- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:5.9-5.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕里斯死后,希腊人根据俘获的赫勒诺斯所道出的神谕,取来珀罗普斯遗骨、迎回涅俄普托勒摩斯并盗走帕拉狄昂圣像。随后奥德修斯构思建造木马,欢欣鼓舞的特洛伊人将其拖入城内。
τούτου δὲ ἀποθανόντος εἰς ἔριν ἔρχονται Ἕλενος καὶ Δηίφοβος ὑπὲρ τῶν Ἑλένης γάμων· προκριθέντος δὲ τοῦ Δηιφόβου Ἕλενος ἀπολιπὼν Τροίαν ἐν Ἴδῃ διετέλει. εἰπόντος δὲ Κάλχαντος Ἕλενον εἰδέναι τοὺς ῥυομένους τὴν πόλιν χρησμούς, ἐνεδρεύσας αὐτὸν Ὀδυσσεὺς καὶ χειρωσάμενος ἐπὶ τὸ στρατόπεδον ἤγαγε·
他死后,赫勒诺斯与得伊福玻斯为争夺与海伦的婚事发生争执;在得伊福玻斯获选后,赫勒诺斯离开特洛伊,在伊达山驻留。卡尔卡斯指出赫勒诺斯通晓护佑城池的神谕,于是奥德修斯设伏将他擒获,押解至营地。
καὶ ἀναγκαζόμενος ὁ Ἕλενος λέγει πῶς ἂν αἱρεθείη ἡ Ἴλιος, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρʼ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη·1 τούτου γὰρ ἔνδον ὄντος οὐ δύνασθαι τὴν πόλιν ἁλῶναι.
在威逼之下,赫勒诺斯道出了伊利昂如何方可攻陷:其一,将珀罗普斯的遗骨运至军中;其二,由涅俄普托勒摩斯参战助攻;其三,将天降的帕拉狄昂圣像盗出;因为此物若在城内,城池便绝无攻破之可能。
ταῦτα ἀκούσαντες Ἕλληνες τὰ μὲν Πέλοπος ὀστᾶ μετακομίζουσιν, Ὀδυσσέα δὲ καὶ Φοίνικα πρὸς Λυκομήδην πέμπουσιν εἰς Σκῦρον, οἱ δὲ πείθουσι αὐτὸν Νεοπτόλεμον προέσθαι. παραγενόμενος δὲ οὗτος εἰς τὸ στρατόπεδον καὶ λαβὼν παρʼ ἑκόντος Ὀδυσσέως τὴν τοῦ πατρὸς πανοπλίαν πολλοὺς τῶν Τρώων ἀναιρεῖ.
希腊人闻讯后,便将珀罗普斯的遗骨移运而来,并派奥德修斯与福尼克斯前往斯库罗斯岛谒见吕科墨得斯,说服他交出涅俄普托勒摩斯。涅俄普托勒摩斯抵达营地后,从甘愿让出的奥德修斯手中领受了其父的全副铠甲,斩杀了许多特洛伊人。
ἀφικνεῖται δὲ ὕστερον Τρωσὶ σύμμαχος Εὐρύπυλος ὁ Τηλέφου πολλὴν Μυσῶν δύναμιν ἄγων· τοῦτον ἀριστεύσαντα Νεοπτόλεμος ἀπέκτεινεν.
后来忒勒福斯之子欧律皮罗斯率领大批密细亚大军前来作为特洛伊人的盟军;在他立下赫赫战功之后,涅俄普托勒摩斯将他斩杀。
Ὀδυσσεὺς δὲ μετὰ Διομήδους παραγενόμενος νύκτωρ εἰς τὴν πόλιν Διομήδην μὲν αὐτοῦ μένειν εἴα, αὐτὸς δὲ ἑαυτὸν αἰκισάμενος καὶ πενιχρὰν στολὴν ἐνδυσάμενος ἀγνώστως εἰς τὴν πόλιν εἰσέρχεται ὡς ἐπαίτης· γνωρισθεὶς δὲ ὑπὸ Ἑλένης διʼ ἐκείνης τὸ παλλάδιον ἔκλεψε καὶ πολλοὺς κτείνας τῶν φυλασσόντων ἐπὶ τὰς ναῦς μετὰ Διομήδους κομίζει.
