← 伪阿波罗多洛斯

概要

§7.30-7.40

诛杀求婚者与奥德修斯的结局

奥德修斯返回伊萨卡,通过射箭比赛诛灭求婚者并与亲人相认。他在忒斯普罗托伊人处统治一段时期后还乡,最终误被亲子忒勒戈诺斯所杀,文中亦记载了关于他与珀涅罗珀结局的数种异说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.30

ἐκ δὲ αὐτῆς Ἰθάκης ἦσαν οἱ μνηστευόμενοι ιβ οἵδε· Ἀντίνοος Πρόνοος Λειώδης Εὐρύνομος Ἀμφίμαχος, Ἀμφίαλος Πρόμαχος Ἀμφιμέδων Ἀρίστρατος Ἕλενος, Δουλιχιεὺς Κτήσιππος.

来自伊萨卡本土的求婚者是以下十二人:安提诺俄斯、普罗诺俄斯、莱俄得斯、欧律诺摩斯、安菲马科斯、安菲阿罗斯、普罗马科斯、安菲墨冬、阿里斯特拉托斯、赫勒诺斯、杜利基欧斯,以及克忒西普斯。

§7.31

οὗτοι πορευόμενοι εἰς τὰ βασίλεια δαπανῶντες τὰς Ὀδυσσέως ἀγέλας εὐωχοῦντο. Πηνελόπη δὲ ἀναγκαζομένη τὸν γάμον ὑπέσχετο ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει,1 καὶ τοῦτο ὕφηνεν ἐπὶ ἔτη τρία, μεθʼ ἡμέραν μὲν ὑφαίνουσα, νύκτωρ δὲ ἀναλύουσα. τοῦτον τὸν τρόπον ἐξηπατῶντο οἱ μνηστῆρες ὑπὸ τῆς Πηνελόπης, μέχρις ὅτε ἐφωράθη.

这些人经常前往王宫,挥霍奥德修斯的牛羊牲畜,大肆宴饮。珀涅罗珀被迫成婚,便许诺待为拉厄耳忒斯织就的寿衣完工之时即行出嫁;她为此织了三年,白天织作,夜间拆解。求婚者们便如此受珀涅罗珀愚弄,直到事情被发觉。

§7.32

Ὀδυσσεὺς δὲ μαθὼν τὰ κατὰ τὴν οἰκίαν, ὡς ἐπαίτης πρὸς Εὔμαιον οἰκέτην ἀφικνεῖται, καὶ Τηλεμάχῳ ἀναγνωρίζεται, καὶ παραγίνεται εἰς τὴν πόλιν. Μελάνθιος δὲ αὐτοῖς συντυχὼν ὁ αἰπόλος οἰκέτης ὑπάρχων ἀτιμάζει. παραγενόμενος δὲ εἰς τὰ βασίλεια τοὺς μνηστῆρας μετῄτει τροφήν, καὶ εὑρὼν μεταίτην Ἶρον καλούμενον διαπαλαίει αὐτῷ. Εὐμαίῳ δὲ μηνύσας ἑαυτὸν καὶ Φιλοιτίῳ, μετὰ τούτων καὶ Τηλεμάχου τοῖς μνηστῆρσιν ἐπιβουλεύει.

奥德修斯得知家中情形,遂装作乞丐来到家奴欧迈俄斯处,向忒勒玛科斯表明身份,然后前往城中。牧羊奴隶墨兰提俄斯遇见他们,加以侮辱。奥德修斯进入王宫向求婚者们乞食,遇到一个叫伊洛斯的乞丐,便与他扭打搏斗。奥德修斯向欧迈俄斯和斐洛伊提俄斯表明身份后,便同他们及忒勒玛科斯密谋诛杀求婚者。

§7.33

Πηνελόπη δὲ τοῖς μνηστῆρσι τίθησιν Ὀδυσσέως τόξον, ὃ παρὰ Ἰφίτου ποτὲ ἔλαβε, καὶ τῷ τοῦτο τείναντί φησι συνοικήσειν. μηδενὸς δὲ τεῖναι δυναμένου, δεξάμενος Ὀδυσσεὺς τοὺς μνηστῆρας κατετόξευσε σὺν Εὐμαίῳ καὶ Φιλοιτίῳ καὶ Τηλεμάχῳ. ἀνεῖλε δὲ καὶ Μελάνθιον καὶ τὰς συνευναζομένας τοῖς μνηστῆρσι θεραπαίνας, καὶ τῇ γυναικὶ καὶ τῷ πατρὶ ἀναγνωρίζεται.

