← 伪阿波罗多洛斯

概要

§5.1-5.8

阿喀琉斯阵亡与埃阿斯自尽

本段记述了彭忒西勒亚与门农的参战及阵亡、阿喀琉斯之死与葬礼竞技、争夺铠甲导致的埃阿斯发狂自尽,以及最后求取菲洛克忒忒斯并射杀帕里斯的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ὅτι Πενθεσίλεια, Ὀτρηρῆς καὶ Ἄρεος, ἀκουσίως Ἱππολύτην κτείνασα καὶ ὑπὸ Πριάμου καθαρθεῖσα, μάχης γενομένης πολλοὺς κτείνει, ἐν οἷς καὶ Μαχάονα· εἶθʼ ὕστερον θνήσκει ὑπὸ Ἀχιλλέως, ὅστις μετὰ θάνατον ἐρασθεὶς τῆς Ἀμαζόνος κτείνει Θερσίτην λοιδοροῦντα αὐτόν.

彭忒西勒亚是俄特瑞瑞与阿瑞斯之女,因误杀希波吕忒而接受普里阿摩斯的洗雪;战斗爆发时,她斩杀了许多人,其中包括玛卡翁;其后她死于阿喀琉斯之手,阿喀琉斯在她死后爱上了这位亚马逊人,并杀死了嘲弄他的忒耳西忒斯。

§5.2

ἦν δὲ Ἱππολύτη ἡ τοῦ Ἱππολύτου μήτηρ, ἡ καὶ Γλαύκη καὶ Μελανίππη. αὕτη γάρ, ἐπιτελουμένων τῶν γάμων Φαίδρας, ἐπιστᾶσα σὺν ὅπλοις ἅμα ταῖς μεθʼ ἑαυτῆς Ἀμαζόσιν ἔλεγε κτείνειν1 τοὺς συνανακειμένους Θησεῖ. μάχης οὖν γενομένης ἀπέθανεν, εἴτε ὑπὸ τῆς συμμάχου Πενθεσιλείας ἀκούσης, εἴτε ὑπὸ Θησέως, εἴτε ὅτι2 οἱ περὶ Θησέα, τὴν τῶν Ἀμαζόνων ἑωρακότες ἐπιστασίαν, κλείσαντες διὰ τάχους τὰς θύρας καὶ ταύτην ἀπολαβόντες ἐντὸς ἀπέκτειναν.

希波吕忒即希波吕托斯之母,亦称格劳刻或墨拉尼珀。因为在淮德拉举行婚礼之际,她与随从的亚马逊人手持武器现身,扬言要杀死与忒修斯同席宴饮的人。于是爆发了战斗,她或被不慎出手的盟友彭忒西勒亚杀死,或被忒修斯杀死,抑或是忒修斯身旁的人见亚马逊人来袭,迅速关上房门将她截留在内杀死。

§5.3

ὅτι Μέμνονα τὸν Τιθωνοῦ καὶ Ἠοῦς μετὰ πολλῆς Αἰθιόπων δυνάμεως παραγενόμενον ἐν Τροίᾳ καθʼ Ἑλλήνων καὶ πολλοὺς τῶν Ἑλλήνων κτείναντα καὶ Ἀντίλοχον κτείνει ὁ Ἀχιλλεύς. διώξας δὲ καὶ τοὺς Τρῶας πρὸς ταῖς Σκαιαῖς πύλαις τοξεύεται ὑπὸ Ἀλεξάνδρου καὶ Ἀπόλλωνος εἰς τὸ σφυρόν.

提托诺斯与厄俄斯之子门农率领庞大的埃塞俄比亚军队来到特洛伊抗击希腊人,斩杀了包括安提洛科斯在内的许多希腊人,后被阿喀琉斯斩杀。阿喀琉斯一路将特洛伊人追击至斯开亚门,在此处脚踝被亚历山大与阿波罗射中。

§5.4

γενομένης δὲ μάχης περὶ τοῦ νεκροῦ, Αἴας Γλαῦκον ἀναιρεῖ, καὶ τὰ ὅπλα δίδωσιν ἐπὶ τὰς ναῦς κομίζειν, τὸ δὲ σῶμα βαστάσας Αἴας βαλλόμενος βέλεσι μέσον τῶν πολεμίων διήνεγκεν, Ὀδυσσέως πρὸς τοὺς ἐπιφερομένους μαχομένου.

围绕尸体展开争夺战,埃阿斯斩杀了格劳科斯,并将铠甲交出运回船队;埃阿斯抱起阿喀琉斯的遗体,在乱箭齐射中将其穿过敌军阵中背出,而奥德修斯则力战扑上来的敌军。

§5.5

Ἀχιλλέως δὲ ἀποθανόντος συμφορᾶς ἐπληρώθη τὸ στράτευμα. θάπτουσι δὲ αὐτὸν μετὰ Πατρόκλου, τὰ ἑκατέρων ὀστᾶ συμμίξαντες. λέγεται δὲ μετὰ θάνατον Ἀχιλλεὺς ἐν Μακάρων νήσοις Μηδείᾳ συνοικεῖν. τιθέασι δὲ ἐπʼ αὐτῷ ἀγῶνα, ἐν ᾧ νικᾷ Εὔμηλος ἵπποις, Διομήδης σταδίῳ, Αἴας δίσκῳ, Τεῦκρος τόξῳ.

