← 伪阿波罗多洛斯

概要

§6.1-6.10

希腊诸将的归途遭难与瑙普利俄斯的复仇

特洛伊陷落后,希腊众将归途多舛,经历了卡尔卡斯斗法落败而死、小埃阿斯遭神罚溺亡以及欧波亚海难。与此同时,为子复仇的瑙普利俄斯诱使诸王之妻通奸,在战后的希腊本土与克里特引发了剧烈动荡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

καὶ μετὰ ταῦτα συνελθόντων εἰς ἐκκλησίαν, Ἀγαμέμνων καὶ Μενέλαος ἐφιλονείκουν, Μενελάου λέγοντος ἀποπλεῖν, Ἀγαμέμνονος δὲ ἐπιμένειν κελεύοντος καὶ θύειν Ἀθηνᾷ. ἀναχθέντες δὲ Διομήδης καὶ Νέστωρ καὶ Μενέλαος ἅμα, οἱ μὲν εὐπλοοῦσιν, ὁ δὲ Μενέλαος χειμῶνι περιπεσών, τῶν λοιπῶν ἀπολομένων σκαφῶν, πέντε ναυσὶν ἐπʼ Αἴγυπτον ἀφικνεῖται.

在此之后,众将集会时,阿伽门农与墨涅拉俄斯争吵不休,墨涅拉俄斯主张即刻启航,阿伽门农则命大家留驻并向雅典娜献祭。狄俄墨得斯、涅斯托耳与墨涅拉俄斯一同扬帆出海,前二人航行顺利,墨涅拉俄斯却遭遇暴风雨,其余船只尽皆沉没,只携五艘战船漂抵埃及。

§6.2

Ἀμφίλοχος δὲ καὶ Κάλχας καὶ Λεοντεὺς καὶ Ποδαλείριος καὶ Πολυποίτης ἐν Ἰλίῳ τὰς ναῦς ἀπολιπόντες ἐπὶ Κολοφῶνα πεζῇ πορεύονται, κἀκεῖ θάπτουσι Κάλχαντα τὸν μάντιν· ἦν γὰρ αὐτῷ λόγιον τελευτήσειν, ἐὰν ἑαυτοῦ σοφωτέρῳ περιτύχῃ μάντει.

安菲洛科斯、卡尔卡斯、莱昂透斯、波达利里俄斯与波吕波忒斯将船只留在伊利昂,徒步前往科洛封,并在那里安葬了预言家卡尔卡斯;因为曾有神谕预言,若他遇见比自己更智慧的预言家便会丧命。

§6.3

ὑποδεχθέντων οὖν ὑπὸ Μόψου μάντεως, ὃς Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπῆρχεν, οὗτος ὁ Μόψος περὶ μαντικῆς ἤρισε Κάλχαντι. καὶ Κάλχαντος ἀνακρίναντος ἐρινεοῦ ἑστώσης πόσους ὀλύνθους φέρει; ὁ Μόψος· μυρίους ἔφη καὶ μέδιμνον καὶ ἕνα ὄλυνθον περισσόν·

他们受到阿波罗与曼托之子、预言家摩普索斯的款待,这位摩普索斯便在预言术上与卡尔卡斯展开较量。当卡尔卡斯指着一棵立在身旁的野无花果树发问: “它结了多少颗野无花果?” 摩普索斯 “一万颗,”说道,“还有一麦狄姆诺斯,又多出一颗野无花果;”

§6.4

καὶ εὑρέθησαν οὕτω. Μόψος δὲ συὸς οὔσης ἐπιτόκου ἠρώτα Κάλχαντα, πόσους χοίρους κατὰ γαστρὸς ἔχει καὶ πότε τέκοι· τοῦ δὲ εἰπόντος· ὀκτώ, μειδιάσας ὁ Μόψος ἔφη· Κάλχας τῆς ἀκριβοῦς μαντείας ἀπεναντίως διακεῖται, ἐγὼ δʼ Ἀπόλλωνος καὶ Μαντοῦς παῖς ὑπάρχων τῆς ἀκριβοῦς μαντείας τὴν ὀξυδορκίαν πάντως πλουτῶ, καὶ οὐχ ὡς ὁ Κάλχας ὀκτώ, ἀλλʼ ἐννέα κατὰ γαστρός, καὶ τούτους ἄρρενας ὅλους ἔχειν μαντεύομαι, καὶ αὔριον ἀνυπερθέτως ἐν ἕκτῃ ὥρᾳ τεχθήσεσθαι. ὧν γενομένων Κάλχας ἀθυμήσας ἀπέθανε καὶ ἐτάφη ἐν Νοτίῳ.

点算后果然如此。摩普索斯又指着一头即将临盆的母猪问卡尔卡斯,其腹中有多少头小猪、何时生产;卡尔卡斯答道: “八头,”摩普索斯微笑说道: “卡尔卡斯与精准的预言术背道而驰,而我作为阿波罗与曼托之子,全然富于精准预言的明锐眼力。我预言它腹中并非如卡尔卡斯所言的八头,而是九头,且全部都是雄性,并必将于明日第六时辰出生。” 这些应验之后,卡尔卡斯因沮丧而亡,被安葬在诺提翁。

§6.5

Ἀγαμέμνων δὲ θύσας ἀνάγεται καὶ Τενέδῳ προσίσχει, Νεοπτόλεμον δὲ πείθει Θέτις ἀφικομένη ἐπιμεῖναι δύο ἡμέρας καὶ θυσιάσαι, καὶ ἐπιμένει. οἱ δὲ ἀνάγονται καὶ περὶ Τῆνον χειμάζονται. Ἀθηνᾶ γὰρ ἐδεήθη Διὸς τοῖς Ἕλλησι χειμῶνα ἐπιπέμψαι. καὶ πολλαὶ νῆες βυθίζονται.

