← 伪阿波罗多洛斯

概要

§5.17-5.23

特洛伊的沦陷与俘虏的瓜分

特洛伊城接纳木马后遭到希腊联军夜袭而沦陷,王室与军民惨遭杀戮,战俘随后被瓜分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.17

Κασάνδρας δὲ λεγούσης ἔνοπλον ἐν αὐτῷ δύναμιν εἶναι, καὶ προσέτι Λαοκόωντος τοῦ μάντεως, τοῖς μὲν ἐδόκει κατακαίειν, τοῖς δὲ κατὰ βαράθρων ἀφιέναι· δόξαν δὲ τοῖς πολλοῖς ἵνα αὐτὸν ἐάσωσι θεῖον ἀνάθημα,1 τραπέντες ἐπὶ θυσίαν εὐωχοῦντο.

当卡珊德拉宣称木马内藏有武装兵力,预言家拉奥孔亦作同样预告时,有些人主张将它焚毁,另一些人主张将它推入深渊;然而大多数人决意将其作为献给神明的供物保留下来,于是转而举行祭祀并设宴欢聚。

§5.18

Ἀπόλλων δὲ αὐτοῖς σημεῖον ἐπιπέμπει· δύο γὰρ δράκοντες διανηξάμενοι διὰ τῆς θαλάσσης ἐκ τῶν πλησίον νήσων τοὺς Λαοκόωντος υἱοὺς κατεσθίουσιν.

阿波罗向他们降下了预兆:两条大蛇从邻近岛屿游水穿海而来,吞食了拉奥孔的诸子。

§5.19

ὡς δὲ ἐγένετο νὺξ καὶ πάντας ὕπνος κατεῖχεν, οἱ ἀπὸ Τενέδου προσέπλεον, καὶ Σίνων αὐτοῖς ἀπὸ τοῦ Ἀχιλλέως τάφου πυρσὸν ἧπτεν. Ἑλένη δὲ ἐλθοῦσα περὶ τὸν ἵππον, μιμουμένη τὰς φωνὰς ἑκάστης τῶν γυναικῶν, τοὺς ἀριστέας ἐκάλει. ὑπακοῦσαι δὲ Ἀντίκλου θέλοντος Ὀδυσσεὺς τὸ στόμα κατέσχεν.

夜幕降临,万民沉入梦乡,忒涅多斯岛的部众乘船驶近,西农从阿喀琉斯的坟冢处为他们点起烽火。海伦来到木马周围,模仿每位将士妻子的声音,呼唤这群勇士。安提克罗斯欲予应答,奥德修斯紧紧捂住了他的嘴。

§5.20

ὡς δʼ ἐνόμισαν κοιμᾶσθαι τοὺς πολεμίους, ἀνοίξαντες σὺν τοῖς ὅπλοις ἐξῄεσαν· καὶ πρῶτος μὲν Ἐχίων Πορθέως ἀφαλλόμενος ἀπέθανεν, οἱ δὲ λοιποὶ σειρᾷ ἐξάψαντες ἑαυτοὺς ἐπὶ τὰ τείχη παρεγένοντο καὶ τὰς πύλας ἀνοίξαντες ὑπεδέξαντο τοὺς ἀπὸ Τενέδου καταπλεύσαντας.

当他们料定敌人已熟睡时,便开启木马,手持兵刃走了出来;波耳透斯之子埃基翁率先跃下摔死,其余人则用绳索将己身坠下,来到城墙处,打开城门,迎入了自忒涅多斯岛乘船归来的部队。

§5.21

χωρήσαντες δὲ μεθʼ ὅπλων εἰς τὴν πόλιν, εἰς τὰς οἰκίας ἐπερχόμενοι κοιμωμένους ἀνῄρουν. καὶ Νεοπτόλεμος μὲν ἐπὶ τοῦ ἑρκείου Διὸς βωμοῦ καταφεύγοντα Πρίαμον ἀνεῖλεν· Ὀδυσσεὺς δὲ καὶ Μενέλαος Γλαῦκον τὸν Ἀντήνορος εἰς τὴν οἰκίαν φεύγοντα γνωρίσαντες μεθʼ ὅπλων ἐλθόντες ἔσωσαν. Αἰνείας δὲ Ἀγχίσην τὸν πατέρα βαστάσας ἔφυγεν, οἱ δὲ Ἕλληνες αὐτὸν διὰ τὴν εὐσέβειαν εἴασαν.

