- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:7.20-7.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯历经斯库拉、卡律布狄斯及赫利俄斯牛群之灾,先后抵达卡吕普索与法埃亚克斯人之处并最终返国,文中随后列举了求婚者的名录。
μετὰ δὲ τοῦτο παραγίνεται ἐπὶ δισσὰς ὁδούς. ἔνθεν μὲν ἦσαν αἱ Πλαγκταὶ πέτραι, ἔνθεν δὲ ὑπερμεγέθεις σκόπελοι δύο. ἦν δὲ ἐν μὲν θατέρῳ Σκύλλα, Κραταιίδος θυγάτηρ καὶ † Τριήνου ἢ Φόρκου, πρόσωπον ἔχουσα καὶ στέρνα γυναικός, ἐκ λαγόνων δὲ κεφαλὰς ἓξ καὶ δώδεκα πόδας κυνῶν.
此后,他来到两条岔路前。一边是漂泊岩礁,另一边则是两座极其巨大的峭壁。其中一座峭壁上住着斯库拉,她是克拉泰伊斯与†特里厄诺斯或福耳库斯的女儿,有着妇人的面容与胸膛,腰腹部却生出狗的六个头和十二只脚。
ἐν δὲ θατέρῳ ἦν Χάρυβδις, ἣ τῆς ἡμέρας τρὶς ἀνασπῶσα τὸ ὕδωρ πάλιν ἀνίει. ὑποθεμένης δὲ Κίρκης, τὸν μὲν παρὰ τὰς Πλαγκτὰς πλοῦν ἐφυλάξατο, παρὰ δὲ τὸν τῆς Σκύλλης σκόπελον πλέων ἐπὶ τῆς πρύμνης ἔστη καθωπλισμένος. ἐπιφανεῖσα δὲ ἡ Σκύλλα ἓξ ἑταίρους ἁρπάσασα τούτους κατεβίβρωσκεν.
另一座峭壁上住着卡律布狄斯,她每日三次将海水吸入,又再次喷出。在喀耳刻的指点下,他避开了驶向漂泊岩礁的航线,但在驶过斯库拉的峭壁时,他全副武装立于船尾。斯库拉现身抢走了六名同伴,将他们吞食入腹。
ἐκεῖθεν δὲ ἐλθὼν εἰς Θρινακίαν νῆσον οὖσαν Ἡλίου, ἔνθα βόες ἐβόσκοντο, καὶ ἀπλοίᾳ κατασχεθεὶς ἔμεινεν αὐτοῦ. τῶν δὲ ἑταίρων σφαξάντων ἐκ τῶν βοῶν καὶ θοινησαμένων, λειφθέντων τροφῆς, Ἥλιος ἐμήνυσε Διί. καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε.1
离开那里后,他来到了属于赫利俄斯的特里那喀亚岛,岛上放牧着牛群;他因风阻受滞,留在了该地。同伴们因缺乏食物,宰杀并享用了牛群中的牲畜,赫利俄斯向宙斯告发;及至他起航出海,宙斯便以霹雳击打了他。
λυθείσης δὲ τῆς νεὼς Ὀδυσσεὺς τὸν ἱστὸν κατασχὼν παραγίνεται εἰς τὴν Χάρυβδιν. τῆς δὲ Χαρύβδεως καταπινούσης τὸν ἱστόν, ἐπιλαβόμενος ὑπερπεφυκότος ἐρινεοῦ περιέμεινε. καὶ πάλιν ἀνεθέντα τὸν ἱστὸν θεωρήσας, ἐπὶ τοῦτον ῥίψας2 εἰς Ὠγυγίαν νῆσον διεκομίσθη.
