- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:1.18-1.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
淮德拉因求爱未遂诬告导致希波吕托斯惨死,自己随后自尽。随后记述了伊克西翁受罚、忒修斯与庇里托俄斯共同大战半人马以及降入冥府的始末,并以忒修斯的流亡与遇害告终。
Φαίδρα δὲ γεννήσασα Θησεῖ δύο παιδία Ἀκάμαντα καὶ Δημοφῶντα ἐρᾷ τοῦ ἐκ τῆς Ἀμαζόνος παιδὸς καὶ δεῖται συνελθεῖν αὐτῇ. ὁ δὲ μισῶν πάσας γυναῖκας τὴν συνουσίαν ἔφυγεν. ἡ δὲ Φαίδρα, δείσασα μὴ τῷ πατρὶ διαβάλῃ, κατασχίσασα τὰς τοῦ θαλάμου θύρας καὶ τὰς ἐσθῆτας σπαράξασα κατεψεύσατο Ἱππολύτου βίαν.1
淮德拉为忒修斯生下阿卡玛斯和得摩丰两个孩子后,爱上了那个亚马逊人所生的儿子,请求他与自己同床。但他厌恶所有女人,逃避了与她媾和。淮德拉唯恐他向父亲告发,便砸坏房门,撕破衣裳,诬告希波吕托斯强暴。
Θησεὺς δὲ πιστεύσας ηὔξατο Ποσειδῶνι Ἱππόλυτον διαφθαρῆναι· ὁ δέ, θέοντος αὐτοῦ ἐπὶ τοῦ ἅρματος καὶ παρὰ τῇ θαλάσσῃ ὀχουμένου, ταῦρον ἀνῆκεν ἐκ τοῦ κλύδωνος. πτοηθέντων δὲ τῶν ἵππων κατηρράχθη τὸ ἅρμα. ἐμπλακεὶς δὲ ταῖς ἡνίαις Ἱππόλυτος συρόμενος ἀπέθανε. γενομένου δὲ τοῦ ἔρωτος περιφανοῦς ἑαυτὴν ἀνήρτησε Φαίδρα.
忒修斯听信了她,向波塞冬祈求毁掉希波吕托斯。当希波吕托斯乘着战车在海边奔驰时,波塞冬从汹涌的波浪中升起一头公牛。马匹受惊,战车被撞得粉碎;希波吕托斯被缰绳缠住,拖拽致死。当恋情败露后,淮德拉自缢身亡。
ὅτι ὁ Ἰξίων Ἥρας ἐρασθεὶς ἐπεχείρει βιάζεσθαι, καὶ προσαγγειλάσης τῆς Ἥρας γνῶναι θέλων ὁ Ζεύς, εἰ οὕτως ἔχει τὸ πρᾶγμα, νεφέλην ἐξεικάσας Ἥρᾳ παρέκλινεν αὐτῷ· καὶ καυχώμενον ὡς Ἥρᾳ μιγέντα ἐνέδησε τροχῷ, ὑφʼ οὗ φερόμενος διὰ πνευμάτων ἐν αἰθέρι ταύτην τίνει δίκην. νεφέλη δὲ ἐξ Ἰξίονος ἐγέννησε Κένταυρον.
伊克西翁爱上赫拉,企图强暴她。赫拉报告后,宙斯想查明事情是否当真如此,便造了一朵形似赫拉的云放在他身旁。当他吹嘘自己曾与赫拉交合时,宙斯将他缚在轮子上,他在以太中随风飘荡,以此赎罪。那朵云由伊克西翁生下了半人马。
συνεμάχησε δὲ τῷ Πειρίθῳ Θησεύς, ὅτε κατὰ τῶν Κενταύρων συνεστήσατο πόλεμον. Πειρίθους γὰρ Ἱπποδάμειαν μνηστευόμενος εἱστία Κενταύρους ὡς συγγενεῖς ὄντας αὐτῇ. ἀσυνήθως δὲ ἔχοντες οἴνου2 ἀφειδῶς ἐμφορησάμενοι ἐμέθυον, καὶ εἰσαγομένην τὴν νύμφην ἐπεχείρουν βιάζεσθαι· ὁ δὲ Πειρίθους μετὰ Θησέως καθοπλισάμενος μάχην συνῆψε, καὶ πολλοὺς ὁ Θησεὺς αὐτῶν ἀνεῖλεν.