他们全副武装攻入城内,闯入民宅斩杀熟睡之人。涅俄普托勒摩斯诛杀了逃往庭院守护神宙斯祭坛避难的普里阿摩斯;奥德修斯与墨涅拉俄斯认出了逃回宅邸的安忒诺尔之子格劳科斯,便持械赶往将他救下。埃涅阿斯背负其父安喀塞斯出逃,希腊人因其虔敬而放过了他。

§5.22

Μενέλαος δὲ Δηίφοβον κτείνας Ἑλένην ἐπὶ τὰς ναῦς ἄγει· ἀπάγουσι δὲ καὶ τὴν Θησέως μητέρα Αἴθραν οἱ Θησέως παῖδες Δημοφῶν καὶ Ἀκάμας· καὶ γὰρ τούτους λέγουσιν εἰς Τροίαν ἐλθεῖν ὕστερον. Αἴας δὲ ὁ Λοκρὸς Κασάνδραν ὁρῶν περιπεπλεγμένην τῷ ξοάνῳ τῆς Ἀθηνᾶς βιάζεται· διὰ τοῦτο τὸ ξόανον εἰς οὐρανὸν βλέπειν.2

墨涅拉俄斯斩杀得伊福玻斯后,将海伦带往战船;忒修斯之子德摩丰与阿卡马斯带走了忒修斯之母埃特拉;因为据说他们两人也是后来才来到特洛伊的。洛克里斯人埃阿斯见卡珊德拉紧抱雅典娜木雕圣像,便将她强暴;据说正因如此,那尊圣像至今仍仰视苍穹。

§5.23

κτείναντες δὲ τοὺς Τρῶας τὴν πόλιν ἐνέπρησαν καὶ τὰ λάφυρα ἐμερίσαντο. καὶ θύσαντες πᾶσι τοῖς θεοῖς Ἀστυάνακτα ἀπὸ τῶν πύργων ἔρριψαν, Πολυξένην δὲ ἐπὶ τῷ Ἀχιλλέως τάφῳ κατέσφαξαν. λαμβάνει δὲ Ἀγαμέμνων μὲν κατʼ ἐξαίρετον Κασάνδραν, Νεοπτόλεμος δὲ Ἀνδρομάχην, Ὀδυσσεὺς δὲ Ἑκάβην. ὡς δὲ ἔνιοι λέγουσιν, Ἕλενος αὐτὴν λαμβάνει, καὶ διακομισθεὶς εἰς Χερρόνησον σὺν αὐτῇ κύνα γενομένην θάπτει, ἔνθα νῦν λέγεται Κυνὸς σῆμα. Λαοδίκην μὲν γὰρ3 κάλλει τῶν Πριάμου θυγατέρων διαφέρουσαν βλεπόντων πάντων γῆ χάσματι ἀπέκρυψεν. ὡς δὲ ἔμελλον ἀποπλεῖν πορθήσαντες Τροίαν, ὑπὸ Κάλχαντος κατείχοντο, μηνίειν Ἀθηνᾶν αὐτοῖς λέγοντος διὰ τὴν Αἴαντος ἀσέβειαν. καὶ τὸν μὲν Αἴαντα κτείνειν ἔμελλον, φεύγοντα δὲ ἐπὶ βωμὸν εἴασαν.

屠尽特洛伊人之后,他们焚毁了城池,瓜分了战利品。在向众神献祭之后,他们将阿斯提阿纳克斯从城楼上掷下摔死,并在阿喀琉斯的墓前宰杀了波吕克塞娜。阿伽门农领得特选的战利品卡珊德拉,涅俄普托勒摩斯领得安德洛玛刻,奥德修斯领得赫卡柏。然而据某些人所言,赫勒诺斯领去了赫卡柏,并同她一道渡往喀索涅索斯,在其化为犬后将她安葬于今称“犬冢”之地。因为在普里阿摩斯诸女中容貌最出众的劳狄刻,众目睽睽之下大地裂开将她吞没隐蔽。当希腊人攻破特洛伊准备扬帆归航时,却被卡尔卡斯阻留,后者声称雅典娜因埃阿斯的渎神行径正对他们怀抱怒火。他们本欲诛杀埃阿斯,但因他逃往祭坛避难,遂饶过了他。

语法注3 条
  1. 5.17δόξαν δὲ τοῖς πολλοῖς ἵνα αὐτὸν ἐάσωσι θεῖον ἀνάθημα

    δόξαν 是非人称动词 δοκεῖ 的中性单数宾格分词,构成独立宾格(“既经决意……”、“在多数人认为……之后”)。其后的 ἵνα αὐτὸν ἐάσωσι 体现了后古典期/通用希腊语的语法特征,即用 ἵνα 带虚拟语气充当主语性名词从句,取代了古典时期的不定式结构。

  2. 5.22διὰ τοῦτο τὸ ξόανον εἰς οὐρανὸν βλέπειν

    不定式 βλέπειν 出现于本应为限定动词的独立句位置,系承接前文 λέγουσιν(“人们说”)等转述动词而形成的间接引语延续结构(宾格加不定式),用以叙述神话传闻。

  3. 5.23Λαοδίκην μὲν γὰρ

    连词 γάρ 在此起解释性作用,承接前文分派战俘妇女(安德洛玛刻、赫卡柏等)的记述,补充交代普里阿摩斯的另一爱女劳狄刻为何未列入战利品分配名单的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:5.17-5.23