- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:7.11-7.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥德修斯因同伴疏失被狂风卷回埃奥利亚岛,后在莱斯特律戈尼斯人处痛失大半船队;他在艾埃亚岛降服喀耳刻并解救同伴,进而探访冥界,最终安然驶过塞壬的歌声。
οἱ δὲ ἑταῖροι νομίζοντες χρυσὸν ἐν τῷ ἀσκῷ κομίζειν αὐτόν, λύσαντες τοὺς ἀνέμους ἐξαφῆκαν, καὶ πάλιν εἰς τοὐπίσω παρεγένοντο ὑπὸ τῶν πνευμάτων ἁρπασθέντες. Ὀδυσσεὺς δὲ ἀφικόμενος πρὸς Αἴολον ἠξίου πομπῆς τυχεῖν, ὁ δὲ αὐτὸν ἐκβάλλει τῆς νήσου λέγων ἀντιπρασσόντων τῶν θεῶν μὴ δύνασθαι σώζειν.
但同伴们以为他在皮囊中携带着黄金,解开绳索放出了诸风,被狂风卷挟着又回到了原处。奥德修斯来到埃俄罗斯面前,请求获得护送;埃俄罗斯却将他逐出岛去,说诸神既然与他作对,自己便不能拯救他。
πλέων οὖν κατῆρε πρὸς Λαιστρυγόνας, καὶ τὴν ἑαυτοῦ ναῦν καθώρμισεν ἐσχάτως.1 Λαιστρυγόνες δʼ ἦσαν ἀνδροφάγοι, καὶ αὐτῶν ἐβασίλευεν Ἀντιφάτης. μαθεῖν οὖν Ὀδυσσεὺς βουλόμενος τοὺς κατοικοῦντας ἔπεμψέ τινας πευσομένους. τούτοις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ συντυγχάνει καὶ αὐτοὺς ἄγει πρὸς τὸν πατέρα.
于是他继续航行,停靠在莱斯特律戈涅斯人之地,将自己的船泊在最外围。莱斯特律戈涅斯人都是食人者,由安提法忒斯统治。奥德修斯想要查明当地住民的底细,便派出数人前去探询。国王的女儿遇见了他们,并带他们去见自己的父亲。
ὁ δὲ ἕνα μὲν αὐτῶν ἁρπάσας ἀναλίσκει, τοὺς δὲ λοιποὺς ἐδίωκε φεύγοντας κεκραγὼς καὶ συγκαλῶν τοὺς ἄλλους Λαιστρυγόνας. οἱ δὲ ἦλθον ἐπὶ τὴν θάλασσαν καὶ βάλλοντες πέτροις τὰ μὲν σκάφη κατέαξαν, αὐτοὺς δὲ ἐβίβρωσκον. Ὀδυσσεὺς δὲ κόψας τὸ πεῖσμα τῆς νεὼς ἀνήχθη, αἱ δὲ λοιπαὶ σὺν τοῖς πλέουσιν ἀπώλοντο.
国王抓住其中一人吞吃入腹,并呼喊着召集其他莱斯特律戈涅斯人,追赶逃跑的其余人。众人赶到海边,投掷巨石击碎了船只,并吞食了船上的人。奥德修斯砍断本船的缆绳起航出海,其余船只连同水手全部覆灭。
μίαν δὲ ἔχων ναῦν Αἰαίῃ νήσῳ προσίσχει. ταύτην κατῴκει Κίρκη, θυγάτηρ Ἡλίου καὶ Πέρσης, Αἰήτου δὲ ἀδελφή, πάντων ἔμπειρος οὖσα φαρμάκων. διελὼν τοὺς ἑταίρους αὐτὸς μὲν κλήρῳ μένει παρὰ τῇ νηί, Εὐρύλοχος δὲ πορεύεται μεθʼ ἑταίρων εἰκοσιδύο τὸν ἀριθμὸν πρὸς Κίρκην.
他仅率一艘船停靠在艾埃亚岛。住在此地的是喀耳刻,她是赫利俄斯与珀耳塞之女、埃厄忒斯的妹妹,精通一切草药法术。奥德修斯将同伴分作两组,自己依抽签留在船旁,欧律洛科斯则带领二十二名同伴前往喀耳刻处。
καλούσης δὲ αὐτῆς χωρὶς Εὐρυλόχου πάντες εἰσίασιν. ἡ δʼ ἑκάστῳ κυκεῶνα πλήσασα τυροῦ καὶ μέλιτος καὶ ἀλφίτων καὶ οἴνου δίδωσι, μίξασα φαρμάκῳ. πιόντων δὲ αὐτῶν, ἐφαπτομένη ῥάβδῳ τὰς μορφὰς ἠλλοίου, καὶ τοὺς μὲν ἐποίει λύκους, τοὺς δὲ σῦς, τοὺς δὲ ὄνους, τοὺς δὲ λέοντας.
