- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:2.1-2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述坦塔罗斯与布罗忒阿斯的受罚、珀罗普斯的复生、俄诺玛俄斯以战车竞速招婿的经过,以及米尔提罗斯暗中协助珀罗普斯获胜后遭其抛入大海的结局。
ὅτι ὁ Τάνταλος ἐν Ἅιδου κολάζεται, πέτρον ἔχων ὕπερθεν ἑαυτοῦ ἐπιφερόμενον, ἐν λίμνῃ τε διατελῶν καὶ περὶ τοὺς ὤμους ἑκατέρωσε δένδρα μετὰ καρπῶν ὁρῶν παρὰ τῇ λίμνῃ πεφυκότα· τὸ μὲν οὖν ὕδωρ ψαύει αὐτοῦ τῶν γενύων, καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται1 μέχρι νεφῶν ὑπʼ ἀνέμων τὰ δένδρα σὺν τοῖς καρποῖς. κολάζεσθαι δὲ αὐτὸν οὕτως λέγουσί τινες, ὅτι τὰ τῶν θεῶν ἐξελάλησεν ἀνθρώποις μυστήρια, καὶ ὅτι τῆς ἀμβροσίας τοῖς ἡλικιώταις μετεδίδου.
坦塔罗斯在冥府受罚,头上悬着一块巨石,长久立于池中,肩旁两侧可见池畔长着结果实的树木。池水虽触及他的下颌,但每当他想饮水时,水便干涸;每当他想取食果实时,树木便连同果实被狂风卷上云霄。有人说他受此刑罚,是因为他向凡人泄露了诸神的奥秘,又因他将神馔分给同伴。
ὅτι Βροτέας κυνηγὸς ὢν τὴν Ἄρτεμιν οὐκ ἐτίμα· ἔλεγε δέ, ὡς οὐδʼ ἂν ὑπὸ πυρός τι πάθοι· ἐμμανὴς οὖν γενόμενος ἔβαλεν εἰς πῦρ ἑαυτόν.
布罗忒阿斯是一名猎人,不敬奉阿耳忒弥斯;他常说即便烈火也不能伤他分毫。因此他陷入疯狂,投火自尽。
ὅτι Πέλοψ σφαγεὶς ἐν τῷ τῶν θεῶν ἐράνῳ καὶ καθεψηθεὶς ὡραιότερος ἐν τῇ ἀναζωώσει γέγονε, καὶ κάλλει διενεγκὼν Ποσειδῶνος ἐρώμενος γίνεται, ὃς αὐτῷ δίδωσιν ἅρμα ὑπόπτερον· τοῦτο καὶ διὰ θαλάσσης τρέχον τοὺς ἄξονας οὐχ ὑγραίνετο.
珀罗普斯在诸神的宴席上被宰杀烹煮,在死而复生后变得更加俊美;因美貌出众,他成了波塞冬的娈童,波塞冬赐予他一辆带翼战车。这辆战车即便在海上飞驰,车轴也不会沾湿。
τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα·2 ὁ μὲν γὰρ πατὴρ οὐκ ἔπειθεν αὑτῷ συνελθεῖν, οἱ δὲ μνηστευόμενοι ἀνῃροῦντο ὑπʼ αὐτοῦ.
皮萨国王俄诺玛俄斯有一女希波达弥亚;不知如某些人所说是因他爱上了女儿,还是因他得了一道神谕预言自己必死于娶她之人,总之无人能娶她为妻;因为做父亲的无法劝服她与自己同寝,而求婚者们则悉数被他杀害。
ἔχων γὰρ ὅπλα τε καὶ ἵππους παρὰ Ἄρεος ἆθλον ἐτίθει τοῖς μνηστῆρσι τὸν γάμον, καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν3 εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν. καὶ τοῦτον τὸν τρόπον πολλοὺς μνηστευομένους ἀπέκτεινεν, ὡς δέ τινες λέγουσι δώδεκα· τὰς δὲ κεφαλὰς τῶν μνηστήρων ἐκτεμὼν τῇ οἰκίᾳ προσεπαττάλευε.
原来他从阿瑞斯那里得到了盔甲和骏马,便将这桩婚事设为求婚者的竞赛奖赏:求婚者必须将希波达弥亚带上自己的战车逃往科林斯地峡,而俄诺玛俄斯则全副武装立刻追赶,一旦追上便将其格杀;未被追上者则可娶希波达弥亚为妻。以此种方式,他杀死了许多求婚者,有人说是十二人;他割下求婚者们的头颅,钉在自己的房屋上。
παραγίνεται τοίνυν καὶ Πέλοψ ἐπὶ τὴν μνηστείαν· οὗ τὸ κάλλος ἰδοῦσα ἡ Ἱπποδάμεια ἔρωτα ἔσχεν αὐτοῦ, καὶ πείθει Μυρτίλον τὸν Ἑρμοῦ παῖδα συλλαβέσθαι αὐτῷ· ἦν δὲ Μυρτίλος ἡνίοχος Οἰνομάου.
