← 伪阿波罗多洛斯

概要

§6.24-6.29

俄瑞斯忒斯的复仇与墨涅拉俄斯的归国

俄瑞斯忒斯诛杀其母与埃癸斯托斯为父报仇,历经战神山审判并从陶洛伊人处迎回神像与长姐;墨涅拉俄斯则在经年漂泊后寻回海伦并返国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.24

Ἠλέκτρα δὲ μία τῶν Ἀγαμέμνονος θυγατέρων Ὀρέστην τὸν ἀδελφὸν ἐκκλέπτει καὶ δίδωσι Στροφίῳ Φωκεῖ τρέφειν, ὁ δὲ αὐτὸν ἐκτρέφει μετὰ Πυλάδου παιδὸς ἰδίου. τελειωθεὶς δὲ Ὀρέστης εἰς Δελφοὺς παραγίνεται καὶ τὸν θεὸν ἐρωτᾷ, εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι.1

阿伽门农诸女之一的厄勒克特拉偷偷带出弟弟俄瑞斯忒斯,交予福基斯人斯特罗菲俄斯抚养,后者将其与自己的儿子皮拉得斯一同养大。俄瑞斯忒斯成年后前往德尔斐,求问神明自己是否应当向弑父的凶手复仇。

§6.25

τοῦτο δὲ τοῦ θεοῦ ἐπιτρέποντος ἀπέρχεται εἰς Μυκήνας μετὰ Πυλάδου λαθραίως καὶ κτείνει τήν τε μητέρα καὶ τὸν Αἴγισθον, καὶ μετʼ οὐ πολὺ μανίᾳ κατασχεθεὶς ὑπὸ Ἐρινύων διωκόμενος εἰς Ἀθήνας παραγίνεται καὶ κρίνεται ἐν Ἀρείῳ πάγῳ, ὡς μὲν λέγουσί τινες ὑπὸ Ἐρινύων,2 ὡς δέ τινες ὑπὸ Τυνδάρεω, ὡς δέ τινες ὑπὸ Ἠριγόνης τῆς Αἰγίσθου καὶ Κλυταιμνήστρας, καὶ κριθεὶς ἴσων γενομένων τῶν ψήφων ἀπολύεται.

神明恩准了此事,他遂与皮拉得斯秘密前往迈锡尼,杀死了母亲与埃癸斯托斯;不久之后他被疯癫所攫,受复仇女神们追捕而抵达雅典,在阿雷奥帕戈斯接受审判——有人说是受复仇女神们指控,有人说是受廷达瑞俄斯指控,也有人说是受埃癸斯托斯与克吕泰涅斯特拉之女厄里戈涅指控;经过审理,在票数相当的情况下,他被宣告无罪。

§6.26

ἐρομένῳ δὲ αὐτῷ, πῶς ἂν ἀπαλλαγείη τῆς νόσου, ὁ θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν.3 οἱ δὲ Ταῦροι μοῖρά ἐστι Σκυθῶν, οἳ τοὺς ξένους φονεύουσι καὶ εἰς τὸ ἱερὸν πῦρ ῥίπτουσι. τοῦτο ἦν ἐν τῷ τεμένει διά τινος πέτρας ἀναφερόμενον ἐξ Ἅιδου.

当他询问如何才能摆脱这种病痛时,神明答复说,若将陶洛伊人那里的木雕神像运回即可。陶洛伊人是斯基泰人的一支,他们杀害外邦人并将之投入圣火之中;这火位于圣域内,经由某块岩石从冥府升腾而起。

§6.27

παραγενόμενος οὖν εἰς Ταύρους Ὀρέστης μετὰ Πυλάδου φωραθεὶς ἑάλω καὶ ἄγεται πρὸς Θόαντα τὸν βασιλέα δέσμιος, ὁ δὲ ἀμφοτέρους πρὸς τὴν ἱέρειαν ἀποστέλλει. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῆς ἀδελφῆς ἱερὰ ποιούσης ἐν Ταύροις, ἄρας τὸ ξόανον σὺν αὐτῇ φεύγει. κομισθὲν δὲ εἰς Ἀθήνας νῦν λέγεται τὸ τῆς Ταυροπόλου· ἔνιοι δὲ αὐτὸν κατὰ χειμῶνα προσενεχθῆναι τῇ νήσῳ Ῥόδῳ λέγουσιν αὐτὸν καὶ κατὰ χρησμὸν ἐν τείχει καθοσιωθῆναι.

