- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:3.1-3.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节叙述了帕里斯诱拐海伦及其起因(争美金苹果与帕里斯的裁决),随之记述了希腊联军的集结、奥德修斯装疯及陷害帕拉墨得斯、喀倪剌斯的欺瞒行径以及阿纽斯之女们的异能。
αὖθις δὲ Ἑλένην Ἀλέξανδρος ἁρπάζει, ὥς τινες λέγουσι κατὰ βούλησιν Διός, ἵνα Εὐρώπης καὶ Ἀσίας εἰς πόλεμον ἐλθούσης ἡ θυγάτηρ αὐτοῦ ἔνδοξος γένηται, ἢ καθάπερ εἶπον ἄλλοι ὅπως τὸ τῶν ἡμιθέων γένος ἀρθῇ.1
后来,亚历山大掳走了海伦;正如有人所说,这是遵照宙斯的意愿,以便欧洲与亚洲陷入战乱时,他的女儿得以成名;或者如另一些人所说,是为了让半神族类得以升华。
διὰ δὴ τούτων μίαν αἰτίαν μῆλον περὶ κάλλους Ἔρις ἐμβάλλει Ἥρᾳ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ, καὶ κελεύει Ζεὺς Ἑρμῆν εἰς Ἴδην πρὸς Ἀλέξανδρον ἄγειν, ἵνα ὑπʼ ἐκείνου διακριθῶσι. αἱ δὲ ἐπαγγέλλονται δῶρα δώσειν Ἀλεξάνδρῳ, Ἥρα μὲν πασῶν προκριθεῖσα βασιλείαν πάντων, Ἀθηνᾶ δὲ πολέμου νίκην, Ἀφροδίτη δὲ γάμον Ἑλένης. ὁ δὲ Ἀφροδίτην προκρίνει καὶ πηξαμένου Φερέκλου ναῦς εἰς Σπάρτην ἐκπλέει.
正因这些原因之一,厄里斯在赫拉、雅典娜与阿佛洛狄忒之间抛下争美的苹果,宙斯命赫尔墨斯将她们引至伊达山见亚历山大,以便由他裁决。她们许诺赠予亚历山大礼物:赫拉许诺,若她获选胜过众人,便赐予统辖一切的王权;雅典娜许诺战争的胜利;阿佛洛狄忒则许诺与海伦成婚。亚历山大选拔了阿佛洛狄忒,并在费瑞克罗斯造好船只后,扬帆驶往斯巴达。
ἐφʼ ἡμέρας δʼ ἐννέα ξενισθεὶς παρὰ Μενελάῳ, τῇ δεκάτῃ πορευθέντος εἰς Κρήτην ἐκείνου κηδεῦσαι τὸν μητροπάτορα Κατρέα, πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ.2 ἡ δὲ ἐνναέτη Ἑρμιόνην καταλιποῦσα, ἐνθεμένη τὰ πλεῖστα τῶν χρημάτων, ἀνάγεται τῆς νυκτὸς σὺν αὐτῷ.
他在墨涅拉俄斯处受到了九天的款待;第十天,当墨涅拉俄斯前往克里特岛安葬外祖父卡特柔斯时,亚历山大说服海伦同他一起离开。她抛下了九岁的赫耳弥俄涅,装载上大部分财产,在夜间与他一同出海。
Ἥρα δὲ αὐτοῖς ἐπιπέμπει χειμῶνα πολύν, ὑφʼ οὗ βιασθέντες προσίσχουσι Σιδῶνι. εὐλαβούμενος δὲ Ἀλέξανδρος μὴ διωχθῇ, πολὺν διέτριψε χρόνον ἐν Φοινίκῃ καὶ Κύπρῳ. ὡς δὲ ἀπήλπισε τὴν δίωξιν, ἧκεν εἰς Τροίαν μετὰ Ἑλένης.
赫拉降下一场暴风雨袭击他们,受风暴逼迫,他们停靠在西顿。亚历山大因唯恐受到追击,在腓尼基和塞浦路斯耽搁了很长时间。当他确信追击不会到来时,便携海伦抵达了特洛伊。
ἔνιοι δέ φασιν Ἑλένην μὲν ὑπὸ Ἑρμοῦ κατὰ βούλησιν Διὸς κομισθῆναι κλαπεῖσαν εἰς Αἴγυπτον καὶ δοθεῖσαν Πρωτεῖ τῷ βασιλεῖ τῶν Αἰγυπτίων φυλάττειν, Ἀλέξανδρον δὲ παραγενέσθαι εἰς Τροίαν πεποιημένον ἐκ νεφῶν εἴδωλον Ἑλένης ἔχοντα.
然而有人说,海伦是遵照宙斯的意愿被赫尔墨斯偷走并带往埃及,交由埃及人的国王普罗透斯保管,而亚历山大到达特洛伊时身边的海伦只是用云朵制成的幻影。
Μενέλαος δὲ αἰσθόμενος τὴν ἁρπαγὴν ἧκεν εἰς Μυκήνας πρὸς Ἀγαμέμνονα, καὶ δεῖται στρατείαν ἐπὶ Τροίαν ἀθροίζειν καὶ στρατολογεῖν τὴν Ἑλλάδα. ὁ δὲ πέμπων κήρυκα πρὸς ἕκαστον τῶν βασιλέων τῶν ὅρκων ὑπεμίμνησκεν ὧν ὤμοσαν, καὶ περὶ τῆς ἰδίας γυναικὸς ἕκαστον ἀσφαλίζεσθαι παρῄνει, ἴσην λέγων γεγενῆσθαι τὴν τῆς Ἑλλάδος καταφρόνησιν καὶ κοινήν. ὄντων δὲ πολλῶν προθύμων στρατεύεσθαι, παραγίνονται καὶ πρὸς Ὀδυσσέα εἰς Ἰθάκην.
