词 οἷ 指引先行词 χωρίον(“在那处地方”)。非人称动词 ἐχρῆν(“势必/不得不”)统领不定式 κινδυνεύειν,其逻辑主语由两个具有条件含义的宾格分词 μένοντας(“若留下”)和 ἀπιόντας(“若离去”)充当,二者分别与表原因的介词短语 ὑπὸ λιμοῦ(“因饥荒”)和 ὑπὸ Ῥωμαίων(“遭罗马人”)形成严整的并列对照结构。
- 1161ὡς ὅδε πᾶς ὁ στρατὸς ἐκ τοιῶνδε ἐπιορκιῶν Γάλβα καὶ Λευκόλλου διαφύγοιμεν
在 ὡς 引导的间接引语从句中,尽管主语是第三人称单数名词短语 ὅδε πᾶς ὁ στρατὸς(“这整支军队”),动词却采用了第一人称复数的斜说祈愿语气 διαφύγοιμεν。这是一种“按意义一致”(constructio ad sensum),反映了说话者维里阿图斯将自己视为该群体一份子的直接引语心理(即“我们逃脱了”)。
- 1163ἀναθέμενον εἴ τι τοῦ αὐτοῦ χρόνου περὶ Ἰβηρίαν ἄλλο ἐγίγνετο
宾格分词 ἀναθέμενον(中动态不定过去时,“延后/搁置”)在语法上与前句非人称表达 καί μοι δοκεῖ ... συναγαγεῖν(“在我看来……集中叙述是适宜的”)中不定式 συναγαγεῖν 的未明言逻辑主语(即宾格“我”ἐμέ)相一致,而没有按前置代词 μοι 写作与格 ἀναθεμένῳ。这是希腊语中不定式主语转为宾格时的常见变格配合现象。