当她召唤时,除欧律洛科斯外众人都走了进去。她将奶酪、蜂蜜、大麦粉和葡萄酒调成混合饮品,掺入药物分给每人饮用。待他们饮尽,她用魔杖触碰他们,改变了他们的形态,将一些人变成狼,一些人变成猪,一些人变成驴,一些人变成狮子。
Εὐρύλοχος δὲ ἰδὼν ταῦτα Ὀδυσσεῖ ἀπαγγέλλει. ὁ δὲ λαβὼν μῶλυ παρὰ Ἑρμοῦ πρὸς Κίρκην ἔρχεται, καὶ βαλὼν εἰς τὰ φάρμακα τὸ μῶλυ μόνος πιὼν οὐ φαρμάσσεται· σπασάμενος δὲ τὸ ξίφος ἤθελε Κίρκην ἀποκτεῖναι. ἡ δὲ τὴν ὀργὴν παύσασα τοὺς ἑταίρους ἀποκαθίστησι. καὶ λαβὼν ὅρκους Ὀδυσσεὺς παρʼ αὐτῆς μηδὲν ἀδικηθῆναι συνευνάζεται, καὶ γίνεται αὐτῷ παῖς Τηλέγονος.
欧律洛科斯见状向奥德修斯报告。奥德修斯从赫尔墨斯处获得摩吕草,来到喀耳刻处,将摩吕草投入药中,独自饮下而未中毒;他拔出利剑想要杀死喀耳刻。喀耳刻平息了他的怒火,使同伴们恢复了原形。奥德修斯让她立誓绝不加害于他,遂与她同寝,并与她生下一子忒勒戈诺斯。
ἐνιαυτὸν δὲ μείνας ἐκεῖ, πλεύσας τὸν Ὠκεανόν, σφάγια ταῖς ψυχαῖς ποιησάμενος μαντεύεται παρὰ Τειρεσίου, Κίρκης ὑποθεμένης, καὶ θεωρεῖ τάς τε τῶν ἡρώων ψυχὰς καὶ τῶν ἡρωΐδων. βλέπει δὲ καὶ τὴν μητέρα Ἀντίκλειαν καὶ Ἐλπήνορα, ὃς ἐν τοῖς Κίρκης2 πεσὼν ἐτελεύτησε.
他在那里停留了一年,驶过大洋,向亡魂献上祭品,在喀耳刻的指点下向忒瑞西阿斯求得预言,并见到了男女英雄的灵魂。他还见到了自己的母亲安提克勒亚,以及在喀耳刻的居所失足摔死的埃尔彭诺。
παραγενόμενος δὲ πρὸς Κίρκην ὑπʼ ἐκείνης προπεμφθεὶς ἀνήχθη, καὶ τὴν νῆσον παρέπλει τῶν Σειρήνων. αἱ δὲ Σειρῆνες ἦσαν Ἀχελῴου καὶ Μελπομένης μιᾶς τῶν Μουσῶν θυγατέρες, Πεισινόη Ἀγλαόπη Θελξιέπεια. τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας.
他回到喀耳刻处,受她送行启航,驶过塞壬们的岛屿。塞壬们是阿刻罗俄斯与缪斯之一墨尔波墨涅的女儿,名为佩西诺厄、阿格拉俄佩、泰尔克西埃佩亚。她们之中一人弹奏齐特拉琴,一人唱歌,一人吹笛,藉此诱使航经之人留驻。
εἶχον δὲ ἀπὸ τῶν μηρῶν ὀρνίθων μορφάς. ταύτας παραπλέων Ὀδυσσεύς, τῆς ᾠδῆς βουλόμενος ὑπακοῦσαι, Κίρκης ὑποθεμένης τῶν μὲν ἑταίρων τὰ ὦτα ἔβυσε κηρῷ, ἑαυτὸν δὲ ἐκέλευσε προσδεθῆναι τῷ ἱστῷ. πειθόμενος δὲ ὑπὸ τῶν Σειρήνων καταμένειν ἠξίου λυθῆναι, οἱ δὲ μᾶλλον αὐτὸν ἐδέσμευον, καὶ οὕτω παρέπλει. ἦν δὲ αὐταῖς Σειρῆσι λόγιον τελευτῆσαι νεὼς παρελθούσης.3 αἱ μὲν οὖν ἐτελεύτων.
自大腿以下她们具鸟类的形态。奥德修斯航经该处时,想要倾听歌声,在喀耳刻的指点下用蜡堵塞同伴们的耳朵,却命令将自己绑在桅杆上。他受塞壬诱惑企图停留,要求松绑,同伴们却将他绑得更紧,就这样驶了过去。塞壬们曾得神谕,若有船只驶过她们便会死亡。于是她们迎来了终结。
- 7.12ἐσχάτως
副词,修饰动词 καθώρμισεν,意为“在最外围/最末端”。与其他驶入港湾深处的船只不同,奥德修斯将船停泊在海湾入口的最外缘,这构成了唯独他的船得以逃脱毁灭的关键原因。
- 7.17ἐν τοῖς Κίρκης
冠词后接人名属格的惯用省略结构(ἐν τοῖς τοῦ δεῖνος),意为“在喀耳刻的宅邸/住所”(省略了 δώμασι 或 οἰκήμασι)。
- 7.19νεὼς παρελθούσης
属格独立结构,在名词 λόγιον(神谕)统辖的不定词短语 τελευτῆσαι 内部充当时间或条件状语,意为“一旦有船只驶过”。
