- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:3.19-3.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
希腊人在痊愈的忒勒福斯引导下重聚奥利斯,历经伊菲革涅亚的献祭后来到特涅多斯岛;阿喀琉斯杀死了忒涅斯,菲罗克忒忒斯遭遗弃,而派往特洛伊索还海伦的使团遭到拒绝。
συνελθόντων δὲ αὐτῶν ἐν Ἄργει αὖθις μετὰ τὴν ῥηθεῖσαν ὀκταετίαν, ἐν ἀπορίᾳ τοῦ πλοῦ πολλῇ καθεστήκεσαν, καθηγεμόνα μὴ ἔχοντες, ὃς ἦν δυνατὸς δεῖξαι τὴν εἰς Τροίαν.
在上述的八年过去之后,当他们再次在阿耳戈斯集结时,由于没有能够指明前往特洛伊航线的引航人,他们在航行问题上陷入了极大的困境。
Τήλεφος δὲ ἐκ τῆς Μυσίας, ἀνίατον τὸ τραῦμα ἔχων, εἰπόντος αὐτῷ τοῦ Ἀπόλλωνος τότε τεύξεσθαι θεραπείας, ὅταν ὁ τρώσας ἰατρὸς γένηται, τρύχεσιν ἠμφιεσμένος εἰς Ἄργος ἀφίκετο, καὶ δεηθεὶς Ἀχιλλέως καὶ ὑπεσχημένος τὸν εἰς Τροίαν πλοῦν δεῖξαι θεραπεύεται ἀποξύσαντος Ἀχιλλέως τῆς Πηλιάδος μελίας τὸν ἰόν. θεραπευθεὶς οὖν ἔδειξε τὸν πλοῦν, τὸ τῆς δείξεως ἀσφαλὲς πιστουμένου τοῦ Κάλχαντος1 διὰ τῆς ἑαυτοῦ μαντικῆς.
然而,来自密西亚的忒勒福斯带着久治不愈的创伤,因阿波罗曾对他说过“唯有当造成创伤之人成为医生时,方能获得医治”,便身穿破布来到阿耳戈斯;在恳求阿喀琉斯并承诺指明前往特洛伊的航路后,阿喀琉斯刮下珀利翁山梣木枪上的铁锈,使他得到了医治。痊愈之后,他指明了航路,而卡尔卡斯通过自己的预言术证实了这一指引的可靠性。
ἀναχθέντων δὲ αὐτῶν ἀπʼ Ἄργους καὶ παραγενομένων τὸ δεύτερον εἰς Αὐλίδα, τὸν στόλον ἄπλοια κατεῖχε· Κάλχας δὲ ἔφη οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει σφάγιον Ἀρτέμιδι παραστῇ, διὰ τὸ μηνίειν τὴν θεὸν τῷ Ἀγαμέμνονι, ὅτι τε βαλὼν ἔλαφον εἶπεν· οὐδὲ ἡ Ἄρτεμις,2 καὶ ὅτι Ἀτρεὺς οὐκ ἔθυσεν αὐτῇ τὴν χρυσῆν ἄρνα.
当他们从阿耳戈斯启航并第二次抵达奥利斯时,舰队因无法航行而受阻滞留。卡尔卡斯宣称,除非阿伽门农诸女中容貌最出众者被献给阿耳忒弥斯作为祭牲,否则他们绝不可能启航,因为女神正对阿伽门农发怒:一方面是因为他射中一头鹿后声称“连阿耳忒弥斯也(不及我)”,另一方面是因为阿特柔斯未曾将那只金羊羔献祭给她。
τοῦ δὲ χρησμοῦ τούτου γενομένου, πέμψας Ἀγαμέμνων πρὸς Κλυταιμνήστραν Ὀδυσσέα καὶ Ταλθύβιον Ἰφιγένειαν ᾔτει, λέγων ὑπεσχῆσθαι δώσειν αὐτὴν Ἀχιλλεῖ γυναῖκα μισθὸν τῆς στρατείας. πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῷ βωμῷ παραστήσας ἔμελλε σφάζειν, Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα εἰς Ταύρους ἱέρειαν ἑαυτῆς κατέστησεν, ἔλαφον ἀντʼ αὐτῆς παραστήσασα τῷ βωμῷ· ὡς δὲ ἔνιοι λέγουσιν, ἀθάνατον αὐτὴν ἐποίησεν.
此神谕降下后,阿伽门农派奥德修斯和塔尔提比奥斯前往克吕泰涅斯特拉处索要伊菲革涅亚,声称自己已许诺将她许配给阿喀琉斯为妻,作为参战的报酬。当她送来女儿后,阿伽门农将她置于祭坛旁正准备宰杀,阿耳忒弥斯却将她掳走,并在陶利人那里立她为自己的女祭司,而在祭坛旁放置了一头鹿来代替她;或者如某些人所说,女神使她获得了不死之身。
οἱ δὲ ἀναχθέντες ἐξ Αὐλίδος προσέσχον Τενέδῳ. ταύτης ἐβασίλευε Τένης ὁ Κύκνου καὶ Προκλείας, ὡς δέ τινες Ἀπόλλωνος· οὗτος ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἐνταῦθα κατῴκει.
他们从奥利斯启航,靠泊特涅多斯岛。统治此岛的是库克诺斯与普罗克勒亚之子忒涅斯,或者如某些人所说是阿波罗之子;他被父亲放逐后定居于此。
Κύκνος γὰρ ἔχων ἐκ Προκλείας τῆς Λαομέδοντος παῖδα μὲν Τένην, θυγατέρα δὲ Ἡμιθέαν, ἐπέγημε τὴν Τραγάσου Φιλονόμην· ἥτις Τένου ἐρασθεῖσα καὶ μὴ πείθουσα καταψεύδεται πρὸς Κύκνον αὐτοῦ φθοράν, καὶ τούτου μάρτυρα παρεῖχεν αὐλητὴν Εὔμολπον ὄνομα.
