← 伪阿波罗多洛斯

概要

§7.1-7.10

奥德修斯的漂泊与刺瞎波吕斐摩斯

奥德修斯历经喀孔涅斯人与食莲人之境,后陷入客克洛佩斯之洞穴,智破波吕斐摩斯之目得以脱逃,却触怒了波塞冬。随后他获得埃俄罗斯所授风囊逼近家园,却在归途昏睡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

ὁ δὲ Ὀδυσσεύς, ὡς μὲν ἔνιοι λέγουσιν, ἐπλανᾶτο κατὰ Λιβύην, ὡς δὲ ἔνιοι κατὰ Σικελίαν, ὡς δὲ ἄλλοι κατὰ τὸν Ὠκεανὸν ἢ κατὰ τὸ Τυρρηνικὸν πέλαγος.

奥德修斯正如某些人所言,漂泊于利比亚,或如某些人所言在西西里,亦或如其他人所言在大洋或第勒尼安海。

§7.2

ἀναχθεὶς δὲ ἀπὸ Ἰλίου προσίσχει πόλει Κικόνων Ἰσμάρῳ καὶ ταύτην αἱρεῖ πολεμῶν καὶ λαφυραγωγεῖ, μόνου φεισάμενος Μάρωνος, ὃς ἦν ἱερεὺς Ἀπόλλωνος. αἰσθόμενοι δὲ οἱ τὴν ἤπειρον οἰκοῦντες Κίκονες σὺν ὅπλοις ἐπʼ αὐτὸν παραγίνονται· ἀφʼ ἑκάστης δὲ νεὼς ἓξ ἀποβαλὼν ἄνδρας ἀναχθεὶς ἔφευγε.

他自伊利翁启航,停靠在喀孔涅斯人的城镇伊斯马罗斯,力战攻克该城并加以掳掠,仅赦免了阿波罗的祭司马隆。但居于内陆的喀孔涅斯人察觉后,全副武装赶来攻击他;他从每艘船上折损了六人,遂起航逃离。

§7.3

καὶ καταντᾷ εἰς τὴν Λωτοφάγων χώραν καὶ πέμπει τινὰς μαθησομένους τοὺς κατοικοῦντας· οἱ δὲ γευσάμενοι τοῦ λωτοῦ κατέμειναν· ἐφύετο γὰρ ἐν τῇ χώρᾳ καρπὸς ἡδὺς λεγόμενος λωτός, ὃς τῷ γευσαμένῳ πάντων ἐποίει λήθην. Ὀδυσσεὺς δὲ αἰσθόμενος, τοὺς λοιποὺς κατασχών, τοὺς γευσαμένους μετὰ βίας ἐπὶ τὰς ναῦς ἄγει, καὶ προσπλεύσας τῇ Κυκλώπων γῇ προσπελάζει.

他抵达食莲人之地,派人前去查探当地居民的情况;但他们尝了莲果之后便留了下来;因为该地生长着一种名为莲果的甜美果实,凡尝过此果者皆忘却一切。奥德修斯察觉后,制止了其余众人,将尝过果子的人强行带回船上,扬帆驶近客克洛佩斯人的土地。

§7.4

καταλιπὼν δὲ τὰς λοιπὰς ναῦς ἐν τῇ πλησίον νήσῳ, μίαν ἔχων τῇ Κυκλώπων γῇ προσπελάζει, μετὰ δώδεκα ἑταίρων ἀποβὰς τῆς νεώς. ἔστι δὲ τῆς θαλάσσης πλησίον ἄντρον, εἰς ὃ ἔρχεται ἔχων ἀσκὸν οἴνου τὸν ὑπὸ Μάρωνος αὐτῷ δοθέντα. ἦν δὲ Πολυφήμου τὸ ἄντρον, ὃς ἦν Ποσειδῶνος καὶ Θοώσης νύμφης, ἀνὴρ ὑπερμεγέθης ἄγριος ἀνδροφάγος, ἔχων ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου.