阿伽门农献祭后出海,抵靠忒涅多斯岛;忒提斯赶来劝说涅俄普托勒摩斯留驻两日并献祭,他便留了下来。其余人扬帆启航,在忒诺斯岛附近遭遇风暴;因为雅典娜恳求宙斯降风暴惩戒希腊人。许多战船因而沉没。

§6.6

Ἀθηνᾶ δὲ ἐπὶ τὴν Αἴαντος ναῦν κεραυνὸν βάλλει, ὁ δὲ τῆς νεὼς διαλυθείσης ἐπί τινα πέτραν διασωθεὶς παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι.1 Ποσειδῶν δὲ πλήξας τῇ τριαίνῃ τὴν πέτραν ἔσχισεν, ὁ δὲ πεσὼν εἰς τὴν θάλασσαν τελευτᾷ, καὶ ἐκβρασθέντα θάπτει Θέτις ἐν Μυκόνῳ.

雅典娜朝埃阿斯的战船掷去霹雳;战船碎裂,他逃上一块礁石脱险,声称自己违逆女神的意愿亦得保全。波塞冬用三叉戟猛击礁石将其劈开,埃阿斯坠海身亡,尸体被冲上海岸后,由忒提斯安葬在米科诺斯岛。

§6.7

τῶν δὲ ἄλλων Εὐβοίᾳ προσφερομένων νυκτὸς Ναύπλιος ἐπὶ τοῦ Καφηρέως ὄρους πυρσὸν ἀνάπτει· οἱ δὲ νομίσαντες εἶναί τινας τῶν σεσωσμένων προσπλέουσι, καὶ περὶ τὰς Καφηρίδας πέτρας θραύεται τὰ σκάφη καὶ πολλοὶ τελευτῶσιν.

当其余众人于夜间被海浪冲向欧波亚岛时,瑙普利俄斯在卡斐柔斯山上点起烽火;众人以为那是生还的同袍,便驾船驶近,战船纷纷在卡斐里得斯礁石周围撞碎,许多人丧生。

§6.8

ὁ γὰρ τοῦ Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως υἱὸς Παλαμήδης ἐπιβουλαῖς Ὀδυσσέως λιθοβοληθεὶς ἀναιρεῖται. τοῦτο μαθὼν Ναύπλιος ἔπλευσε πρὸς τοὺς Ἕλληνας καὶ τὴν τοῦ παιδὸς ἀπῄτει ποινήν·

原来,瑙普利俄斯与卡特柔斯之女克吕墨涅的儿子帕拉墨得斯,因奥德修斯的奸计而遭乱石砸死。获悉此事的瑙普利俄斯泛舟前往希腊军营,为子索求赔偿;但他一无所获而归,因为人人都偏袒与奥德修斯一同谋害帕拉墨得斯的阿伽门农王。

§6.9

ἄπρακτος δὲ ὑποστρέψας, ὡς πάντων χαριζομένων τῷ βασιλεῖ Ἀγαμέμνονι, μεθʼ οὗ τὸν Παλαμήδην ἀνεῖλεν Ὀδυσσεύς, παραπλέων τὰς χώρας τὰς Ἑλληνίδας παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι, Κλυταιμνήστραν Αἰγίσθῳ, Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ, τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου·2 ἣν καὶ ἀνεῖλε Λεῦκος ἅμα Κλεισιθύρᾳ τῇ θυγατρὶ ταύτης ἐν τῷ ναῷ προσφυγούσῃ, καὶ δέκα πόλεις ἀποσπάσας τῆς Κρήτης ἐτυράννησε· καὶ μετὰ τὸν Τρωικὸν πόλεμον καὶ τὸν Ἰδομενέα κατάραντα τῇ Κρήτῃ ἐξήλασε.

于是他沿途驶经希腊各地领土,设计唆使希腊将士的妻子们通奸:克吕泰涅斯特拉委身于埃癸斯托斯,埃癸阿勒亚委身于斯忒涅洛斯之子科墨忒斯,伊多墨纽斯之妻墨达委身于勒乌科斯;勒乌科斯甚至将墨达以及逃入神庙避难的女儿克勒西苏拉一同杀害,从克里特割裂出十座城池自立为僭主;在特洛伊战争之后,当伊多墨纽斯抵靠克里特时,勒乌科斯又将他驱逐出境。

语法注2 条
  1. 6.6παρὰ τὴν θεοῦ ἔφη πρόνοιαν σεσῶσθαι

    介词 παρά 支配宾格在此处表示反冲与抗拒之意,即“违逆……”、“背离……”。埃阿斯狂妄宣称自己并非只是未蒙神佑而生还,而是公然抗拒并挫败了雅典娜欲惩罚他的神意。

  2. 6.9τὴν Ἰδομενέως Μήδαν ὑπὸ Λεύκου

    此句承前省略了来自主导句 παρεσκεύασε τὰς τῶν Ἑλλήνων γυναῖκας μοιχευθῆναι 的不定式 μοιχευθῆναι。前两对关系(Κλυταιμνήστραν Αἰγίσθῳ 与 Αἰγιάλειαν τῷ Σθενέλου Κομήτῃ)均使用与格表示通奸的男性对象,而此处句式转换为由介词 ὑπό 加属格构成的施事短语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:6.1-6.10