珀涅罗珀向求婚者们出示了奥德修斯曾自伊菲托斯处所得的弓,宣布凡能拉开此弓者,便与之成婚。众人皆不能拉开,奥德修斯接过弓来,与欧迈俄斯、斐洛伊提俄斯以及忒勒玛科斯一同将求婚者们射杀。他还诛杀了墨兰提俄斯和那些与求婚者同寝的婢女,并向妻子与父亲表明了身份。

§7.34

θύσας δὲ Ἅιδῃ καὶ Περσεφόνῃ καὶ Τειρεσίᾳ, πεζῇ διὰ τῆς Ἠπείρου βαδίζων εἰς Θεσπρωτοὺς παραγίνεται καὶ κατὰ τὰς Τειρεσίου μαντείας θυσιάσας ἐξιλάσκεται Ποσειδῶνα. ἡ δὲ βασιλεύουσα τότε Θεσπρωτῶν Καλλιδίκη καταμένειν αὐτὸν ἠξίου τὴν βασιλείαν αὐτῷ δοῦσα.

此后,他向哈得斯、珀耳塞福涅和堤瑞西阿斯献祭,徒步穿过厄庇鲁斯来到忒斯普罗托伊人处,依照堤瑞西阿斯的神谕献祭安抚了波塞冬。当时统治忒斯普罗托伊人的女王卡利狄刻请求他留下来,愿将王位授给他。

§7.35

καὶ συνελθοῦσα αὐτῷ γεννᾷ Πολυποίτην. γήμας δὲ Καλλιδίκην Θεσπρωτῶν ἐβασίλευσε καὶ μάχῃ τῶν περιοίκων νικᾷ τοὺς ἐπιστρατεύσαντας. Καλλιδίκης δὲ ἀποθανούσης, τῷ παιδὶ τὴν βασιλείαν ἀποδιδοὺς εἰς Ἰθάκην παραγίνεται, καὶ εὑρίσκει ἐκ Πηνελόπης Πολιπόρθην αὐτῷ γεγεννημένον.

她与他结合,生下一子波吕珀忒斯。奥德修斯娶了卡利狄刻,统治忒斯普罗托伊人,并在战斗中击溃了进犯的邻族。卡利狄刻死后,他把王国交还给儿子,返回伊萨卡,发现珀涅罗珀已为他生下一子波利波耳忒斯。

§7.36

Τηλέγονος δὲ παρὰ Κίρκης μαθὼν ὅτι παῖς Ὀδυσσέως ἐστίν, ἐπὶ τὴν τούτου ζήτησιν ἐκπλεῖ. παραγενόμενος δὲ εἰς Ἰθάκην τὴν νῆσον ἀπελαύνει τινὰ τῶν βοσκημάτων, καὶ Ὀδυσσέα βοηθοῦντα τῷ μετὰ χεῖρας δόρατι Τηλέγονος τρυγόνος κέντρον τὴν αἰχμὴν ἔχοντι2 τιτρώσκει, καὶ Ὀδυσσεὺς θνήσκει.

忒勒戈诺斯从喀耳刻处得知自己是奥德修斯之子,便出海寻父。他来到伊萨卡岛,驱赶掠夺了一些牲畜;奥德修斯赶来救援时,忒勒戈诺斯用手中的长矛刺伤了他——那柄矛是以黄貂鱼的毒刺作为矛尖——奥德修斯遂伤重而死。

§7.37

ἀναγνωρισάμενος δὲ αὐτὸν καὶ πολλὰ κατοδυράμενος, τὸν νεκρὸν καὶ τὴν Πηνελόπην πρὸς Κίρκην ἄγει, κἀκεῖ τὴν Πηνελόπην γαμεῖ. Κίρκη δὲ ἑκατέρους αὐτοὺς εἰς Μακάρων νήσους ἀποστέλλει.