船只破碎解体,奥德修斯紧抓桅杆漂到了卡律布狄斯处。当卡律布狄斯吞下桅杆时,他抓住上方生长的一株野无花果树等候;待看见桅杆再次被喷出,他投身其上,漂到了俄古吉亚岛。
ἐκεῖ δὲ ἀποδέχεται Καλυψὼ θυγάτηρ Ἄτλαντος, καὶ συνευνασθεῖσα γεννᾷ παῖδα Λατῖνον. μένει δὲ παρʼ αὐτῇ πενταετίαν, καὶ σχεδίαν ποιήσας ἀποπλεῖ. ταύτης δὲ ἐν τῷ πελάγει διαλυθείσης ὀργῇ Ποσειδῶνος, γυμνὸς πρὸς Φαίακας ἐκβράσσεται.
阿特拉斯之女卡吕普索在那里接纳了他,与他同寝并生下一子拉提努斯。他在她身边停留了五年,造了一只木筏启航。但这只木筏在大海中因波塞冬的愤怒而解体,他赤身裸体被冲上了法埃亚克斯人的海岸。
Ναυσικάα δέ, ἡ τοῦ βασιλέως θυγάτηρ Ἀλκινόου, πλύνουσα τὴν ἐσθῆτα ἱκετεύσαντα αὐτὸν ἄγει πρὸς Ἀλκίνοον, ὃς αὐτὸν ξενίζει καὶ δῶρα δοὺς μετὰ πομπῆς αὐτὸν εἰς τὴν πατρίδα ἐξέπεμψε. Ποσειδῶν δὲ Φαίαξι μηνίσας τὴν μὲν ναῦν ἀπελίθωσε, τὴν δὲ πόλιν ὄρει περικαλύπτει.
阿尔基诺俄斯国王之女瑙西卡阿正在洗涤衣裳,在奥德修斯向她恳求后,将他带去见阿尔基诺俄斯;后者款待了他,赠以礼物,并以护送队将他送回祖国。然而波塞冬对法埃亚克斯人怀恨在心,将他们的船变成了石头,并用大山遮蔽了他们的城池。
Ὀδυσσεὺς δὲ παραγενόμενος εἰς τὴν πατρίδα εὑρίσκει τὸν οἶκον διεφθαρμένον· νομίσαντες γὰρ αὐτὸν τεθνάναι Πηνελόπην ἐμνῶντο ἐκ Δουλιχίου μὲν νζ·
奥德修斯返回祖国,发现家道残破;因人们以为他早已死去,便向珀涅罗珀求婚。
Ἀμφίνομος Θόας Δημοπτόλεμος Ἀμφίμαχος Εὐρύαλος, Πάραλος Εὐηνορίδης Κλυτίος Ἀγήνωρ Εὐρύπυλος, Πυλαιμένης Ἀκάμας Θερσίλοχος Ἅγιος Κλύμενος, Φιλόδημος Μενεπτόλεμος Δαμάστωρ Βίας Τέλμιος, Πολύιδος Ἀστύλοχος Σχεδίος Ἀντίγονος Μάρψιος, Ἰφιδάμας Ἀργεῖος Γλαῦκος Καλυδωνεὺς Ἐχίων, Λάμας Ἀνδραίμων Ἀγέρωχος Μέδων Ἄγριος, Πρόμος Κτήσιος Ἀκαρνάν Κύκνος Ψηρᾶς, Ἑλλάνικος Περίφρων Μεγασθένης Θρασυμήδης Ὀρμένιος, Διοπίθης Μηκιστεὺς Ἀντίμαχος Πτολεμαῖος Λεστορίδης, Νικόμαχος Πολυποίτης Κεραός. ἐκ δὲ Σάμης κγ· Ἀγέλαος Πείσανδρος Ἔλατος Κτήσιππος Ἱππόδοχος, Εὐρύστρατος Ἀρχέμολος Ἴθακος Πεισήνωρ Ὑπερήνωρ, Φεροίτης Ἀντισθένης Κέρβερος Περιμήδης Κῦννος, Θρίασος Ἐτεωνεὺς Κλυτίος Πρόθοος Λύκαιθος, Εὔμηλος Ἴτανος Λύαμμος. ἐκ δὲ Ζακύνθου μδ· Εὐρύλοχος Λαομήδης Μόλεβος Φρένιος Ἴνδιος, Μίνις Λειώκριτος Πρόνομος Νίσας Δαήμων, Ἀρχέστρατος Ἱππό Πόλυβος Πολύδωρος Θαδύτιος, Στράτιος Δαισήνωρ Λαομέδων, Λαόδικος Ἅλιος Μάγνης Ὀλοίτροχος Βάρθας, Θεόφρων Νισσαῖος Ἀλκάροψ Περικλύμενος Ἀντήνωρ, Πέλλας Κέλτος Περίφας Ὄρμενος Πόλυβος, Ἀνδρομήδης.
