- 底本
- Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg007.humanitext-grc2:1058-1060
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
接替阿提利乌斯的塞尔维乌斯·加尔巴在对卢西塔尼亚人的战斗中遭遇惨败,随后他与卢库鲁斯一同劫掠卢西塔尼亚,并以迁移至沃土为诱饵卑劣地屠杀了投降的卢西塔尼亚人。
ἐκδέχεται δʼ αὐτὸν Μάρκος Ἀτίλιος, ὃς Λυσιτανῶν μὲν ἐς ἑπτακοσίους ἐπιδραμὼν ἀπέκτεινε, καὶ τὴν μεγίστην πόλιν ἐξεῖλεν, ᾗ ὄνομα Ὀξθράκαι, τὰ δʼ ἐγγὺς καταπληξάμενος ἅπαντα ἐπὶ συνθήκαις παρέλαβεν. καὶ τούτων ἦν ἔνια τοῦ Οὐεττώνων ἔθνους, ὁμόρου τοῖς Λυσιτανοῖς. ὡς δʼ ἀνεζεύγνυε χειμάσων ὁ Ἀτίλιος, αὐτίκα πάντες μετετίθεντο καί τινας Ῥωμαίοις ὑπηκόους ἐπολιόρκουν· οὓς ἐπειγόμενος ἐξελεῖν τῆς πολιορκίας Σέρουιος Γάλβας ὁ Ἀτιλίου διάδοχος, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ πεντακοσίους σταδίους διελθὼν ἐπιφαίνεται τοῖς Λυσιτανοῖς, καὶ εὐθὺς ἐς μάχην ἐξέτασσε, κατάκοπον τὸν στρατὸν ἔχων. τρεψάμενος δʼ εὐτυχῶς τοὺς πολεμίους, ἐπέκειτο φεύγουσιν ἀπειροπολέμως. ὅθεν ἀσθενοῦς αὐτῷ καὶ ἀσυντάκτου τῆς διώξεως οὔσης διὰ κόπον,1 οἱ βάρβαροι κατιδόντες αὐτοὺς διεσπασμένους τε καὶ ἀναπαυομένους κατὰ μέρη συνελθόντες ἐπέθεντο, καὶ κτείνουσιν ἐς ἑπτακισχιλίους. ὁ δὲ Γάλβας μετὰ τῶν ἀμφʼ αὐτὸν ἱππέων κατέφυγεν ἐς Καρμώνην πόλιν, ἔνθα τοὺς διαφυγόντας ἀνελάμβανε, καὶ συμμάχους ἀθροίσας ἐς δισμυρίους διῆλθεν ἐς Κουνέους, καὶ παρεχείμαζεν ἐν Κονιστόργει.
接替他的是马尔库斯·阿提利乌斯;他发起奔袭,斩杀约七百名卢西塔尼亚人,攻克了名为奥克斯斯拉凯的最大城市,并威慑周边全境,在签订条约后将其纳降。这些人中有些属于与卢西塔尼亚人接壤的维特内斯人。然而当阿提利乌斯拔营去过冬时,所有的人立刻倒戈,围攻罗马的若干属民。阿提利乌斯的继任者塞尔维乌斯·加尔巴急于解救他们于围困之中,在一天一夜之内行军五百斯塔迪昂,出现在卢西塔尼亚人面前;尽管部队疲惫至极,他还是立即布阵交战。他幸运地击溃了敌人,却以极缺乏军事经验的方式追击溃逃的敌军。因此,由于疲劳,他的追击既虚弱又混乱;蛮族人见他们三三两两分散休息,便重整旗鼓发起反扑,斩杀近七千人。加尔巴与随身骑兵逃往卡尔莫纳城,在那里收容残兵,并在集结了约两万名盟军后进入库内伊人地区,在科尼斯托吉斯过冬。