忒勒戈诺斯认出父亲后极度痛哭,带着遗体和珀涅罗珀前往喀耳刻处,并在那里娶了珀涅罗珀。喀耳刻将他们二人送往福岛。

§7.38

τινὲς δὲ Πηνελόπην ὑπὸ Ἀντινόου φθαρεῖσαν λέγουσιν ὑπὸ Ὀδυσσέως πρὸς τὸν πατέρα Ἰκάριον ἀποσταλῆναι, γενομένην δὲ τῆς Ἀρκαδίας κατὰ Μαντίνειαν ἐξ Ἑρμοῦ τεκεῖν Πᾶνα· ἄλλοι δὲ διʼ Ἀμφίνομον ὑπὸ Ὀδυσσέως αὐτοῦ τελευτῆσαι· διαφθαρῆναι γὰρ αὐτὴν ὑπὸ τούτου λέγουσιν.

然而有人说,珀涅罗珀因遭安提诺俄斯玷污,被奥德修斯遣送回其父伊卡里俄斯处,她到了阿卡迪亚的曼提尼亚,与赫耳墨斯生下了潘;另有人说,她因阿姆菲诺摩斯而死于奥德修斯本人之手,因为据说她曾被此人诱奸。

§7.40

εἰσὶ δὲ οἱ λέγοντες ἐγκαλούμενον Ὀδυσσέα ὑπὸ τῶν οἰκείων ὑπὲρ τῶν ἀπολωλότων δικαστὴν Νεοπτόλεμον λαβεῖν τὸν βασιλεύοντα τῶν κατὰ τὴν Ἤπειρον νήσων, τοῦτον δέ, νομίσαντα ἐκποδὼν Ὀδυσσέως γενομένου3 Κεφαλληνίαν καθέξειν, κατακρῖναι φυγὴν αὐτοῦ,4 Ὀδυσσέα δὲ εἰς Αἰτωλίαν πρὸς Θόαντα τὸν Ἀνδραίμονος παραγενόμενον τὴν τούτου θυγατέρα γῆμαι, καὶ καταλιπόντα παῖδα Λεοντοφόνον ἐκ ταύτης γηραιὸν τελευτῆσαι.

还有人说,奥德修斯因死者亲属的控告,推选统治厄庇鲁斯沿海诸岛的涅俄普托勒摩斯作为法官;后者认为只要除掉奥德修斯自己就能霸占凯法利尼亚,遂判处他流放;于是奥德修斯前往埃托利亚投奔安德赖蒙之子托阿斯,娶其女儿为妻,留下由她所生的一子勒翁托佛诺斯,安享天年而死。

语法注4 条
  1. 7.31ὅτε τὸ ἐντάφιον Λαέρτῃ πέρας ἕξει

    时间从句(由 ὅτε 引导)中使用了将来时直陈式(ἕξει)。在间接引语中保留了最初表达誓言时的将来时态(即“当……结束之时”)。

  2. 7.36τρυγόνος κέντρον τὴν αἰχμὴν ἔχοντι

    分词 ἔχοντι 带双宾格的结构:τὴν αἰχμήν 为直接宾语,τρυγόνος κέντρον 则作谓语性宾格,意为“以黄貂鱼的毒刺作为矛尖”。

  3. 7.40ἐκποδὼν Ὀδυσσέως γενομένου

    表示条件的独立属格结构。成语 ἐκποδὼν γίγνομαι 意为“避开、被排除、消失”,整句表达“一旦奥德修斯被除掉”的假设条件。

  4. 7.40κατακρῖναι φυγὴν αὐτοῦ

    动词 κατακρίνω 接判处的刑罚为宾格(φυγήν),受刑人为属格(αὐτοῦ),意为“判处他流放之刑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:7.30-7.40