← 伪阿波罗多洛斯

概要

§6.11-6.15b

希腊船队蒙难与涅俄普托勒摩斯等定居

本段记述了瑙普利俄斯诱使希腊船队罹难、涅俄普托勒摩斯统治摩罗西亚及在德尔斐丧生,以及特洛伊战后希腊诸将流散各地定居的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.11

ταῦτα πρότερον κατασκευάσας ὁ Ναύπλιος, ὕστερον μαθὼν τὴν εἰς τὰς πατρίδας τῶν Ἑλλήνων ἐπάνοδον, τὸν εἰς τὸν Καφηρέα, νῦν δὲ Ξυλοφάγον λεγόμενον, ἀνῆψε φρυκτόν· ἔνθα προσπελάσαντες Ἕλληνες ἐν τῷ δοκεῖν λιμένα εἶναι1 διεφθάρησαν.

瑙普利俄斯预先布置了这些计谋,后来得知希腊将士踏上归国之途,便在如今被称为克西罗法戈斯峰的卡斐柔斯山上点起烽火;希腊人以为那里是港口而靠岸,纷纷罹难。

§6.12

Νεοπτόλεμος δὲ μείνας ἐν Τενέδῳ δύο ἡμέρας ὑποθήκαις τῆς Θέτιδος εἰς Μολοσσοὺς πεζῇ ἀπῄει μετὰ Ἑλένου, καὶ παρὰ τὴν ὁδὸν ἀποθανόντα Φοίνικα θάπτει, καὶ νικήσας μάχῃ Μολοσσοὺς βασιλεύει, καὶ ἐξ Ἀνδρομάχης γεννᾷ Μολοσσόν.

涅俄普托勒摩斯遵照忒提斯的劝告在忒涅多斯岛留驻两日后,与海勒诺斯一同徒步前往摩罗索斯人之地;他安葬了在途中亡故的福尼克斯,在战斗中击败摩罗索斯人并成为其王,与安德洛玛刻生下了摩罗索斯。

§6.13

Ἕλενος δὲ κτίσας ἐν τῇ Μολοσσίᾳ πόλιν κατοικεῖ, καὶ δίδωσιν αὐτῷ Νεοπτόλεμος εἰς γυναῖκα τὴν μητέρα Δηιδάμειαν. Πηλέως δὲ ἐκ Φθίας ἐκβληθέντος ὑπὸ τῶν Ἀκάστου παίδων καὶ ἀποθανόντος, Νεοπτόλεμος τὴν βασιλείαν τοῦ πατρὸς παρέλαβε.

海勒诺斯在摩罗西亚境内建立了一座城邑并定居下来,涅俄普托勒摩斯将自己的母亲得伊达弥亚许配给他为妻。珀琉斯被阿卡斯托斯之子们逐出佛提亚并死后,涅俄普托勒摩斯继承了父亲的王权。

§6.14

καὶ μανέντος Ὀρέστου ἁρπάζει τὴν ἐκείνου γυναῖκα Ἑρμιόνην κατηγγυημένην αὐτῷ2 πρότερον ἐν Τροίᾳ, καὶ διὰ τοῦτο ἐν Δελφοῖς ὑπὸ Ὀρέστου κτείνεται. ἔνιοι δὲ αὐτόν φασι παραγενόμενον εἰς Δελφοὺς ἀπαιτεῖν ὑπὲρ τοῦ πατρὸς τὸν Ἀπόλλωνα δίκας καὶ συλᾶν τὰ ἀναθήματα καὶ τὸν νεὼν ἐμπιμπράναι, καὶ διὰ τοῦτο ὑπὸ Μαχαιρέως τοῦ Φωκέως ἀναιρεθῆναι.

