← 伪阿波罗多洛斯

概要

§2.9-2.16

阿特柔斯与堤厄斯忒斯的王位争斗

珀罗普斯平定珀罗奔尼撒,其子阿特柔斯与堤厄斯忒斯因金羔羊和太阳逆行争夺迈锡尼王位。经历惨绝人寰的人肉宴与乱伦复仇后,阿伽门农与墨涅拉俄斯最终各自确立了王权与联姻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9

παραγενόμενος δὲ Πέλοψ ἐπʼ ὠκεανὸν καὶ ἁγνισθεὶς ὑπὸ Ἡφαίστου, ἐπανελθὼν εἰς Πῖσαν τῆς Ἤλιδος τὴν Οἰνομάου βασιλείαν λαμβάνει, χειρωσάμενος τὴν πρότερον Ἀπίαν καὶ Πελασγιῶτιν λεγομένην, ἣν ἀφʼ ἑαυτοῦ Πελοπόννησον ἐκάλεσεν.

珀罗普斯前往大洋,经赫淮斯托斯洗雪罪孽后,回到伊利斯的皮萨,取得了俄诺玛俄斯的王国;他征服了此前被称为阿庇亚和佩拉斯吉俄提斯的土地,并以自己的名字将其命名为珀罗奔尼撒。

§2.10

ὅτι υἱοὶ Πέλοπος Πιτθεὺς Ἀτρεὺς Θυέστης καὶ ἕτεροι· γυνὴ δὲ Ἀτρέως Ἀερόπη τοῦ Κατρέως, ἥτις ἤρα Θυέστου. ὁ δὲ Ἀτρεὺς εὐξάμενός ποτε τῶν αὑτοῦ ποιμνίων, ὅπερ ἂν κάλλιστον γένηται, τοῦτο θῦσαι Ἀρτέμιδι, λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς·1

珀罗普斯的儿子有庇透斯、阿特柔斯、堤厄斯忒斯等人;阿特柔斯的妻子是卡特柔斯之女埃罗佩,她倾心于堤厄斯忒斯。阿特柔斯曾许愿要将自己羊群中出生之最美者献祭给阿耳忒弥斯,但据说当一只金羔羊出现时,他忽视了自己的誓言。

§2.11

πνίξας δὲ αὐτὴν εἰς λάρνακα κατέθετο κἀκεῖ ἐφύλασσε ταύτην· ἣν Ἀερόπη δίδωσι τῷ Θυέστῃ μοιχευθεῖσα ὑπʼ αὐτοῦ. χρησμοῦ γὰρ γεγονότος τοῖς Μυκηναίοις ἑλέσθαι βασιλέα Πελοπίδην, μετεπέμψαντο Ἀτρέα καὶ Θυέστην. λόγου δὲ γενομένου περὶ τῆς βασιλείας ἐξεῖπε Θυέστης τῷ πλήθει τὴν βασιλείαν δεῖν ἔχειν τὸν ἔχοντα τὴν ἄρνα τὴν χρυσῆν· συνθεμένου δὲ τοῦ Ἀτρέως δείξας ἐβασίλευσε.

他将羊掐死,放进箱中保管;埃罗佩因与堤厄斯忒斯通奸,便将此物交给了他。原来迈锡尼人得到神谕要从珀罗普斯的后裔中推选一位国王,便派人召来阿特柔斯和堤厄斯忒斯。在商议王位时,堤厄斯忒斯向民众宣称,拥有金羔羊的人应当继承王位;阿特柔斯表示同意后,堤厄斯忒斯出示了羔羊,遂登基为王。

§2.12

Ζεὺς δὲ Ἑρμῆν πέμπει πρὸς Ἀτρέα καὶ λέγει συνθέσθαι πρὸς Θυέστην περὶ τοῦ βασιλεῦσαι Ἀτρέα, εἰ τὴν ἐναντίαν ὁδεύσει ὁ Ἥλιος· Θυέστου δὲ συνθεμένου τὴν δύσιν εἰς ἀνατολὰς ὁ Ἥλιος ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαίμονος τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν.

宙斯派赫尔墨斯去见阿特柔斯,让他与堤厄斯忒斯约定,若太阳逆行,则由阿特柔斯为王。堤厄斯忒斯同意后,太阳果然转向在东方落山;由于神明以此证实了堤厄斯忒斯的贪婪,阿特柔斯接掌了王位,并将堤厄斯忒斯放逐。

§2.13

αἰσθόμενος δὲ τῆς μοιχείας ὕστερον κήρυκα πέμψας ἐπὶ διαλλαγὰς αὐτὸν ἐκάλει· καὶ ψευσάμενος εἶναι φίλος, παραγενομένου τοὺς παῖδας, οὓς εἶχεν ἐκ νηίδος νύμφης, Ἀγλαὸν καὶ Καλλιλέοντα καὶ Ὀρχομενόν, ἐπὶ τὸν Διὸς βωμὸν καθεσθέντας ἱκέτας ἔσφαξε, καὶ μελίσας καὶ καθεψήσας παρατίθησι Θυέστῃ χωρὶς τῶν ἄκρων, ἐμφορηθέντι δὲ δείκνυσι τὰ ἄκρα καὶ τῆς χώρας αὐτὸν ἐκβάλλει.

