- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:4.1-4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了从阿喀琉斯因怒退战、希腊诸将奋战、帕特罗克洛斯出击战死,到阿喀琉斯重返战场斩杀赫克托耳并归还其尸体的一系列战斗过程。
Ἀχιλλεὺς δὲ μηνίων ἐπὶ τὸν πόλεμον οὐκ ἐξῄει διὰ Βρισηίδα τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως.1 διὸ θαρσήσαντες οἱ βάρβαροι ἐκ τῆς πόλεως προῆλθον. καὶ μονομαχεῖ Ἀλέξανδρος πρὸς Μενέλαον, Ἀλέξανδρον δὲ ἡττώμενον ἁρπάζει Ἀφροδίτη. Πάνδαρος δὲ τοξεύσας Μενέλαον τοὺς ὅρκους ἔλυσεν.
阿喀琉斯因祭司克律塞斯之女布里塞伊丝而心怀忿恨,不肯出战。于是异族人振作精神,从城中进军。亚历山大与墨涅拉奥斯进行单打独斗,但在亚历山大落败之际,阿佛洛狄忒将他掳走救去。潘达罗斯随后射伤墨涅拉奥斯,撕毁了誓约。
ὅτι Διομήδης2 ἀριστεύων Ἀφροδίτην Αἰνείᾳ βοηθοῦσαν τιτρώσκει, καὶ Γλαύκῳ συστάς, ὑπομνησθεὶς πατρῴας φιλίας, ἀλλάσσει τὰ ὅπλα. προκαλουμένου δὲ Ἕκτορος τὸν ἄριστον εἰς μονομαχίαν, πολλῶν ἐλθόντων Αἴας κληρωσάμενος ἀριστεύει·3 νυκτὸς δὲ ἐπιγενομένης κήρυκες διαλύουσιν αὐτούς.
狄俄墨得斯立下赫赫战功,刺伤了前来搭救埃涅阿斯的阿佛洛狄忒;当他与格劳科斯交锋时,忆及先祖的友谊,便相互交换了铠甲。当赫克托耳向最勇武之人挑战单挑时,虽有多人出列,埃阿斯抽中签并英勇交战;待夜幕降临,传令官将他们分开。
οἱ δὲ Ἕλληνες πρὸς τοῦ ναυστάθμου4 τεῖχος ποιοῦνται καὶ τάφρον, καὶ γενομένης μάχης ἐν τῷ πεδίῳ οἱ Τρῶες τοὺς Ἕλληνας εἰς τὸ τεῖχος διώκουσιν· οἱ δὲ πέμπουσι πρὸς Ἀχιλλέα πρέσβεις Ὀδυσσέα καὶ Φοίνικα καὶ Αἴαντα, συμμαχεῖν ἀξιοῦντες καὶ Βρισηίδα καὶ ἄλλα δῶρα ὑπισχνούμενοι.
希腊人在舰队停泊处旁修筑了壕沟与城墙,但当平原上爆发战斗时,特洛伊人将希腊人一直追赶到城墙边;于是希腊人派遣奥德修斯、福尼克斯和埃阿斯作为使者去见阿喀琉斯,请求他参战,并许诺归还布里塞伊丝并赠予其他礼物。
νυκτὸς δὲ ἐπιγενομένης κατασκόπους πέμπουσιν Ὀδυσσέα καὶ Διομήδην· οἱ δὲ ἀναιροῦσι Δόλωνα τὸν Εὐμήλου καὶ Ῥῆσον τὸν Θρᾷκα (ὃς πρὸ μιᾶς ἡμέρας παραγενόμενος Τρωσὶ σύμμαχος οὐ συμβαλὼν ἀπωτέρω τῆς Τρωικῆς δυνάμεως χωρὶς Ἕκτορος ἐστρατοπέδευσε) τούς τε περὶ αὐτὸν δώδεκα κοιμωμένους κτείνουσι καὶ τοὺς ἵππους ἐπὶ τὰς ναῦς ἄγουσι.
入夜之后,他们派出奥德修斯与狄俄墨得斯充当斥候。二人诛杀了欧墨罗斯之子多隆以及色雷斯人瑞索斯(他前一天作为特洛伊人的盟友赶来,尚未参战,驻扎在远离特洛伊大军之处,与赫克托耳分开);他们还杀死了在他身边熟睡的十二个人,并将战马牵回船队。
μεθʼ ἡμέραν δὲ ἰσχυρᾶς μάχης γενομένης, τρωθέντων Ἀγαμέμνονος καὶ Διομήδους Ὀδυσσέως Εὐρυπύλου Μαχάονος καὶ τροπῆς τῶν Ἑλλήνων γενομένης, Ἕκτωρ ῥήξας τὸ τεῖχος εἰσέρχεται καὶ ἀναχωρήσαντος Αἴαντος πῦρ ἐμβάλλει ταῖς ναυσίν.