并在俄瑞斯忒斯发疯时夺走了他的妻子赫耳弥俄涅——此女此前在特洛伊曾许配给他本人——因而他在德尔斐被俄瑞斯忒斯所杀。但有人说,他前往德尔斐为父亲向阿波罗索赔,抢劫供奉之物并放火焚烧神殿,因而被福基斯人马开柔斯所杀。

§6.15

ὅτι3 πλανηθέντες Ἕλληνες ἄλλοι ἀλλαχοῦ κατάραντες κατοικοῦσιν, οἱ μὲν εἰς Λιβύην, οἱ δὲ εἰς Ἰταλίαν, εἰς Σικελίαν ἕτεροι, τινὲς δὲ πρὸς τὰς πλησίον Ἰβηρίας νήσους, ἄλλοι παρὰ τὸν Σαγγάριον ποταμόν· εἰσὶ δὲ οἳ καὶ Κύπρον ᾤκησαν. τῶν δὲ ναυαγησάντων περὶ τὸν Καφηρέα ἄλλος ἀλλαχῆ φέρεται, Γουνεὺς μὲν εἰς Λιβύην, Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσεν, ὁ δὲ Φιλοκτήτης πρὸς Ἰταλίαν εἰς Καμπανούς, Φείδιππος μετὰ τῶν Κῴων ἐν Ἄνδρῳ κατῴκησεν, Ἀγαπήνωρ ἐν Κύπρῳ, καὶ ἄλλος ἀλλαχοῦ.

漂泊的希腊人各处靠岸定居:有的前往利比亚,有的前往意大利,另有前往西西里者,有的靠近伊比利亚附近的岛屿,有的沿着桑伽里俄斯河;亦有人在塞浦路斯定居。在卡斐柔斯周围罹难者亦漂泊四散:古纽斯前往利比亚;忒萨洛斯之子安提福斯前往珀拉斯戈伊人之地,占据该地并称其为忒萨利亚;菲洛克忒忒斯前往意大利的坎帕尼亚人之地;费狄波斯率科斯岛人定居安德罗斯岛;阿伽珀诺尔定居塞浦路斯;其他人亦各散四方。

§6.15a

"Ἀπολλόδωρος δὲ καὶ οἱ λοιποὶ οὕτω φασί· Γουνεὺς εἰς Λιβύην λιπὼν τὰς ἑαυτοῦ ναῦς ἐλθὼν ἐπὶ Κίνυφα ποταμὸν κατοικεῖ. Μέγης δὲ καὶ Πρόθοος ἐν Εὐβοίᾳ περὶ τὸν Καφηρέα σὺν πολλοῖς ἑτέροις διαφθείρεται τοῦ δὲ Προθόου περὶ τὸν Καφηρέα ναυαγήσαντος, οἱ σὺν αὐτῷ Μάγνητες εἰς Κρήτην ῥιφέντες ᾤκησαν."

“但阿波罗多洛斯及其他人则如是说:古纽斯舍弃己船,前往利比亚并在基纽普斯河畔定居。墨革斯与普洛托俄斯在欧波亚的卡斐柔斯附近与许多人一同丧生;普洛托俄斯在卡斐柔斯附近遇难后,随行的马格涅斯人被冲上克里特岛并定居于彼。