Λεύκολλος δὲ ὁ τοῖς Οὐακκαίοις ἄνευ ψηφίσματος πολεμήσας ἐν Τυρδιτανίᾳ τότε χειμάζων ᾔσθετο Λυσιτανῶν ἐς τὰ πλησίον ἐμβαλόντων, καὶ περιπέμψας τοὺς ἀρίστους τῶν ἡγεμόνων, ἔκτεινε τῶν Λυσιτανῶν ἐς τετρακισχιλίους. περί τε Γάδειρα τὸν πορθμὸν ἑτέρων περώντων ἔκτεινεν ἐς χιλίους καὶ πεντακοσίους, καὶ τοὺς λοιποὺς συμφυγόντας ἔς τινα λόφον ἀπετάφρευσε, πλῆθός τε ἔλαβεν ἀνδρῶν ἄπειρον. καὶ τὴν Λυσιτανίαν ἐπιὼν κατὰ μέρος ἐπόρθει. ἐπόρθει δὲ καὶ Γάλβας ἐπὶ θάτερα. καὶ τινῶν πρεσβευομένων ἐς αὐτόν, καὶ θελόντων βεβαιοῦν καὶ ὅσα Ἀτιλίῳ τῷ πρὸ αὐτοῦ στρατηγῷ συνθέμενοι παρεβεβήκεσαν, ἐδέχετο καὶ ἐσπένδετο, καὶ ὑπεκρίνετο αὐτοῖς καὶ συνάχθεσθαι ὡς διʼ ἀπορίαν λῃστεύουσί τε καὶ πολεμοῦσι καὶ παρεσπονδηκόσιν. τὸ γὰρ λυπρόγαιον, ἔφη, καὶ πενιχρὸν ὑμᾶς ἐς ταῦτα ἀναγκάζει· δώσω δʼ ἐγὼ πενομένοις φίλοις γῆν ἀγαθήν, καὶ ἐν ἀφθόνοις συνοικιῶ, διελὼν ἐς τρία.
与此同时,未经元老院决议便擅自向瓦卡埃人开战的卢库鲁斯当时正在图尔德塔尼亚过冬,得知卢西塔尼亚人侵入附近地区,便派遣精锐将领,斩杀了约四千名卢西塔尼亚人。当另一支敌军在加德伊拉附近渡海峡时,他又斩杀约一千五百人,并用壕沟包围了逃到一座山丘上的残余敌军,俘获了无数俘虏。随后他进军卢西塔尼亚,按区域逐一劫掠;加尔巴也在另一侧进行劫掠。当有些人派使节前往加尔巴处,表示希望重新确认此前虽遭破坏但与前任将领阿提利乌斯订立的条约时,加尔巴接纳了他们并缔结了和约,甚至假装同情他们,好像他们是因为贫困才行劫掠、发起战争并破坏盟约似的。 “因为正是土地的贫瘠与贫困,”他说,“迫使你们做出这些事;但我会赐予你们这些贫穷的朋友优良的土地,并将你们分为三部分,安置在丰饶之地。”
οἱ μὲν δὴ τάδε προσδοκῶντες ἀπὸ τῶν ἰδίων ἀνίσταντο, καὶ συνῄεσαν οἷ προσέτασσεν ὁ Γάλβας· ὁ δὲ αὐτοὺς ἐς τρία διῄρει, καὶ πεδίον ἑκάστοις τι ὑποδείξας ἐκέλευεν ἐν τῷ πεδίῳ περιμένειν, μέχρι πολίσειεν αὐτοὺς ἐπελθών. ὡς δʼ ἧκεν ἐπὶ τοὺς πρώτους, ἐκέλευεν ὡς φίλους θέσθαι τὰ ὅπλα, θεμένους δʼ ἀπετάφρευέ τε, καὶ μετὰ ξιφῶν τινας ἐσπέμψας ἀνεῖλεν ἅπαντας, ὀδυρομένους