阿喀琉斯战死后,军中充满哀恸。希腊人将两人的骨灰混合,将他与帕特罗克洛斯合葬。据说阿喀琉斯死后与美狄亚在福岛共同生活。希腊人还为他举行了竞技比赛,其中欧墨罗斯获赛马冠军,狄俄墨得斯获短跑冠军,埃阿斯获铁饼冠军,透克洛斯获射箭冠军。

§5.6

ἡ δὲ πανοπλία αὐτοῦ τῷ ἀρίστῳ νικητήριον τίθεται, καὶ καταβαίνουσιν εἰς ἅμιλλαν Αἴας καὶ Ὀδυσσεύς. καὶ κρινάντων τῶν Τρώων, ὡς δέ τινες τῶν συμμάχων, Ὀδυσσεὺς προκρίνεται. Αἴας δὲ ὑπὸ λύπης ταραχθεὶς ἐπιβουλεύεται νύκτωρ τῷ στρατεύματι, καὶ αὐτῷ μανίαν ἐμβαλοῦσα Ἀθηνᾶ εἰς τὰ βοσκήματα ἐκτρέπει ξιφήρη· ὁ δὲ ἐκμανεὶς σὺν τοῖς νέμουσι τὰ βοσκήματα ὡς Ἀχαιοὺς φονεύει.

他的全副铠甲被设为赏赐最勇武之人的战利品,埃阿斯与奥德修斯下场竞逐。经特洛伊人——依某些人的说法则是盟军——评判,奥德修斯获胜入选。埃阿斯因悲愤而神志错乱,企图夜袭军营;雅典娜使他陷入狂乱,将持剑的他引向畜群;他在疯狂中将牲畜连同牧人当作阿开奥斯人一并屠戮。

§5.7

ὕστερον δὲ σωφρονήσας κτείνει καὶ ἑαυτόν. Ἀγαμέμνων δὲ κωλύει τὸ σῶμα αὐτοῦ καῆναι, καὶ μόνος οὗτος τῶν ἐν Ἰλίῳ ἀποθανόντων ἐν σορῷ κεῖται· ὁ δὲ τάφος ἐστὶν ἐν Ῥοιτείῳ.

其后他恢复神智,也自刎身亡。阿伽门农下令禁止焚化他的尸体,因而他是死于伊利昂的勇士中唯一安置于棺椁中下葬的人;他的陵墓位于勒特伊昂。

§5.8

ἤδη δὲ ὄντος τοῦ πολέμου δεκαετοῦς ἀθυμοῦσι τοῖς Ἕλλησι Κάλχας θεσπίζει, οὐκ ἄλλως ἁλῶναι δύνασθαι Τροίαν, ἂν μὴ τὰ Ἡρακλέους ἔχωσι τόξα συμμαχοῦντα.3 τοῦτο ἀκούσας Ὀδυσσεὺς μετὰ Διομήδους εἰς Λῆμνον ἀφικνεῖται πρὸς Φιλοκτήτην, καὶ δόλῳ ἐγκρατὴς γενόμενος τῶν τόξων πείθει πλεῖν αὐτὸν ἐπὶ Τροίαν. ὁ δὲ παραγενόμενος καὶ θεραπευθεὶς ὑπὸ Ποδαλειρίου Ἀλέξανδρον τοξεύει.

战争进入第十年时,希腊人士气低落,卡尔卡斯预言道,若无赫拉克勒斯的弓箭相助,特洛伊绝无攻陷之可能。奥德修斯闻言与狄俄墨得斯同赴利姆诺斯岛寻找菲洛克忒忒斯,施计夺取了弓箭,并劝说他扬帆前往特洛伊。菲洛克忒忒斯到达后被波达利里俄斯治愈,随后射杀了亚历山大。

语法注3 条
  1. 5.2ἔλεγε κτείνειν

    动词 ἔλεγε 接现在时不定式 κτείνειν,表示威胁或声称要做某事的意向(即“扬言要杀”),在间接引语中保留了直接引语的现在时态。

  2. 5.2εἴτε ὑπὸ τῆς συμμάχου Πενθεσιλείας ἀκούσης, εἴτε ὑπὸ Θησέως, εἴτε ὅτι

    在以 εἴτε 连接的三个平行原因中,前两项采用了表示动作主体的“介词 ὑπό + 属格”(ἀκούσης 作附加定语修饰彭忒西勒亚),而第三项则变格转换为 ὅτι 从句。这种句法转换体现了神话摘要汇辑不同异说的文体特征。

  3. 5.8οὐκ ἄλλως ἁλῶναι δύνασθαι Τροίαν, ἂν μὴ τὰ Ἡρακλέους ἔχωσι τόξα συμμαχοῦντα

    由 θεσπίζει 统摄的间接引语条件句。主句采用“宾格加不定式”结构(οὐκ ἄλλως δύνασθαι 搭配不定过去时不定式 ἁλῶναι),从句保留了未来更生动条件的虚拟式(ἄν μὴ ... ἔχωσι)。分词 συμμαχοῦντα 作 τόξα 的谓语性修饰语(拟人化表达,“使赫拉克勒斯之弓协同作战”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:5.1-5.8