§6.15b

"μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Μενεσθεὺς Φείδιππός τε καὶ Ἄντιφος καὶ οἱ Ἐλεφήνορος4 καὶ Φιλοκτήτης μέχρι Μίμαντος κοινῇ ἔπλευσαν. εἶτα Μενεσθεὺς μὲν εἰς Μῆλον ἐλθὼν βασιλεύει, τοῦ ἐκεῖ βασιλέως Πολυάνακτος τελευτήσαντος. Ἄντιφος δὲ ὁ Θεσσαλοῦ εἰς Πελασγοὺς ἐλθὼν καὶ τὴν χώραν κατασχὼν Θεσσαλίαν ἐκάλεσε. Φείδιππος δὲ μετὰ Κῴων ἐξωσθεὶς περὶ τὴν Ἄνδρον, εἶτα περὶ Κύπρον ἐκεῖ κατῴκησεν. Ἐλεφήνορος δὲ ἀποθανόντος ἐν Τροίᾳ, οἱ σὺν αὐτῷ ἐκριφέντες περὶ τὸν Ἰόνιον κόλπον Ἀπολλωνίαν ᾤκησαν τὴν ἐν Ἠπείρῳ. καὶ οἱ τοῦ Τληπολέμου προσίσχουσι Κρήτῃ, εἶτα ὑπʼ ἀνέμων ἐξωσθέντες περὶ τὰς Ἰβηρικὰς νήσους ᾤκησαν οἱ τοῦ Πρωτεσιλάου εἰς Πελλήνην ἀπερρίφησαν πλησίον πεδίου Κανάστρου. Φιλοκτήτης δὲ ἐξώσθη εἰς Ἰταλίαν πρὸς Καμπανοὺς καὶ πολεμήσας Λευκανοὺς πλησίον Κρότωνος καὶ Θουρίου Κρίμισσαν κατοικεῖ· καὶ παυθεὶς τῆς ἄλης Ἀλαίου Ἀπόλλωνος ἱερὸν κτίζει, ᾧ καὶ τὸ τόξον αὑτοῦ ἀνέθηκεν, ὥς φησιν Εὐφορίων."

” “在伊利昂沦陷之后,墨涅斯透斯、费狄波斯、安提福斯、厄勒斐诺尔的部属以及菲洛克忒忒斯一同航行至弥玛斯山。随后,墨涅斯透斯前往米洛斯岛,因那里的国王波吕阿纳克斯去世而成为国王。忒萨洛斯之子安提福斯前往珀拉斯戈伊人之地,占据该地并称其为忒萨利亚。费狄波斯与科斯岛人漂流至安德罗斯附近,随后漂至塞浦路斯附近,并在那里定居。由于厄勒斐诺尔已阵亡于特洛伊,随行他的部属被冲至爱奥尼亚湾周围,定居于伊庇鲁斯的阿波罗尼亚。特勒波勒摩斯的部属靠岸克里特,随后被风暴驱赶至伊比利亚群岛周围定居。普罗忒西拉俄斯的部属被抛上靠近卡纳斯特隆平原的佩勒涅。菲洛克忒忒斯漂流至意大利的坎帕尼亚人之地,与留卡尼亚人交战后,在克罗同与图里伊附近的克里米萨定居;正如欧福里翁所言,他结束流浪后修建了阿莱俄斯·阿波罗神庙,并向该神奉献了自己的弓。”

语法注4 条
  1. 6.11ἐν τῷ δοκεῖν λιμένα εἶναι

    冠词化不定式 ἐν τῷ δοκεῖν 与介词 ἐν 连用,表达伴随情状或主观动机(“以为……”)。λιμένα 作不定式 εἶναι 的表语宾格,δοκεῖν 的逻辑主语(希腊将士)由上下文补足。

  2. 6.14κατηγγυημένην αὐτῷ

    与格代词 αὐτῷ 指代主句主语(涅俄普托勒摩斯),以与指代俄瑞斯忒斯的 ἐκείνου 相对照。结构上指“俄瑞斯忒斯的妻子赫耳弥俄涅——此女此前在特洛伊曾许配给涅俄普托勒摩斯本人”。

  3. 6.15ὅτι

    句首的 ὅτι 并非依附于前文动词的从属连词,而是拜占庭节本(Epitome)中惯用的摘录标志(相当于标题“关于……之事”),其后的整段文字均作为独立叙述阅读。

  4. 6.15bοἱ Ἐλεφήνορος

    冠词 οἱ 后接属格人名,属于省略了名词(如 ἑταῖροι 或 στρατιῶται)的惯用构词,意为“厄勒斐诺尔的部属/部从”,与前后的专有名词并列构成主语(后文的 οἱ τοῦ Τληπολέμου 与 οἱ τοῦ Πρωτεσιλάου 同此结构)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:6.11-6.15b