阿特柔斯后来察觉了通奸之事,便派遣使者以和解为名召来堤厄斯忒斯;他伪装成朋友,待堤厄斯忒斯到来时,便将后者与水仙女所生的儿子们——阿格劳斯、卡利利翁和俄耳科墨诺斯——即便他们坐在宙斯祭坛上避难,也一并杀害;阿特柔斯将他们肢解烹煮,除四肢末端外端给堤厄斯忒斯食用,待其饱食后,又出示四肢末端,并将他逐出国土。

§2.14

Θυέστης δὲ κατὰ πάντα τρόπον ζητῶν Ἀτρέα μετελθεῖν ἐχρηστηριάζετο περὶ τούτου καὶ λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῇ θυγατρὶ συνελθών.2 ποιεῖ οὖν οὕτω καὶ γεννᾷ ἐκ τῆς θυγατρὸς Αἴγισθον, ὃς ἀνδρωθεὶς καὶ μαθών, ὅτι Θυέστου παῖς ἐστι, κτείνας Ἀτρέα Θυέστῃ τὴν βασιλείαν ἀποκατέστησεν.

堤厄斯忒斯千方百计寻求向阿特柔斯复仇,为此求问神谕,得到的谕示是:若与自己的女儿结合生子,复仇即可实现。于是他依计而行,与女儿生下了埃癸斯托斯;后者成年并得知自己是堤厄斯忒斯之子后,杀死了阿特柔斯,为堤厄斯忒斯恢复了王位。

§2.15

" τὸν δʼ Ἀγαμέμνονα τροφὸς μετὰ τοῦ Μενελάου ἄγει πρὸς Πολυφείδεα, κρατοῦντα Σικυῶνος, ὃς πάλιν τούτους πέπομφε πρὸς Αἰτωλὸν Οἰνέα. μετʼ οὐ πολὺ Τυνδάρεως τούτους κατάγει πάλιν, οἳ τὸν Θυέστην μὲν αὐτὸν Ἥρας βωμῷ φυγόντα ὁρκώσαντες διώκουσιν οἰκεῖν τὴν Κυθηρίαν.3 οἱ δὲ Τυνδάρεω γαμβροὶ γίνονται θυγατράσιν, ὁ Ἀγαμέμνων μὲν λαβὼν σύνευνον Κλυταιμνήστραν, κτείνας αὐτῆς τὸν σύζυγον Τάνταλον τὸν Θυέστου σὺν τέκνῳ πάνυ νεογνῷ, Μενέλαος Ἑλένην."

“ 乳母带着阿伽门农与墨涅拉俄斯投奔西库翁的统治者波吕斐得斯, 后者又将他们送往埃托利亚的俄纽斯处。 不久,廷达瑞俄斯再次将他们接回, 他们迫使逃往赫拉祭坛的堤厄斯忒斯本人发誓, 并将其驱逐至基西拉岛居住。 他们成为了廷达瑞俄斯的女婿,迎娶了他的女儿们, 阿伽门农娶克吕泰涅斯特拉为妻, 此前他杀死了她的丈夫——堤厄斯忒斯之子坦塔罗斯—— 以及尚在襁褓中的幼子;墨涅拉俄斯则娶了海伦。

§2.16

Ἀγαμέμνων δὲ βασιλεύει Μυκηναίων καὶ γαμεῖ Τυνδάρεω θυγατέρα Κλυταιμνήστραν, τὸν πρότερον αὐτῆς ἄνδρα Τάνταλον Θυέστου σὺν τῷ παιδὶ κτείνας, καὶ γίνεται αὐτῷ παῖς μὲν Ὀρέστης, θυγατέρες δὲ Χρυσόθεμις Ἠλέκτρα Ἰφιγένεια. Μενέλαος δὲ Ἑλένην γαμεῖ καὶ βασιλεύει Σπάρτης, Τυνδάρεω τὴν βασιλείαν δόντος αὐτῷ.

” 阿伽门农成为迈锡尼人的国王,娶了廷达瑞俄斯之女克吕泰涅斯特拉,此前他杀死了她的前夫——堤厄斯忒斯之子坦塔罗斯——及其孩子;他与她生有一子俄瑞斯忒斯,以及女儿克律索忒弥斯、厄勒克特拉和伊菲革涅亚。墨涅拉俄斯娶了海伦,因廷达瑞俄斯将王位让给了他,遂成为斯巴达的国王。

语法注3 条
  1. 2.10λέγουσιν ἀρνὸς φανείσης χρυσῆς ὅτι κατημέλησε τῆς εὐχῆς

    属于 ὅτι 从句的独立属格结构 ἀρνὸς φανείσης χρυσῆς 被前置到了从属连词 ὅτι 之前、紧接主句动词 λέγουσιν 之后(话题化/前置)。其逻辑上的正常语序为 λέγουσιν ὅτι, ἀρνὸς φανείσης χρυσῆς, κατημέλησε τῆς εὐχῆς。

  2. 2.14λαμβάνει χρησμόν, ὡς εἰ παῖδα γεννήσει τῇ θυγατρὶ συνελθών

    在引出神谕内容的连词 ὡς 之后,仅给出了条件从句 εἰ παῖδα γεννήσει(带将来时直陈语气),而其主句结果(即“将得以复仇”)在语境中被省略。

  3. 2.15οἳ τὸν Θυέστην μὲν αὐτὸν Ἥρας βωμῷ φυγόντα ὁρκώσαντες διώκουσιν οἰκεῖν τὴν Κυθηρίαν

    关系代词 οἳ 的先行词是前一行的 τούτους(阿伽门农与墨涅拉俄斯),并在本句中转换为从句的主格主语。动词 διώκουσιν 取“驱逐、放逐”之意,支配不定式 οἰκεῖν,构成“立誓之后将其驱逐至基西拉岛居住”的句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:2.9-2.16