珀罗普斯也前来求婚;希波达弥亚见其俊美便爱上了他,并劝说俄诺玛俄斯的御者——赫尔墨斯之子米尔提罗斯协助他。
Μυρτίλος οὖν ἐρῶν αὐτῆς καὶ βουλόμενος αὐτῇ χαρίσασθαι, ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους οὐκ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ταῖς ἡνίαις συμπλακέντα συρόμενον ἀποθανεῖν, κατὰ δέ τινας ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος· ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο4 τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλήν, ἵνα ὑπὸ Πέλοπος ἀπόληται.
米尔提罗斯因爱慕她并意图取悦她,便没有将轮销插进轮毂中,致使俄诺玛俄斯在奔驰中落败,被缰绳缠住拖拽致死;或者照另一些人的说法,是被珀罗普斯所杀。俄诺玛俄斯临死时察觉到这一阴谋,便诅咒米尔提罗斯死于珀罗普斯之手。
λαβὼν οὖν Πέλοψ τὴν Ἱπποδάμειαν καὶ διερχόμενος ἐν τόπῳ τινί, τὸν Μυρτίλον ἔχων μεθʼ ἑαυτοῦ, μικρὸν ἀναχωρεῖ κομίσων ὕδωρ διψώσῃ τῇ γυναικί· Μυρτίλος δὲ ἐν τούτῳ βιάζειν αὐτὴν ἐπεχείρει. μαθὼν δὲ τοῦτο παρʼ αὐτῆς ὁ Πέλοψ ῥίπτει τὸν Μυρτίλον περὶ Γεραιστὸν ἀκρωτήριον εἰς τὸ ἀπʼ ἐκείνου κληθὲν Μυρτῷον πέλαγος· ὁ δὲ ῥιπτούμενος ἀρὰς ἔθετο κατὰ τοῦ Πέλοπος γένους.
珀罗普斯带走希波达弥亚并带着米尔提罗斯途经某地时,为了给口渴的妻子取水而稍作离开;米尔提罗斯趁机企图强暴她。珀罗普斯从妻子处得知此事后,在格赖斯托斯海角附近将米尔提罗斯扔进以其命名的米尔托翁海;米尔提罗斯在被扔下时对珀罗普斯的家族降下了诅咒。
- 2.1καὶ ὅτε θέλοι σπάσασθαι τούτου ξηραίνεται, τῶν δὲ καρπῶν ὁπότε βούλοιτο μεταλήψεσθαι μετεωρίζονται
ὅτε θέλοι 与 ὁπότε βούλοιτο 均为表示反复行为的祈愿语气(iterative optative)。在古典散文中通常与过去时主句连用,但在后期希腊语散文中,如本处所示,也可与现在时主句动词(ξηραίνεται、μετεωρίζονται)连用,表示当前的惯常反复状态。
- 2.4τοῦ δὲ βασιλεύοντος Πίσης Οἰνομάου θυγατέρα ἔχοντος Ἱπποδάμειαν, καὶ εἴτε αὐτῆς ἐρῶντος, ὥς τινες λέγουσιν, εἴτε χρησμὸν ἔχοντος τελευτῆσαι ὑπὸ τοῦ γήμαντος αὐτήν, οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα·
本句以句首的长大属格独立结构(τοῦ δὲ βασιλεύοντος... Οἰνομάου)统领多个并列分词(ἔχοντος, ἐρῶντος, ἔχοντος)作为背景状语,最后归结到主句 οὐδεὶς αὐτὴν ἐλάμβανεν εἰς γυναῖκα。
- 2.5καὶ τὸν μνηστευόμενον ἔδει ἀναλαβόντα τὴν Ἱπποδάμειαν εἰς τὸ οἰκεῖον ἅρμα φεύγειν ἄχρι τοῦ Κορινθίων ἰσθμοῦ, τὸν δὲ Οἰνόμαον εὐθέως διώκειν καθωπλισμένον καὶ καταλαβόντα κτείνειν· τὸν δὲ μὴ καταληφθέντα ἔχειν γυναῖκα τὴν Ἱπποδάμειαν.
非人称动词 ἔδει 统辖三个并列的带不定式的宾格从句以列举竞赛规则:(1) τὸν μνηστευόμενον... φεύγειν,(2) τὸν δὲ Οἰνόμαον... διώκειν... κτείνειν,以及 (3) τὸν δὲ μὴ καταληφθέντα ἔχειν。
- 2.7ὃ ἐν τῷ ἀποθνήσκειν κατηράσατο
此处的 ὃ 用作指示代词(相当于 ὁ 或代指阳性单数主格的 ὅς),指代俄诺玛俄斯,意为“他在临死时诅咒”。