于是俄瑞斯忒斯同皮拉得斯抵达陶洛伊人之地,败露被擒,被捆绑押至国王托阿斯面前;国王将二人送至女祭司处。但他被在陶洛伊人中主持祭礼的姐姐认出,遂携木雕神像与她一同逃离。这尊神像被运至雅典,如今被称为陶罗波洛斯神像;但有些人说他在风暴中被冲至罗得岛,并依照神谕〔神像〕被供奉在城墙之内。

§6.28

καὶ δὴ ἐλθὼν εἰς Μυκήνας Πυλάδῃ μὲν τὴν ἀδελφὴν Ἠλέκτραν συζεύγνυσιν, αὐτὸς δὲ γήμας Ἑρμιόνην, ἢ κατά τινας Ἠριγόνην, τεκνοῖ Τισαμενόν, καὶ δηχθεὶς ὑπὸ ὄφεως ἐν Ὀρεστείῳ τῆς Ἀρκαδίας θνήσκει.

他来到迈锡尼,将姐姐厄勒克特拉许配给皮拉得斯;他自己则娶了赫耳弥俄涅,或据某些人说娶了厄里戈涅,生下提萨墨诺斯;后在阿卡迪亚的俄瑞斯泰翁被蛇咬伤而死。

§6.29

Μενέλαος δὲ πέντε ναῦς τὰς πάσας ἔχων μεθʼ ἑαυτοῦ προσσχὼν Σουνίῳ τῆς Ἀττικῆς ἀκρωτηρίῳ κἀκεῖθεν εἰς Κρήτην ἀπορριφεὶς πάλιν ὑπὸ ἀνέμων μακρὰν ἀπωθεῖται, καὶ πλανώμενος ἀνά τε Λιβύην καὶ Φοινίκην καὶ Κύπρον καὶ Αἴγυπτον πολλὰ συναθροίζει χρήματα. καὶ κατά τινας εὑρίσκεται παρὰ Πρωτεῖ τῷ τῶν Αἰγυπτίων βασιλεῖ Ἑλένη, μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου.4 ὀκτὼ δὲ πλανηθεὶς ἔτη κατέπλευσεν εἰς Μυκήνας, κἀκεῖ κατέλαβεν Ὀρέστην μετεληλυθότα τὸν τοῦ πατρὸς φόνον. ἐλθὼν δὲ εἰς Σπάρτην τὴν ἰδίαν ἐκτήσατο βασιλείαν. καὶ ἀποθανατισθεὶς ὑπὸ Ἥρας εἰς τὸ Ἠλύσιον ἦλθε πεδίον μεθʼ Ἑλένης.

墨涅拉俄斯统领其全部仅存的五艘船,靠泊于阿提卡之苏尼翁角,自彼处被吹至克里特后,又被风暴刮向远方;他在利比亚、腓尼基、塞浦路斯和埃及辗转漂泊,聚敛了大量财富。据某些人所言,海伦在埃及国王普罗透斯处被发现,在此之前墨涅拉俄斯拥有的不过是一个云雾幻影。流浪八年之后,他驶抵迈锡尼,发现俄瑞斯忒斯彼时已报了父仇。随后他回到斯巴达,执掌属于自己的王国;在受赫拉赐予永生之后,他携海伦一同前往至福乐土。

语法注4 条
  1. 6.24εἰ τοὺς αὐτόχειρας τοῦ πατρὸς μετέλθοι

    由 εἰ 引导的间接疑问句,主句动词 ἐρωτᾷ(历史现在时)后采用间接引语希求法(μετέλθοι)。在直接引语中对应于审议性虚拟语气(μετέλθω)或将来直陈式。

  2. 6.25κρίνεται ἐν Ἀρείῳ πάγῳ, ὡς μὲν λέγουσί τινες ὑπὸ Ἐρινύων

    在法庭诉讼语境中,被动语态动词 κρίνεται(受审)后接的 ὑπό 加属格并非表示审判者,而是表示“起诉人/原告”。后文并列的 ὑπὸ Τυνδάρεω 与 ὑπὸ Ἠριγόνης 亦同此用法。

  3. 6.26ὁ θεὸς εἶπεν, εἰ τὸ ἐν Ταύροις ξόανον μετακομίσειεν

    主动词 εἶπεν 之后,回答前述问题的条件句归结句(如 ἀπαλλαγήσεσθαι“则将摆脱”)被省略,仅以间接引语中的条件从句(εἰ 加希求法)直接作为神谕答复的内容。

  4. 6.29μέχρι τότε εἴδωλον ἐκ νεφῶν ἐσχηκότος τοῦ Μενελάου

    独立属格结构。引入与主句主语(海伦)不同的逻辑主语(墨涅拉俄斯),形成时间与事实上的对比:在此之前他所拥有的只是云雾幻影,而此刻真正的海伦方被发现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:6.24-6.29