他将剩余的船只留在附近的岛屿,仅率一艘船驶近客克洛佩斯人之地,携十二名同伴下船。海边有一处洞穴,他带着马隆赠予的皮囊美酒进入其中。这洞穴属于波吕斐摩斯,他是波塞冬与宁芙托俄萨之子,是一个身材庞大、野蛮凶狠的食人怪物,前额上仅生一只眼睛。

§7.5

ἀνακαύσαντες δὲ πῦρ καὶ τῶν ἐρίφων θύσαντες1 εὐωχοῦντο. ἐλθὼν δὲ ὁ Κύκλωψ καὶ εἰσελάσας τὰ ποίμνια τῇ μὲν θύρᾳ προσέθηκε πέτρον ὑπερμεγέθη καὶ θεασάμενος αὐτοὺς ἐνίους κατήσθιεν.

他们生起火,宰杀了数只羊羔并在此宴享。这时客克洛佩斯赶来,将羊群赶入洞内,在洞口挡上一块巨石;他看见众人后,便吞食了其中数人。

§7.6

Ὀδυσσεὺς δὲ αὐτῷ δίδωσιν ἐκ τοῦ Μάρωνος οἴνου πιεῖν· ὁ δὲ πιὼν πάλιν ᾔτησε, καὶ πιὼν τὸ δεύτερον ἐπηρώτα τὸ ὄνομα. τοῦ δὲ εἰπόντος ὅτι Οὔτις καλεῖται, Οὔτιν ἠπείλει ὕστερον ἀναλῶσαι, τοὺς δὲ ἄλλους ἔμπροσθεν, καὶ τοῦτο αὐτῷ ξένιον ἀποδώσειν ὑπέσχετο. κατασχεθεὶς δὲ ὑπὸ μέθης ἐκοιμήθη.

奥德修斯遂拿出马隆的美酒奉给他饮用;他饮罢还要,饮下第二轮时便询问其姓名。奥德修斯说自己名叫“无人”,他便扬言要把“无人”留在最后吞吃,而将其他人先吃掉,并许诺以此作为赠予他的客礼。随后他被醉意所制,沉沉睡去。

§7.7

Ὀδυσσεὺς δὲ εὑρὼν ῥόπαλον κείμενον σὺν τέσσαρσιν ἑταίροις ἀπώξυνε καὶ πυρώσας ἐξετύφλωσεν αὐτόν. ἐπιβοωμένου δὲ Πολυφήμου τοὺς πέριξ Κύκλωπας, παραγενόμενοι ἐπηρώτων τίς αὐτὸν ἀδικεῖ. τοῦ δὲ εἰπόντος Οὔτις, νομίσαντες αὐτὸν λέγειν ὑπὸ μηδενός2 ἀνεχώρησαν.

奥德修斯发现横放着的一根木棒,与四名同伴将它削尖,在火上烧红后刺瞎了他的眼睛。波吕斐摩斯大声呼喊四周的客克洛佩斯人,他们赶来询问究竟是谁在侵害他。当他回答说: “无人,”他们以为他说的是: “受无人所害,”便纷纷离去。

§7.8

ἐπιζητούντων δὲ τῶν ποιμνίων τὴν συνήθη νομήν, ἀνοίξας καὶ ἐπὶ τοῦ προθύρου στὰς τὰς χεῖρας ἐκπετάσας ἐψηλάφα τὰ ποίμνια. Ὀδυσσεὺς δὲ τρεῖς κριοὺς ὁμοῦ συνδέων καὶ αὐτὸς τῷ μείζονι ὑποδύς, ὑπὸ τὴν γαστέρα κρυβείς, σὺν τοῖς ποιμνίοις ἐξῆλθε, καὶ λύσας τοὺς ἑταίρους τῶν ποιμνίων, ἐπὶ τὰς ναῦς ἐλάσας ἀποπλέων ἀνεβόησε Κύκλωπι ὡς Ὀδυσσεὺς εἴη καὶ ἐκπεφεύγοι τὰς ἐκείνου χεῖρας.