当庇里托俄斯向半人马挑起战争时,忒修斯与他并肩作战。庇里托俄斯向希波达弥亚求婚时宴请半人马,因为他们是新娘的亲属。但他们不惯饮酒,贪婪豪饮以致大醉,在新娘被领入时竟企图强暴她;庇里托俄斯与忒修斯全副武装投入战斗,忒修斯杀死了他们之中的许多人。
ὅτι Καινεὺς πρότερον ἦν γυνή, συνελθόντος δὲ αὐτῇ Ποσειδῶνος ᾐτήσατο ἀνὴρ γενέσθαι ἄτρωτος· διὸ καὶ ἐν τῇ πρὸς Κενταύρους μάχῃ τραυμάτων καταφρονῶν πολλοὺς τῶν Κενταύρων ἀπώλεσεν, οἱ δὲ λοιποί, περιστάντες αὐτῷ, ἐλάταις τύπτοντες ἔχωσαν εἰς γῆν.
凯纽斯起初是个女子,在波塞冬与她同寝后,她请求成为一名刀枪不入的男子。因此在与半人马的战斗中,他不惧伤痛,杀死了许多半人马,但其余的人围住他,用冷杉木猛击,将他钉入地底。
ὅτι Θησεύς, Πειρίθῳ συνθέμενος Διὸς θυγατέρας γαμῆσαι, ἑαυτῷ μὲν ἐκ Σπάρτης μετʼ ἐκείνου ἥρπασεν Ἑλένην δωδεκαέτη οὖσαν, Πειρίθῳ δὲ μνηστευόμενος τὸν Περσεφόνης γάμον εἰς Ἅιδου κάτεισι. καὶ Διόσκουροι μὲν μετὰ Λακεδαιμονίων καὶ Ἀρκάδων εἷλον Ἀθήνας καὶ ἀπάγουσιν Ἑλένην καὶ μετὰ ταύτης Αἴθραν τὴν Πιτθέως αἰχμάλωτον· Δημοφῶν δὲ καὶ Ἀκάμας ἔφυγον. κατάγουσι δὲ καὶ Μενεσθέα καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων διδόασι τούτῳ.
忒修斯与庇里托俄斯约定各娶一位宙斯之女,忒修斯与他一同从斯巴达为自己掳走了当时年仅十二岁的海伦,又为了给庇里托俄斯求娶珀耳塞福涅而降入冥府。狄俄斯库里兄弟率领拉刻代蒙人和阿卡迪亚人攻占了雅典,带走了海伦以及作为俘虏的庇透斯之女埃斯拉;得摩丰和阿卡玛斯逃跑了。他们还迎回墨涅斯透斯,将雅典人的统治权交给了他。
Θησεὺς δὲ μετὰ Πειρίθου παραγενόμενος εἰς Ἅιδου ἐξαπατᾶται, καὶ ὃς ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῷ τῆς Λήθης εἶπε καθεσθῆναι θρόνῳ,3 ᾧ προσφυέντες σπείραις δρακόντων κατείχοντο. Πειρίθους μὲν οὖν εἰς ἀίδιον δεθεὶς ἔμεινε, Θησέα δὲ Ἡρακλῆς ἀναγαγὼν ἔπεμψεν εἰς Ἀθήνας. ἐκεῖθεν δὲ ὑπὸ Μενεσθέως ἐξελαθεὶς πρὸς Λυκομήδην ἦλθεν, ὃς αὐτὸν βάλλει κατὰ βαράθρων καὶ ἀποκτείνει.
忒修斯与庇里托俄斯来到冥府后受骗,冥王声称先让他们享用款待,叫他们坐在忘却之椅上;他们粘在椅子上,被蛇的盘卷紧紧缚住。庇里托俄斯便永远被囚禁在那里,忒修斯则被赫拉克勒斯救出并送往雅典。但他从那里被墨涅斯透斯逐出,投奔吕科墨得斯;吕科墨得斯将他推下深渊杀死了他。
- 1.18κατεψεύσατο Ἱππολύτου βίαν
动词 καταψεύδομαι(诬告)在此支配指人的属格(Ἱππολύτου,即被指控者)与指内容的宾格(βίαν,即强暴罪名)。
- 1.21ἀσυνήθως δὲ ἔχοντες οἴνου
短语 ἀσυνήθως ἔχοντες(ἔχω 接副词相当于形容词)遵循形容词 ἀσυνήθης 的用法,支配表示分离或不习惯的属格(οἴνου,不惯饮酒)。
- 1.24καὶ ὃς ὡς ξενίων μεταληψομένους πρῶτον ἐν τῷ τῆς Λήθης εἶπε καθεσθῆναι θρόνῳ
καὶ ὃς 为指示代词作主语的习语用法(指冥王)。由 ὡς 引出的将来分词宾格复数 μεταληψομένους 与不定式 καθεσθῆναι 的逻辑主语(忒修斯与庇里托俄斯)一致,表示虚假的托词或借口(“仿佛先要享用款待一样”)。