次日爆发了激战,阿伽门农、狄俄墨得斯、奥德修斯、欧律皮罗斯和玛卡翁均负伤,希腊人溃败;赫克托耳冲破城墙突入,并在埃阿斯退却时向战船放火。
ὡς δὲ εἶδεν Ἀχιλλεὺς τὴν Πρωτεσιλάου ναῦν καιομένην, ἐκπέμπει Πάτροκλον καθοπλίσας τοῖς ἰδίοις ὅπλοις μετὰ τῶν Μυρμιδόνων, δοὺς αὐτῷ τοὺς ἵππους. ἰδόντες δὲ αὐτὸν οἱ Τρῶες καὶ νομίσαντες Ἀχιλλέα εἶναι εἰς φυγὴν τρέπονται. καταδιώξας δὲ αὐτοὺς εἰς τὸ τεῖχος πολλοὺς ἀναιρεῖ, ἐν οἷς καὶ Σαρπηδόνα τὸν Διός, καὶ ὑφʼ Ἕκτορος ἀναιρεῖται, τρωθεὶς πρότερον ὑπὸ Εὐφόρβου.
阿喀琉斯见普罗忒西拉奥斯的战船着火,便让帕特罗克洛斯披上自己的铠甲,将战马交给他,派他同密耳弥冬人一同出征。特洛伊人见了他,以为是阿喀琉斯,纷纷溃逃。帕特罗克洛斯将他们追击到城墙下,斩杀了许多人,其中还有宙斯之子萨耳珀冬;但他先被欧福耳博斯刺伤,随后被赫克托耳杀死。
μάχης δὲ ἰσχυρᾶς γενομένης περὶ τοῦ νεκροῦ, μόλις Αἴας ἀριστεύσας σώζει τὸ σῶμα. Ἀχιλλεὺς δὲ τὴν ὀργὴν ἀποθέμενος καὶ τὴν Βρισηίδα κομίζεται. καὶ πανοπλίας αὐτῷ κομισθείσης παρὰ Ἡφαίστου, καθοπλισάμενος ἐπὶ τὸν πόλεμον ἐξέρχεται, καὶ συνδιώκει τοὺς Τρῶας ἐπὶ τὸν Σκάμανδρον, κἀκεῖ πολλοὺς μὲν ἄλλους ἀναιρεῖ, κτείνει δὲ καὶ Ἀστεροπαῖον τὸν Πηλεγόνος τοῦ Ἀξιοῦ ποταμοῦ· καὶ αὐτῷ λάβρος ὁ ποταμὸς ἐφορμᾷ. καὶ τούτου μὲν ὁ Ἥφαιστος τὰ ῥεῖθρα ἀναξηραίνει πολλῇ φλογὶ διώξας, ὁ δʼ Ἀχιλλεὺς Ἕκτορα ἐκ μονομαχίας ἀναιρεῖ καὶ ἐξάψας αὐτοῦ τὰ σφυρὰ ἐκ τοῦ ἅρματος σύρων ἐπὶ τὰς ναῦς παραγίνεται. καὶ θάψας Πάτροκλον ἐπʼ αὐτῷ ἀγῶνα τίθησιν, ἐν ᾧ νικᾷ ἵπποις Διομήδης, Ἐπειὸς πυγμῇ, Αἴας καὶ Ὀδυσσεὺς πάλῃ. μετὰ δὲ τὸν ἀγῶνα παραγενόμενος Πρίαμος πρὸς Ἀχιλλέα λυτροῦται τὸ Ἕκτορος σῶμα καὶ θάπτει.
围绕着尸体展开了一场激战,埃阿斯奋勇苦战,勉强夺回了遗体。阿喀琉斯平息了怒气,接回了布里塞伊丝。赫淮斯托斯为他送来全副武装后,他披挂整齐出征作战,一路将特洛伊人追赶到斯卡曼德罗斯河;他在那里斩杀了许多人,还杀死了阿克西俄斯河神之孙、珀勒戈恩之子阿斯忒罗派俄斯;河神狂暴地向他扑来。赫淮斯托斯用熊熊烈火驱赶并烤干了河水,阿喀琉斯则在单打独斗中斩杀了赫克托耳,将他的脚踝拴在战车上,拖拽着返回战船旁。埋葬帕特罗克洛斯之后,阿喀琉斯为他举行了竞技比赛,其中狄俄墨得斯获赛马冠军,厄珀俄斯获拳击冠军,埃阿斯与奥德修斯在摔跤中获胜。比赛之后,普里阿摩斯来到阿喀琉斯处,赎回了赫克托耳的尸体并安葬了他。
- 4.1διὰ Βρισηίδα τῆς θυγατρὸς Χρύσου τοῦ ἱερέως
介词 διά 所支配的宾格名词 Βρισηίδα 后面,同位语短语 τῆς θυγατρὸς Χρύσου 却使用了属格形式。这在语法上构成了格不一致的破格同位结构,同时也反映了将荷马史诗中的克律塞伊斯(克律塞斯之女)与布里塞伊丝相混淆的文本传承问题。
- 4.2ὅτι Διομήδης
句首的 ὅτι 并非由主句动词统辖的从属连词,而是节录本(epitome)中用作引入新条目或事件的标志(摘录标记)。因此在翻译中不作宾语从句处理,而是直接译为独立句的陈述。
- 4.2κληρωσάμενος ἀριστεύει
中动分词 κληρωσάμενος 意为“抽中签”。它在时间上先于动词 ἀριστεύει,表明埃阿斯是在众人自荐(πολλῶν ἐλθόντων)之中通过抽签获得出场资格,随后英勇交战。
- 4.3πρὸς τοῦ ναυστάθμου
介词 πρός 支配属格,在此表示位置与空间关系,意为“在……一边”或“靠近……”舰队停泊处,而非接宾格时通常表示的方向(朝向……)。
