← 伪阿波罗多洛斯

概要

§3.11-3.18

希腊船名录、卡尔卡斯的预言与远征密西亚

文中列出了在奥利斯集结的希腊舰队与指挥官名录,并记载了卡尔卡斯根据蛇吞麻雀的异象预言特洛伊将在第十年陷落。出航后的舰队误入密西亚并在此交战,随后遭遇风暴各自散归本邦,致使整场战事前后历时二十年。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.11

συνηθροίζετο δὲ ὁ στρατὸς ἐν Αὐλίδι. οἱ δὲ στρατεύσαντες ἐπὶ Τροίαν ἦσαν οἵδε. Βοιωτῶν μὲν ἡγεμόνες δέκα· ἦγον ναῦς μ. Ὀρχομενίων δ· ἦγον ναῦς λ. Φωκέων ἡγεμόνες δ· ἦγον ναῦς μ. Λοκρῶν Αἴας Ὀιλέως· ἦγε ναῦς μ. Εὐβοέων Ἐλεφήνωρ Χαλκώδοντος καὶ Ἀλκυόνης· ἦγε ναῦς μ. Ἀθηναίων Μενεσθεύς· ἦγε ναῦς ν.

军队在奥利斯集结。远征特洛伊者如下:波奥提亚人有十位统领,率领四十艘船;奥尔科墨诺斯人有四位,率领三十艘船;珀基斯人有四位统领,率领四十艘船;洛克里斯人由奥伊琉斯之子埃阿斯率领四十艘船;优卑亚人由卡尔科冬与阿尔库俄涅之子厄勒斐诺耳率领四十艘船;雅典人由墨涅斯透斯率领五十艘船。

§3.12

Σαλαμινίων Αἴας ὁ Τελαμώνιος· ἦγε ναῦς ιβ. Ἀργείων Διομήδης Τυδέως καὶ οἱ σὺν αὐτῷ· ἦγον ναῦς π. Μυκηναίων Ἀγαμέμνων Ἀτρέως καὶ Ἀερόπης ναῦς ρ. Λακεδαιμονίων Μενέλαος Ἀτρέως καὶ Ἀερόπης ξ. Πυλίων Νέστωρ Νηλέως καὶ Χλωρίδος ναῦς μ. Ἀρκάδων Ἀγαπήνωρ ναῦς ζ. Ἠλείων Ἀμφίμαχος καὶ οἱ σὺν αὐτῷ ναῦς μ. Δουλιχίων Μέγης Φυλέως ναῦς μ. Κεφαλλήνων Ὀδυσσεὺς Λαέρτου καὶ Ἀντικλείας ναῦς ιβ. Αἰτωλῶν Θόας Ἀνδραίμονος καὶ Γόργης· ἦγε ναῦς μ.

萨拉米斯人由忒拉蒙之子埃阿斯率领十二艘船;阿耳戈斯人由堤丢斯之子狄俄墨得斯及其麾下率领八十艘船;迈锡尼人由阿特柔斯与埃罗佩之子阿伽门农率领一百艘船;拉刻代蒙人由阿特柔斯与埃罗佩之子墨涅拉俄斯率领六十艘船;皮洛斯人由涅琉斯与克罗里斯之子涅斯托耳率领四十艘船;阿卡狄亚人由阿伽珀诺耳率领七艘船;厄利斯人由安菲马科斯及其麾下率领四十艘船;杜利基翁人由菲琉斯之子墨革斯率领四十艘船;凯法利尼亚人由拉埃尔忒斯与安提克勒亚之子奥德修斯率领十二艘船;埃托利亚人由安德赖蒙与戈耳革之子托阿斯率领四十艘船。

§3.13

Κρητῶν Ἰδομενεὺς Δευκαλίωνος μ. Ῥοδίων Τληπόλεμος Ἡρακλέους καὶ Ἀστυόχης ναῦς θ. Συμαίων Νιρεὺς Χαρόπου ναῦς γ. Κώων Φείδιππος καὶ Ἄντιφος οἱ Θεσσαλοῦ λ.