奥德修斯与狄俄墨得斯夜间潜往该城,他让狄俄墨得斯留在原地,自己则残损己身,换上破旧衣衫,扮作乞丐悄然潜入城中;虽被海伦识破,却通过她盗走了帕拉狄昂圣像,并在斩杀诸多守卫后,与狄俄墨得斯一同将其运回船队。
ὕστερον δὲ ἐπινοεῖ δουρείου ἵππου κατασκευὴν καὶ ὑποτίθεται Ἐπειῷ, ὃς ἦν ἀρχιτέκτων· οὗτος ἀπὸ τῆς Ἴδης ξύλα τεμὼν ἵππον κατασκευάζει κοῖλον ἔνδοθεν εἰς τὰς πλευρὰς ἀνεῳγμένον. εἰς τοῦτον Ὀδυσσεὺς εἰσελθεῖν πείθει πεντήκοντα τοὺς ἀρίστους, ὡς δὲ ὁ τὴν μικρὰν γράψας Ἰλιάδα φησί, τρισχιλίους, τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας περὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν.2
其后,他构想了木马的建造之法,并建议建筑匠厄珀奥斯实施;厄珀奥斯从伊达山伐取木材,制造出一匹内部中空、侧胁开有暗门的木马。奥德修斯说服最勇武者中的五十人潜入其中——而据《小伊利亚特》作者所言则是三千人——其余人等则在入夜后焚毁营帐,启航至忒涅多斯岛一带泊舟设伏,并于次日夜后乘船返航。
οἱ δὲ πείθονται καὶ τοὺς μὲν ἀρίστους ἐμβιβάζουσιν εἰς τὸν ἵππον, ἡγεμόνα καταστήσαντες αὐτῶν Ὀδυσσέα, γράμματα ἐγχαράξαντες τὰ δηλοῦντα· τῆς εἰς οἶκον ἀνακομιδῆς Ἕλληνες Ἀθηνᾷ χαριστήριον.3 αὐτοὶ δὲ ἐμπρήσαντες τὰς σκηνὰς καὶ καταλιπόντες Σίνωνα, ὃς ἔμελλεν αὐτοῖς πυρσὸν ἀνάπτειν, τῆς νυκτὸς ἀνάγονται καὶ περὶ Τένεδον ναυλοχοῦσιν.
将士们遵从了这一计策,将精锐勇士送入木马,推举奥德修斯为首领,并刻上铭文写道:“为平安归乡,希腊人以此献给雅典娜作为谢礼。”他们自己则焚毁营帐,留下负责为他们点燃烽火的西农,在夜色中扬帆启航,停泊于忒涅多斯岛一带设伏。
ἡμέρας δὲ γενομένης ἔρημον οἱ Τρῶες τὸ τῶν Ἑλλήνων στρατόπεδον θεασάμενοι καὶ νομίσαντες αὐτοὺς πεφευγέναι, περιχαρέντες εἷλκον τὸν ἵππον καὶ παρὰ τοῖς Πριάμου βασιλείοις στήσαντες ἐβουλεύοντο τί χρὴ ποιεῖν.
天亮后,特洛伊人见希腊人营地空无一人,以为他们已经逃离,欢喜雀跃地将木马拖来,安置在普里阿摩斯的王宫旁,商议该如何处置。
- 5.10πῶς ἂν αἱρεθείη ἡ Ἴλιος, πρῶτον μὲν εἰ τὰ Πέλοπος ὀστᾶ κομισθείη παρʼ αὐτούς, ἔπειτα εἰ Νεοπτόλεμος συμμαχοίη, τρίτον εἰ τὸ διιπετὲς παλλάδιον ἐκκλαπείη
间接疑问句 πῶς ἂν αἱρεθείη(潜势希求语气,“如何方能攻陷”)引出三个由 εἰ 带希求语气(κομισθείη、συμμαχοίη、ἐκκλαπείη)并列构成的条件分句,在间接引语中完整保留了潜势条件句的结构。
- 5.14τοὺς δὲ λοιποὺς γενομένης νυκτὸς ἐμπρήσαντας τὰς σκηνάς, ἀναχθέντας περὶ τὴν Τένεδον ναυλοχεῖν καὶ μετὰ τὴν ἐπιοῦσαν νύκτα καταπλεῖν
动词 πείθει 支配两套“宾格+不定式”结构:先是支配 πεντήκοντα τοὺς ἀρίστους ... εἰσελθεῖν,随后并列支配 τοὺς δὲ λοιποὺς ... ναυλοχεῖν καὶ ... καταπλεῖν,其中宾格逻辑主语 τοὺς λοιπούς 带分词修饰成分 ἐμπρήσαντας 和 ἀναχθέντας。
- 5.15τῆς εἰς οἶκον ἀνακομιδῆς Ἕλληνες Ἀθηνᾷ χαριστήριον
铭文的程式化献辞表达。属格 τῆς ... ἀνακομιδῆς 为原因或目的属格(“为平安归乡”),名词 χαριστήριον 作同格说明语或谓语性同格(“作为谢礼”),省略了“献给”等动词。