原来,库克诺斯与拉奥墨冬之女普罗克勒亚生有儿子忒涅斯和女儿赫米忒亚,后来又娶了特拉伽索斯之女菲洛诺墨;她爱上了忒涅斯,在诱之不从而未能得逞后,向库克诺斯诬告忒涅斯玷污了她,并提供了一个名叫欧摩尔波斯的吹笛人作为此事的证人。
Κύκνος δὲ πιστεύσας, ἐνθέμενος αὐτὸν μετὰ τῆς ἀδελφῆς εἰς λάρνακα μεθῆκεν εἰς τὸ πέλαγος· προσσχούσης δὲ αὐτῆς Λευκόφρυι νήσῳ ἐκβὰς ὁ Τένης κατῴκησε ταύτην καὶ ἀπʼ αὐτοῦ Τένεδον ἐκάλεσε. Κύκνος δὲ ὕστερον ἐπιγνοὺς τὴν ἀλήθειαν τὸν μὲν αὐλητὴν κατέλευσε, τὴν δὲ γυναῖκα ζῶσαν εἰς γῆν κατέχωσε.
库克诺斯信以为真,将他和妹妹一同装入木箱投入大海;箱子漂流到琉科普律斯岛搁浅,忒涅斯登岸定居于此,并以自己的名字将该岛命名为特涅多斯。库克诺斯后来得知了真相,便用石头将吹笛人砸死,将后妻活埋入土中。
προσπλέοντας οὖν Τενέδῳ τοὺς Ἕλληνας ὁρῶν Τένης ἀπεῖργε βάλλων πέτρους, καὶ ὑπὸ Ἀχιλλέως ξίφει πληγεὶς κατὰ τὸ στῆθος θνήσκει, καίτοι Θέτιδος προειπούσης Ἀχιλλεῖ μὴ κτεῖναι Τένην· τεθνήξεσθαι γὰρ ὑπὸ Ἀπόλλωνος αὐτόν, ἐὰν κτείνῃ Τένην.
忒涅斯见希腊人向特涅多斯驶来,便投掷石块加以阻击;他被阿喀琉斯用剑刺中胸口而死,尽管忒提斯事先曾告诫阿喀琉斯不要杀害忒涅斯——因为如果他杀了忒涅斯,他自己就会死于阿波罗之手。
τελούντων δὲ αὐτῶν Ἀπόλλωνι θυσίαν, ἐκ τοῦ βωμοῦ προσελθὼν ὕδρος δάκνει Φιλοκτήτην· ἀθεραπεύτου δὲ τοῦ ἕλκους καὶ δυσώδους γενομένου τῆς τε ὀδμῆς οὐκ ἀνεχομένου τοῦ στρατοῦ, Ὀδυσσεὺς αὐτὸν εἰς Λῆμνον μεθʼ ὧν εἶχε τόξων Ἡρακλείων3 ἐκτίθησι κελεύσαντος Ἀγαμέμνονος. ὁ δὲ ἐκεῖ τὰ πτηνὰ τοξεύων ἐπὶ τῆς ἐρημίας τροφὴν εἶχεν.
当他们向阿波罗献祭时,一条水蛇从祭坛中钻出咬伤了菲罗克忒忒斯;伤口久不愈合并散发出恶臭,军队无法忍受这股气味,奥德修斯遵照阿伽门农的命令,将他连同他所拥有的赫拉克勒斯的弓箭一同遗弃在利姆诺斯岛上。他在那里的荒野中靠射鸟获取食物维持生计。
ἀναχθέντες δὲ ἀπὸ τῆς Τενέδου προσέπλεον Τροίᾳ, καὶ πέμπουσιν Ὀδυσσέα καὶ Μενέλαον τὴν Ἑλένην καὶ τὰ χρήματα ἀπαιτοῦντας. συναθροισθείσης δὲ παρὰ τοῖς Τρωσὶν ἐκκλησίας, οὐ μόνον τὴν Ἑλένην οὐκ ἀπεδίδουν ἀλλὰ καὶ τούτους κτείνειν ἤθελον.
他们从特涅多斯启航驶向特洛伊,并派遣奥德修斯和墨涅拉俄斯作为使者索还海伦和财物。特洛伊人召集公民大会,不仅不肯归还海伦,甚至想要杀死使者。
- 3.20πιστουμένου τοῦ Κάλχαντος
属格独立结构(genitive absolute)。中间态分词 πιστουμένου 具有及物意义(“确证、证实”),以紧接其前的中性实体化短语 τὸ τῆς δείξεως ἀσφαλές(“指引的可靠性/确实性”)作为其逻辑宾语。
- 3.21οὐδὲ ἡ Ἄρτεμις
极度省略的夸耀之辞。承接前文的“射中一头鹿”(βαλὼν ἔλαφον),在 οὐδέ(“甚至连阿耳忒弥斯也……”)之后省略了谓语概念(如“未能射得如此之准”,即 ἔβαλεν ἄν 等)。
- 3.27μεθʼ ὧν εἶχε τόξων Ἡρακλείων
先行词并入(incorporation)关系从句且发生格的引力(attraction)。在结构上等同于 μετὰ τῶν τόξων Ἡρακλείων ἃ εἶχε(“连同他所拥有的赫拉克勒斯的弓箭”),名词短语 τόξων Ἡρακλείων 被吸收到关系从句内部,并受介词 μετά 的支配变为属格。