克里特人由丢卡利翁之子伊多墨纽斯率领四十艘船;罗得人由赫拉克勒斯与阿斯堤俄刻之子特勒波勒摩斯率领九艘船;绪墨人由卡罗普斯之子尼柔斯率领三艘船;科斯人由色萨罗斯之子斐狄波斯与安提珀斯率领三十艘船。

§3.14

Μυρμιδόνων Ἀχιλλεὺς Πηλέως καὶ Θέτιδος ν. ἐκ Φυλάκης Πρωτεσίλαος Ἰφίκλου μ. Φεραίων Εὔμηλος Ἀδμήτου ια. Ὀλιζώνων Φιλοκτήτης Ποίαντος ζ. Αἰνιάνων Γουνεὺς Ὠκύτου κβ. Τρικκαίων Ποδαλείριος λ. Ὀρμενίων Εὐρύπυλος ναῦς μ. Γυρτωνίων Πολυποίτης Πειρίθου λ. Μαγνήτων Πρόθοος Τενθρήδονος μ. νῆες μὲν οὖν αἱ πᾶσαι,αιγ, ἡγεμόνες δὲ μγ, ἡγεμόνειαι δὲ λ·

密尔弥冬人由珀琉斯与忒提斯之子阿喀琉斯率领五十艘船;来自费拉刻的有伊菲克洛斯之子普罗忒西拉奥斯,四十艘船;斐赖人由阿德墨托斯之子欧墨洛斯率领十一艘船;俄利宗人由波阿斯之子菲罗克忒忒斯率领七艘船;艾尼亚涅斯人由俄枯托斯之子古纽斯率领二十二艘船;特里克人由波达利里俄斯率领三十艘船;俄耳墨尼翁人由欧律皮洛斯率领四十艘船;居耳通人由珀里托俄斯之子波吕珀忒斯率领三十艘船;墨格涅斯人由滕特瑞冬之子普罗托俄斯率领四十艘船。因此,船只总计一千零十三艘,统领四十三人,指挥的部队有三十支。

§3.15

ὅτι ὄντος ἐν Αὐλίδι τοῦ στρατεύματος, θυσίας γενομένης Ἀπόλλωνι, ὁρμήσας δράκων ἐκ τοῦ βωμοῦ παρὰ τὴν πλησίον πλάτανον, οὔσης ἐν αὐτῇ νεοττιᾶς, τοὺς ἐν αὐτῇ καταναλώσας στρουθοὺς ὀκτὼ σὺν τῇ μητρὶ ἐνάτῃ1 λίθος ἐγένετο. Κάλχας δὲ εἰπὼν κατὰ Διὸς βούλησιν γεγονέναι αὐτοῖς τὸ σημεῖον τοῦτο, τεκμηράμενος ἐκ τῶν γεγονότων ἔφη δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι.2

当军队驻扎在奥利斯时,向阿波罗献祭之际,一条蛇从祭坛冲出,爬上附近的一棵悬铃木;树上有一个巢,蛇将巢中的八只麻雀连同作为第九只的母雀一并吞食后化作了石头。卡尔卡斯宣称这一征兆是遵照宙斯的意愿降临给他们的,并根据发生的事情推断,声称特洛伊必定在十年的时间里陷落。

§3.16

καὶ πλεῖν παρεσκευάζοντο ἐπὶ Τροίαν. Ἀγαμέμνων οὖν αὐτὸς ἡγεμὼν τοῦ σύμπαντος στρατοῦ ἦν, ἐναυάρχει δʼ Ἀχιλλεὺς πεντεκαιδεκαέτης τυγχάνων.

