← 伪阿波罗多洛斯

概要

§3.29-3.35

登陆特洛伊与普罗忒西拉奥斯之死

希腊军在特洛伊登陆,首位阵亡者普罗忒西拉奥斯及其妻拉奥达弥亚的悲剧,阿喀琉斯的勇战与掠夺邻近诸城,以及战事第九年特洛伊各方援军的集结被依次记述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.29

ἀλλὰ τοὺς μὲν ἔσωσεν Ἀντήνωρ, οἱ δὲ Ἕλληνες, ἀχθόμενοι ἐπὶ τῇ τῶν βαρβάρων καταφρονήσει, ἀναλαβόντες τὴν πανοπλίαν ἔπλεον ἐπʼ αὐτούς. Ἀχιλλεῖ δὲ ἐπιστέλλει Θέτις πρῶτον μὴ ἀποβῆναι τῶν νεῶν· τὸν γὰρ ἀποβάντα πρῶτον πρῶτον μέλλειν τελευτήσειν.1 πυθόμενοι δὲ οἱ βάρβαροι τὸν στόλον ἐπιπλεῖν, σὺν ὅπλοις ἐπὶ τὴν θάλασσαν ὥρμησαν καὶ βάλλοντες πέτροις ἀποβῆναι ἐκώλυον.

然而安忒诺耳搭救了他们;希腊人因异族人的蔑视而大为愤慨,披挂全副武装向他们驶去。忒提斯却告诫阿喀琉斯不要第一个离船登岸,因为第一个登岸的人注定要第一个丧命。异族人得知舰队正逼近,便手持武器奔向海滩,投掷石块阻挠他们登岸。

§3.30

τῶν δὲ Ἑλλήνων πρῶτος ἀπέβη τῆς νεὼς Πρωτεσίλαος, καὶ κτείνας οὐκ ὀλίγους τῶν βαρβάρων ὑφʼ Ἕκτορος θνήσκει. τούτου ἡ γυνὴ Λαοδάμεια καὶ μετὰ θάνατον ἤρα, καὶ ποιήσασα εἴδωλον Πρωτεσιλάῳ παραπλήσιον τούτῳ προσωμίλει. Ἑρμῆς δὲ ἐλεησάντων θεῶν ἀνήγαγε Πρωτεσίλαον ἐξ Ἅιδου. Λαοδάμεια δὲ ἰδοῦσα καὶ νομίσασα αὐτὸν ἐκ Τροίας παρεῖναι τότε μὲν ἐχάρη, πάλιν δὲ ἐπαναχθέντος εἰς Ἅιδου2 ἑαυτὴν ἐφόνευσεν.

在希腊人中,普罗忒西拉奥斯第一个走下战船,他在杀死了不少异族人之后,被赫克托耳所杀。他的妻子拉奥达弥亚在他死后依然深爱着他,制作了一座酷似普罗忒西拉奥斯的雕像,常常与它相伴交谈。由于诸神动了恻隐之心,赫尔墨斯将普罗忒西拉奥斯从哈得斯领回。拉奥达弥亚见到他,以为他是从特洛伊归来,当时十分欣喜;但当他再次被带回哈得斯时,她便自杀身亡。

§3.31

Πρωτεσιλάου δὲ τελευτήσαντος, ἐκβαίνει μετὰ Μυρμιδόνων Ἀχιλλεὺς καὶ λίθον βαλὼν εἰς τὴν κεφαλὴν Κύκνου κτείνει. ὡς δὲ τοῦτον νεκρὸν εἶδον οἱ βάρβαροι, φεύγουσιν εἰς τὴν πόλιν, οἱ δὲ Ἕλληνες ἐκπηδήσαντες τῶν νεῶν ἐνέπλησαν σωμάτων τὸ πεδίον. καὶ κατακλείσαντες τοὺς Τρῶας ἐπολιόρκουν·

普罗忒西拉奥斯死后,阿喀琉斯率领密耳弥冬人登岸,投掷石块击中库克诺斯的头部将其杀死。异族人见库克诺斯已死,便纷纷逃入城内,希腊人则跃出战船,使原野上尸横遍野。他们将特洛伊人闭锁在城中并加以围困。

§3.32

ἀνέλκουσι δὲ τὰς ναῦς. μὴ θαρρούντων δὲ τῶν βαρβάρων, Ἀχιλλεὺς ἐνεδρεύσας Τρωίλον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ φονεύει, καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν πόλιν Λυκάονα λαμβάνει. παραλαβὼν δὲ Ἀχιλλεύς τινας τῶν ἀριστέων τὴν χώραν ἐπόρθει, καὶ παραγίνεται εἰς Ἴδην ἐπὶ τὰς Αἰνείου βόας.3 φυγόντος δὲ αὐτοῦ, τοὺς βουκόλους κτείνας καὶ Μήστορα τὸν Πριάμου τὰς βόας ἐλαύνει.