墨涅拉俄斯察觉了掳掠之事,前往迈锡尼见阿伽门农,恳求他集结军队远征特洛伊,并在全希腊招募军士。阿伽门农向各位国王派遣使者,提醒他们曾立下的誓言,并告诫各自防范守护自己的妻子,说希腊所受的轻侮对于大家是同等的,也是共同的。在许多人踊跃参军之际,他们也来到了伊萨卡的奥德修斯那里。
ὁ δὲ οὐ βουλόμενος στρατεύεσθαι προσποιεῖται μανίαν. Παλαμήδης δὲ ὁ Ναυπλίου ἤλεγξε τὴν μανίαν ψευδῆ, καὶ προσποιησαμένῳ μεμηνέναι παρηκολούθει· ἁρπάσας δὲ Τηλέμαχον ἐκ τοῦ κόλπου τῆς Πηνελόπης ὡς κτενῶν ἐξιφούλκει.3 Ὀδυσσεὺς δὲ περὶ τοῦ παιδὸς εὐλαβηθεὶς ὡμολόγησε τὴν προσποίητον μανίαν καὶ στρατεύεται.
然而奥德修斯不愿参军,假装发疯。瑙普利俄斯之子帕拉墨得斯揭露了他的疯狂纯属伪装,并紧跟着装疯的奥德修斯;他从佩涅洛佩怀中抢过忒勒玛科斯,拔出宝剑作势欲杀。奥德修斯为儿子担忧,便承认了伪装发疯,随军出征。
ὅτι Ὀδυσσεὺς λαβὼν αἰχμάλωτον Φρύγα ἠνάγκασε γράψαι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην· καὶ χώσας ἐν ταῖς σκηναῖς αὐτοῦ χρυσὸν τὴν δέλτον ἔρριψεν ἐν τῷ στρατοπέδῳ. Ἀγαμέμνων δὲ ἀναγνοὺς καὶ εὑρὼν τὸν χρυσόν, τοῖς συμμάχοις αὐτὸν ὡς προδότην παρέδωκε καταλεῦσαι.
奥德修斯俘虏了一名弗律癸亚人,强迫他以普里阿摩斯的名义写了一封致帕拉墨得斯的通敌信;奥德修斯将黄金埋在后者的帐篷里,并将写有信件的书板扔在营地中。阿伽门农读了信并搜出了黄金,遂将帕拉墨得斯作为叛徒交给盟军用石头砸死。
ὅτι Μενέλαος σὺν Ὀδυσσεῖ καὶ Ταλθυβίῳ πρὸς Κινύραν εἰς Κύπρον ἐλθόντες συμμαχεῖν ἔπειθον· ὁ δὲ Ἀγαμέμνονι μὲν οὐ παρόντι θώρακας ἐδωρήσατο, ὀμόσας δὲ πέμψειν πεντήκοντα ναῦς, μίαν πέμψας, ἧς ἦρχεν ὁ Μυγδαλίωνος,4 καὶ τὰς λοιπὰς ἐκ γῆς πλάσας μεθῆκεν εἰς τὸ πέλαγος.
墨涅拉俄斯与奥德修斯及塔尔堤比俄斯前往塞浦路斯见喀倪剌斯,劝说他结盟;喀倪剌斯赠送胸甲给未在场的阿伽门农,并起誓将派遣五十艘船,却只派了一艘(由墨达利翁之子统领),其余的船则用泥土塑成后投入大海。
ὅτι θυγατέρες Ἀνίου τοῦ Ἀπόλλωνος Ἐλαῒς Σπερμὼ Οἰνώ, αἱ Οἰνότροφοι λεγόμεναι· αἷς ἐχαρίσατο Διόνυσος ποιεῖν ἐκ γῆς ἔλαιον σῖτον οἶνον.
阿波罗之子阿纽斯的女儿们是厄拉伊斯、斯佩耳摩、俄诺,被称为“育酒者”;狄俄倪索斯恩赐她们能从土地中化生出橄榄油、谷物和葡萄酒。
- 3.1ὅπως τὸ τῶν ἡμιθέων γένος ἀρθῇ
动词 ἀρθῇ 是 αἴρω(抬高、彰显;或移走、消灭)的被动态不定过去时虚拟式第三人称单数。在此语境下,既可理解为“使半神族类得以扬名升华”(与前文的 ἔνδοξος γένηται 构成语义平行),亦可理解为“消灭半神族类”(呼应神话中宙斯通过战争减少人口的母题)。
- 3.3πείθει τὴν Ἑλένην ἀπαγαγεῖν σὺν ἑαυτῷ
动词 πείθει 接宾格 τὴν Ἑλένην 和主动不定过去时不定词 ἀπαγαγεῖν。主动语态的 ἀπάγω 本义为“带走、领走”(由亚历山大执行),但在此构架下兼含使役与促成义,即“说服海伦同他一起离开”或“说服海伦随他私奔”。
- 3.7ὡς κτενῶν ἐξιφούλκει
小词 ὡς 结合 κτείνω 的阳性单数主格将来时分词 κτενῶν,用以修饰未完成过去时主动词 ἐξιφούλκει(拔剑),表述宣称的意图或表面动机,意为“仿佛要杀死他似地拔出剑来”,准确点明这是试探奥德修斯时的伪装举动。
- 3.9ἧς ἦρχεν ὁ Μυγδαλίωνος
属格关系代词 ἧς 指向前行动词宾语 μίαν(一艘船),并由动词 ἦρχεν(统领)支配。主语 ὁ Μυγδαλίωνος 中省略了冠词与父名属格之间的 υἱός(儿子),意为“墨达利翁之子”。