τε καὶ θεῶν ὀνόματα καὶ πίστεις ἀνακαλοῦντας. τῷ δʼ αὐτῷ τρόπῳ καὶ τοὺς δευτέρους καὶ τρίτους ἐπειχθεὶς ἀνεῖλεν, ἀγνοοῦντας ἔτι τὰ πάθη τὰ τῶν προτέρων, ἀπιστίᾳ μὲν ἄρα ἀπιστίαν μετιών,2 οὐκ ἀξίως δὲ Ῥωμαίων μιμούμενος βαρβάρους. ὀλίγοι δʼ αὐτῶν διέφυγον, ὧν ἦν Οὐρίατθος, ὃς μετʼ οὐ πολὺ ἡγήσατο Λυσιτανῶν καὶ ἔκτεινε πολλοὺς Ῥωμαίων καὶ ἔργα μέγιστα ἐπεδείξατο. ἀλλὰ τάδε μὲν ὕστερον γενόμενα ὕστερον λέξω. τότε δὲ ὁ Γάλβας, Λευκόλλου φιλοχρηματώτερος ὤν, ὀλίγα μέν τινα τῆς λείας τῇ στρατιᾷ διεδίδου, καὶ ὀλίγα τοῖς φίλοις, τὰ λοιπὰ δὲ ἐσφετερίζετο, καίτοι πλουσιώτατος ὢν ὁμοῦ τι Ῥωμαίων· ἀλλʼ οὐδʼ ἐν τῇ εἰρήνῃ φασὶν αὐτὸν διαλιπεῖν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα3 διὰ κέρδη. μισούμενος δὲ καὶ κατηγορούμενος διέφευγε διὰ τὸν πλοῦτον,
他们怀着这些期望离开了自己的故土,聚集到加尔巴指定的地方。加尔巴将他们分为三组,向每组指定了一处平原,命他们在平原上等候,直到他前去为他们建立城镇。当他来到第一组人那里时,他命令他们作为朋友放下武器;待他们放下武器后,他便挖壕沟将他们围住,派进持剑之徒将他们全部屠杀,而这些人则哀号呼喊诸神的名号与誓约。加尔巴以同样的方式急忙赶往第二组和第三组,在他们尚不知晓前者的悲惨遭遇时将他们斩尽杀绝——以不义对不义,以不配作罗马人的方式效仿蛮族。他们中只有少数人逃脱,其中就有维里阿图斯,不久之后他成为了卢西塔尼亚人的领袖,杀戮了许多罗马人并展现了极伟大的功业。不过这些是后来的事,我将在后文叙述。当时加尔巴比卢库鲁斯更加贪财,只把极小一部分战利品分给军队,少许分给友人,其余尽皆据为己有,尽管他差不多已经是罗马人中最富有的人了;据说甚至在和平时期,他也从未停止过为了利益而撒谎和发伪誓。他虽遭人痛恨并被起诉,却凭借财富逃脱了罪责,
- 1058ἀσθενοῦς αὐτῷ καὶ ἀσυντάκτου τῆς διώξεως οὔσης διὰ κόπον
属格独立结构(ἀσθενοῦς... τῆς διώξεως οὔσης)中包含了表示关涉或动作主体的与格代词 αὐτῷ,意思是“由于疲劳,对于他(加尔巴)而言追击既虚弱又混乱”。
- 1060ἀπιστίᾳ μὲν ἄρα ἀπιστίαν μετιών
前置的与格 ἀπιστίᾳ 是表示手段或方式的与格,与宾格宾语 ἀπιστίαν 相对置,意为“以不信应对不信”或“以背信弃义报复背信弃义”。
- 1060διαλιπεῖν ψευδόμενόν τε καὶ ἐπιορκοῦντα
动词 διαλείπω 支配补充性分词(ψευδόμενον, ἐπιορκοῦντα),表示“停止、中断做某事”。与前面的否定词 οὐδέ 连用,构成“从未停止撒谎与发伪誓”的意思。