随后他们把战船拖上海岸。趁着异族人不敢出战,阿喀琉斯在堤谟布拉的阿波罗圣所设伏杀死了特罗伊罗斯,又在夜间来到城下俘虏了吕卡翁。阿喀琉斯还率领一部分勇士蹂躏该地乡野,并登上伊达山去夺取埃涅阿斯的牛群。在埃涅阿斯逃走后,阿喀琉斯杀死了牧人以及普里阿摩斯之子墨斯托耳,将牛群驱赶而走。

§3.33

αἱρεῖ δὲ καὶ Λέσβον καὶ Φώκαιαν, εἶτα Κολοφῶνα καὶ Σμύρναν καὶ Κλαζομενὰς καὶ Κύμην, μεθʼ ἃς Αἰγιαλὸν καὶ Τῆνον· εἶτα ἑξῆς Ἀδραμύτιον καὶ Σίδην, εἶτα Ἔνδιον καὶ Λιναῖον καὶ Κολώνην. αἱρεῖ δὲ καὶ Θήβας τὰς Ὑποπλακίας καὶ Λυρνησσόν, ἔτι δὲ καὶ Ἄντανδρον καὶ ἄλλας πολλάς.

他又攻占了莱斯博斯和福凯亚,接着攻克了科罗芬、士麦那、克拉佐墨奈和库墨,其后又夺取了埃吉阿洛斯和忒诺斯;随后依次夺取了阿德拉米提翁和西得,接着是恩狄翁、利奈翁和科罗奈。他还攻占了普拉科斯山麓的忒拜和吕耳涅索斯,此外还有安坦德罗斯以及许多其他城镇。

§3.34

ἐνναετοῦς δὲ χρόνου διελθόντος παραγίνονται τοῖς Τρωσὶ σύμμαχοι· ἐκ τῶν περιοίκων πόλεων Αἰνείας Ἀγχίσου καὶ σὺν αὐτῷ Ἀρχέλοχος καὶ Ἀκάμας Ἀντήνορος καὶ Θεανοῦς, Δαρδανίων ἡγούμενοι, Θρᾳκῶν Ἀκάμας Εὐσώρου, Κικόνων Εὔφημος Τροιζήνου, Παιόνων Πυραίχμης, Παφλαγόνων Πυλαιμένης Βιλσάτου, ἐκ Ζελίας Πάνδαρος Λυκάονος, ἐξ Ἀδραστείας Ἄδραστος καὶ Ἄμφιος Μέροπος, ἐκ δʼ Ἀρίσβης Ἄσιος Ὑρτάκου, ἐκ Λαρίσσης Ἱππόθοος Πελασγοῦ, ἐκ Μυσίας Χρόμιος καὶ Ἔννομος Ἀρσινόου, Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος Μηκιστέως, Φρυγῶν Φόρκυς καὶ Ἀσκάνιος Ἀρετάονος, Μαιόνων Μέσθλης καὶ Ἄντιφος Ταλαιμένους, Καρῶν Νάστης καὶ Ἀμφίμαχος Νομίονος, Λυκίων Σαρπηδὼν Διὸς καὶ Γλαῦκος Ἱππολόχου.

九年时光过去之后,特洛伊人的同盟军纷纷赶来:从邻近城邦赶来的有安喀塞斯之子埃涅阿斯,与他同行的还有安忒诺耳与忒阿诺之子阿尔刻罗科斯和阿卡玛斯,他们统领着达耳达尼亚人;色雷斯人由欧索罗斯之子阿卡玛斯率领;喀孔人由特罗伊曾之子欧斐摩斯率领;派奥尼亚人由皮赖克墨斯率领;帕夫拉戈尼亚人由比尔萨忒斯之子皮莱墨涅斯率领;从泽勒亚来的是吕卡翁之子潘达罗斯;从阿德剌斯忒亚来的是墨洛普斯之子阿德剌斯托斯与安菲奥斯;从阿里斯伯来的是许耳塔科斯之子阿西俄斯;从拉里萨来的是珀拉斯戈斯之子希波托俄斯;从密西亚来的是阿尔西诺俄斯之子赫罗米俄斯与恩诺摩斯;阿利宗人由墨基斯透斯之子俄狄俄斯与埃庇斯特罗福斯率领;弗律癸亚人由阿瑞塔翁之子福耳库斯与阿斯卡尼俄斯率领;迈奥尼亚人由塔莱墨涅斯之子墨斯忒勒斯与安提福斯率领;卡里亚人由诺弥翁之子纳斯忒斯与安菲马科斯率领;吕基亚人由宙斯之子萨耳珀冬与希波洛科斯之子格劳科斯率领。

语法注3 条
  1. 3.29τὸν γὰρ ἀποβάντα πρῶτον πρῶτον μέλλειν τελευτήσειν

    承接主动词 ἐπιστέλλει 的间接引语宾格加不定式结构。不定式 μέλλειν 的逻辑主语是宾格分词短语 τὸν ἀποβάντα πρῶτον。副词 πρῶτον 在此重复出现,分别修饰分词(“第一个登岸的人”)和不定式短语(“注定要第一个丧命”)。

  2. 3.30πάλιν δὲ ἐπαναχθέντος εἰς Ἅιδου

    省略了逻辑主语(普罗忒西拉奥斯)的属格独立结构。主句的主语虽为拉奥达弥亚,但根据语境被带回冥府的承受者是普罗忒西拉奥斯。此外,εἰς Ἅιδου 属于省略了 δόμον 或 οἶκον 的传统属格表达方式(意为“前往哈得斯之所”)。

  3. 3.32ἐπὶ τὰς Αἰνείου βόας

    介词 ἐπί 接宾格表示目的或意图(“为了获取/掠夺”)。接在表示空间目的地的 εἰς Ἴδην 之后,指明阿喀琉斯前往伊达山的目的是夺取牛群。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:3.29-3.35