- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:6.15c-6.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
特洛伊沦陷后,诸将漂泊定居于意大利、色雷斯和卡里亚等地,其间叙述了德谟丰与菲莉斯的悲剧、洛克里斯少女奉献神庙求庇护的缘由,以及阿伽门农遇害的经过。
"Ναύαιθος ποταμός ἐστιν Ἰταλίας· ἐκλήθη δὲ οὕτω κατὰ μὲν Ἀπολλόδωρον καὶ τοὺς λοιπούς, ὅτι μετὰ τὴν Ἰλίου ἅλωσιν αἱ Λαομέδοντος θυγατέρες, Πριάμου δὲ ἀδελφαί, Αἴθυλλα Ἀστυόχη Μηδεσικάστη μετὰ τῶν λοιπῶν αἰχμαλωτίδων ἐκεῖσε γεγονυῖαι τῆς Ἰταλίας,1 εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν τὰ σκάφη ἐνέπρησαν, ὅθεν ὁ ποταμὸς Ναύαιθος ἐκλήθη καὶ αἱ γυναῖκες Ναυπρήστιδες· οἱ δὲ σὺν αὐταῖς Ἕλληνες ἀπολέσαντες τὰ σκάφη ἐκεῖ κατῴκησαν."
“瑙埃托斯是意大利的一条河流;依阿波罗多洛斯及其他人所述,此河得名乃是由于:伊利昂陷落之后,拉俄墨冬之女、普里阿摩斯的姐妹们,即埃梯拉、阿斯提俄刻和墨得西卡斯忒,与其他女俘一同抵达意大利的那处地方,因惧怕在希腊为奴而焚毁了船只;由此该河被称为瑙埃托斯,这些女子被称为焚船妇。随行她们的希腊人由于失去了船只,便在当地定居。”
Δημοφῶν δὲ Θρᾳξὶ Βισάλταις μετʼ ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς ἡ θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῇ βασιλείᾳ2 συνευνάζεται ὑπὸ τοῦ πατρός. ὁ δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται· καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν Ἐννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῷ κίστην, εἰποῦσα ἱερὸν τῆς μητρὸς Ῥέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσῃ τῆς πρὸς αὐτὴν ἀνόδου.
德谟丰率少数船只靠岸于色雷斯的比萨尔泰人之地,国王之女菲莉斯倾心于他,由其父作主与他成婚,并以王国为嫁妆。但他意欲返回故土,屡屡央求并起誓必将归来后方才离去。菲莉斯送行他远至所谓“九道”之地,赠予他一只小匣,说内有母神瑞亚的圣物,并嘱咐他除非断绝了归来相见之望,切勿打开此匣。
Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατῴκει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ· Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβῳ κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται· τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῷ κατῴκησαν ἐν Κύπρῳ.
德谟丰前往塞浦路斯并在彼处定居。约定期限过去后,菲莉斯对德谟丰降下诅咒,随即自尽。德谟丰开启小匣,惊惧失措,跃马狂奔,因而丧生;因那马失蹄跌倒,他坠落下来正跌在自己的佩剑上。随行他的部属则在塞浦路斯定居。
Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει· χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται,3 τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατῴκησεν.
波达利里俄斯前往德尔斐,求问神谕自己该在何处定居;神谕告知他前往一座即便四围天空坠落亦不遭任何伤害的城邑,他遂在卡里亚半岛那处天空四周为群山环绕之地定居。
Ἀμφίλοχος δὲ ὁ Ἀλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους.
阿尔克迈翁之子安菲洛科斯据某些人说后来方抵达特洛伊,在风暴中被抛至莫普索斯处,且正如某些人所言,他们为争夺王位单挑决斗,互戮而亡。
Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν Ἰλίῳ Ἀθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα.
洛克里斯人历尽艰险方归抵故土,但第三年后疾疫降临洛克里斯,他们得到神谕,须告慰伊利昂的雅典娜,并在千年之中派遣两名少女作为求庇护者。佩里玻亚和克勒俄帕特拉率先抽中此签。
αὗται δὲ εἰς Τροίαν ἀφικόμεναι, διωκόμεναι παρὰ τῶν ἐγχωρίων εἰς τὸ ἱερὸν κατέρχονται· καὶ τῇ μὲν θεᾷ οὐ προσήρχοντο, τὸ δὲ ἱερὸν ἔσαιρόν τε καὶ ἔρραινον· ἐκτὸς δὲ τοῦ νεὼ οὐκ ἐξῄεσαν, κεκαρμέναι δὲ ἦσαν καὶ μονοχίτωνες καὶ ἀνυπόδετοι.
二女抵达特洛伊后,受当地土著追捕而逃入圣殿;她们并不走近女神,只负责清扫圣殿并洒水除尘;她们不出殿外,剃去头发,只着单衣,赤足而行。
τῶν δὲ πρώτων ἀποθανουσῶν ἄλλας ἔπεμπον· εἰσῄεσαν δὲ εἰς τὴν πόλιν νύκτωρ, ἵνα μὴ φανεῖσαι τοῦ τεμένους ἔξω φονευθῶσι· μετέπειτα δὲ βρέφη μετὰ τροφῶν ἔπεμπον. χιλίων δὲ ἐτῶν παρελθόντων μετὰ τὸν Φωκικὸν πόλεμον ἱκέτιδας ἐπαύσαντο πέμποντες.
首批少女死后,他们便派遣其他人;她们在夜间进城,以免在圣域之外现身而遭杀害;后来他们则派遣带有乳母的女婴。千载期满,在福基斯战争之后,他们方才停止派遣求庇护者。
Ἀγαμέμνων δὲ καταντήσας εἰς Μυκήνας μετὰ Κασάνδρας ἀναιρεῖται ὑπὸ Αἰγίσθου καὶ Κλυταιμνήστρας· δίδωσι γὰρ αὐτῷ χιτῶνα ἄχειρα καὶ ἀτράχηλον, καὶ τοῦτον ἐνδυόμενος φονεύεται, καὶ βασιλεύει Μυκηνῶν Αἴγισθος· κτείνουσι δὲ καὶ Κασάνδραν.
阿伽门农偕同卡珊德拉抵达迈锡尼,被埃癸斯托斯与克吕泰涅斯特拉所弑;因她递给他一件无袖无领的袍子,他在穿衣时被杀,埃癸斯托斯统治了迈锡尼;他们亦杀害了卡珊德拉。
- 6.15cἐκεῖσε γεγονυῖαι τῆς Ἰταλίας
表方向或地点的副词 ἐκεῖσε(前往彼处)后接部分属格 τῆς Ἰταλίας(意大利的),意为“抵达意大利的那处地方”。
- 6.16ἐπὶ προικὶ τῇ βασιλείᾳ
介词 ἐπί 接与格 προικί,其后并列同格名词 τῇ βασιλείᾳ,构成表示附带条件或性质的结构:“以王国作为嫁妆”。
- 6.18εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται
关系从句 εἰς ἣν πόλιν ... 内部嵌入了表示假设条件的独立属格 τοῦ περιέχοντος οὐρανοῦ πεσόντος(“即便四围天空坠落”)。先行词 πόλιν 被吸引并置入关系词 ἥν 所修饰的从句中。