待到羊群寻求往常的牧草时,他打开洞口,立于门前伸展双臂摸索羊群。奥德修斯将三只公羊并排绑在一起,自己潜入最大的一只腹下,隐蔽在羊腹之下,随羊群逃出洞穴;他将同伴从羊腹解下,把羊群赶至船上;在离岸驶去之际,他向客克洛佩斯大呼自己乃是奥德修斯,已从其手中逃脱。

§7.9

ἦν δὲ λόγιον Κύκλωπι εἰρημένον ὑπὸ μάντεως τυφλωθῆναι ὑπὸ Ὀδυσσέως. καὶ μαθὼν τὸ ὄνομα πέτρας ἀποσπῶν ἠκόντιζεν εἰς τὴν θάλασσαν, μόλις δὲ ἡ ναῦς σώζεται πρὸς τὰς πέτρας. ἐκ τούτου δὲ μηνίει Ποσειδῶν Ὀδυσσεῖ.

客克洛佩斯曾得先知所言神谕,预言他将被奥德修斯刺瞎双眼。得知姓名后,他掰下巨石掷入海中,船只险些撞毁在石上。自此波塞冬对奥德修斯深怀怨恨。

§7.10

ἀναχθεὶς δὲ συμπάσαις ναυσὶ παραγίνεται εἰς Αἰολίαν νῆσον, ἧς ὁ βασιλεὺς ἦν Αἴολος. οὗτος ἐπιμελητὴς ὑπὸ Διὸς τῶν ἀνέμων καθεστήκει καὶ παύειν καὶ προΐεσθαι.3 ὃς ξενίσας Ὀδυσσέα δίδωσιν αὐτῷ ἀσκὸν βόειον, ἐν ᾧ κατέδησε τοὺς ἀνέμους, ὑποδείξας οἷς δεῖ χρῆσθαι πλέοντα, τοῦτον ἐν τῷ σκάφει καταδήσας. ὁ δὲ Ὀδυσσεὺς ἐπιτηδείοις ἀνέμοις χρώμενος εὐπλοεῖ, καὶ πλησίον Ἰθάκης ὑπάρχων ἤδη τὸν ἀναφερόμενον ἐκ τῆς πόλεως καπνὸν ἰδὼν ἐκοιμήθη.

他率全体船只启航,抵达埃俄罗斯为王的埃奥利亚岛。此人受宙斯任命掌管诸风,既能平息风浪,亦能发风远送。他款待了奥德修斯,赠予他一只牛皮囊,并在其中系缚了诸风;他向奥德修斯指明航行中应当使用何风,并将其牢系于船内。奥德修斯顺风畅行,已然逼近伊萨卡,望见从城中升起的炊烟,此时却昏然入睡。

语法注3 条
  1. 7.5τῶν ἐρίφων θύσαντες

    属格 τῶν ἐρίφων 作动词 θύσαντες 的宾语,充当部分属格,意为“宰杀了羊群中的数只(羊羔)”。此处未用直接宾格(如 ἐρίφους),表明仅从整体羊群中取出部分用于献祭与食用。

  2. 7.7νομίσαντες αὐτὸν λέγειν ὑπὸ μηδενός

    属于间接引语中带有省略的“宾格加不定式”结构。针对前文的提问 τίς αὐτὸν ἀδικεῖ,波吕斐摩斯以主格 Οὔτις(“无人”)回答,同伴们则将之理解为省略了被动式 ἀδικεῖσθαι 的代理介词短语 ὑπὸ μηδενός(即“[遭受]无人[所害]”),遂判定他并未受到攻击而离去。

  3. 7.10καὶ παύειν καὶ προΐεσθαι

    为附随的说明性不定式,用以修饰和补充表语名词 ἐπιμελητής(管理者)。它们明确了宙斯所赋予其“诸风掌管者”的具体职权范围:既包括令风平息,亦包括遣风吹送。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:7.1-7.10