于是他们准备向特洛伊扬帆进发。阿伽门农本人是全军的总统领,年方十五岁的水军统帅则是阿喀琉斯。

§3.17

ἀγνοοῦντες δὲ τὸν ἐπὶ Τροίαν πλοῦν Μυσίᾳ προσίσχουσι καὶ ταύτην ἐπόρθουν, Τροίαν νομίζοντες εἶναι. βασιλεύων δὲ Τήλεφος Μυσῶν, Ἡρακλέους παῖς, ἰδὼν τὴν χώραν λεηλατουμένην, τοὺς Μυσοὺς καθοπλίσας ἐπὶ τὰς ναῦς συνεδίωκε τοὺς Ἕλληνας καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς καὶ Θέρσανδρον τὸν Πολυνείκους ὑποστάντα. ὁρμήσαντος δὲ Ἀχιλλέως ἐπʼ αὐτὸν οὐ μείνας ἐδιώκετο· καὶ διωκόμενος ἐμπλακεὶς εἰς ἀμπέλου κλῆμα τὸν μηρὸν τιτρώσκεται δόρατι.

他们由于不辨通往特洛伊的航路,误入密西亚并在此掳掠,以为这里就是特洛伊。密西亚人的国王、赫拉克勒斯之子忒勒福斯见国土遭劫掠,便给密西亚人配备武器,将希腊人一并向船只驱逐,并杀死了许多人,其中也有奋起抵抗的波吕涅刻斯之子梯耳珊德罗斯。然而当阿喀琉斯朝他冲去时,他未能坚守而被追赶;在被追赶途中,他被葡萄藤蔓绊住,大腿被长矛刺伤。

§3.18

τῆς δὲ Μυσίας ἐξελθόντες Ἕλληνες ἀνάγονται, καὶ χειμῶνος ἐπιγενομένου σφοδροῦ διαζευχθέντες ἀλλήλων εἰς τὰς πατρίδας καταντῶσιν. ὑποστρεψάντων οὖν τῶν Ἑλλήνων τότε λέγεται τὸν πόλεμον εἰκοσαετῆ γενέσθαι·3 μετὰ γὰρ τὴν Ἑλένης ἁρπαγὴν ἔτει δευτέρῳ τοὺς Ἕλληνας παρασκευασαμένους στρατεύεσθαι, ἀναχωρήσαντας δὲ ἀπὸ Μυσίας εἰς Ἑλλάδα μετὰ ἔτη ὀκτὼ πάλιν εἰς Ἄργος μεταστραφέντας ἐλθεῖν εἰς Αὐλίδα.

希腊人离开密西亚出航,适逢剧烈的暴风雨,彼此被冲散,各自返回本邦。据说正是由于希腊人当时撤回,战争才演变为了二十年;因为在海伦被劫后的第二年希腊人做好准备出征,而自密西亚撤回希腊后,又过了八年,他们再次转回阿耳戈斯并来到奥利斯。

语法注3 条
  1. 3.15σὺν τῇ μητρὶ ἐνάτῃ

    序数词 ἐνάτῃ(阴性单数与格)与 μητρί 一致,作表语性用法,表示将母雀计入后的总数(“连同母雀作为第九只”)。

  2. 3.15δεκαετεῖ χρόνῳ δεῖν Τροίαν ἁλῶναι

    短语 δεκαετεῖ χρόνῳ 是表示时间范围的与格(“在十年的时间里”)。在由 ἔφη 引导的间接引语(对格不定式结构)中,δεῖν 作主要不定式,并支配 Τροίαν ἁλῶναι 作为其补充从属成分。

  3. 3.18ὑποστρεψάντων οὖν τῶν Ἑλλήνων τότε λέγεται τὸν πόλεμον εἰκοσαετῆ γενέσθαι

    短语 ὑποστρεψάντων ... τῶν Ἑλλήνων 是表示原因的属格独立结构。非人称动词 λέγεται 支配后接的对格不定式从句 τὸν πόλεμον εἰκοσαετῆ γενέσθαι(εἰκοσαετῆ 为表语对格)。后文的 μετὰ γὰρ ... 详细说明了这二十年周期的计算构成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:3.11-3.18