来自杜利基翁者五十七人——安菲诺摩斯、托阿斯、德摩普托勒摩斯、安菲马科斯、欧律阿罗斯、帕拉罗斯、欧厄诺里得斯、克鲁提俄斯、阿革诺耳、欧律皮罗斯、皮莱墨涅斯、阿卡玛斯、泰耳西洛科斯、哈吉俄斯、克吕墨诺斯、斐洛德摩斯、梅涅普托勒摩斯、达玛斯托耳、比亚斯、特尔弥俄斯、波吕伊多斯、阿斯图洛科斯、斯刻狄俄斯、安提戈诺斯、马尔普西俄斯、伊菲达玛斯、阿尔革俄斯、格劳科斯、卡吕多纽斯、厄喀翁、拉玛斯、安德赖蒙、阿革洛科斯、墨冬、阿格里俄斯、普罗摩斯、克忒西俄斯、阿卡耳南、屈克诺斯、普塞拉斯、赫拉尼科斯、佩里弗隆、墨伽斯忒涅斯、斯拉苏墨得斯、奥耳墨纽斯、狄俄珀忒斯、墨基斯透斯、安提马科斯、托勒密、莱斯托里得斯、尼科马科斯、波吕珀忒斯、克拉俄斯;来自萨墨者二十三人——阿革拉俄斯、佩桑德罗斯、厄拉托斯、克忒西普斯、希波多科斯、欧律斯特拉托斯、阿尔刻摩罗斯、伊塔科斯、佩塞诺耳、许珀瑞诺耳、费洛伊忒斯、安提斯忒涅斯、刻耳柏罗斯、佩里墨得斯、昆诺斯、特里阿索斯、厄忒俄纽斯、克鲁提俄斯、普罗托俄斯、吕凯托斯、欧墨罗斯、伊塔诺斯、吕安摩斯;来自扎昆托斯者四十四人——欧律洛科斯、拉俄墨得斯、莫勒博斯、弗瑞纽斯、因狄俄斯、米尼斯、莱俄克里托斯、普罗诺摩斯、尼萨斯、达厄蒙、阿尔刻斯特拉托斯、希波、波吕玻斯、波吕多罗斯、塔杜提俄斯、斯特拉提俄斯、代塞诺耳、拉俄墨冬、拉俄狄科斯、哈利俄斯、玛格涅斯、奥罗伊特罗科斯、巴尔塔斯、忒奥弗隆、尼赛俄斯、阿尔卡罗普斯、佩里克吕墨诺斯、安忒诺耳、佩拉斯、凯尔托斯、佩里法斯、奥耳墨诺斯、波吕玻斯、安德罗墨得斯。
- 7.22καὶ ἀναχθέντα κεραυνῷ ἔβαλε
主要动词 ἔβαλε 的主语(宙斯)承前文间接宾语 Διί 而省略。阳性单数宾格分词 ἀναχθέντα 充当 ἔβαλε 的宾语,修饰起航出海的奥德修斯。
- 7.23ἐπὶ τοῦτον ῥίψας
分词 ῥίψας 省略了反身代词 ἑαυτόν,作不及物/反身用法,意为“纵身跳上”、“投身于”。介词短语 ἐπὶ τοῦτον 指代前文重新浮出的桅杆(τὸν ἱστόν)。
