- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:1.10-1.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了忒修斯返国继承王位与埃勾斯自杀,代达罗斯父子脱逃及伊卡洛斯坠海,米诺斯追捕代达罗斯在西西里被杀,以及亚马逊之战与淮德拉婚礼上的流血冲突。
λυπούμενος δὲ Θησεὺς ἐπʼ Ἀριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι ῥίψας ἑαυτὸν μετήλλαξε.
忒修斯因思念阿里阿德涅而悲伤,返航时竟忘记给船张上白帆。埃勾斯从卫城望见船挂着黑帆,以为忒修斯已经丧生,便跳崖自尽。
Θησεὺς δὲ παρέλαβε τὴν Ἀθηναίων δυναστείαν, καὶ τοὺς μὲν Πάλλαντος παῖδας πεντήκοντα τὸν ἀριθμὸν ἀπέκτεινεν· ὁμοίως δὲ καὶ ὅσοι ἀντᾶραι ἤθελον παρʼ αὐτοῦ ἀπεκτάνθησαν, καὶ τὴν ἀρχὴν ἅπασαν ἔσχε μόνος.
忒修斯继承了雅典人的统治权,杀死了帕拉斯的儿子们,共计五十人;同样,所有企图反抗他的人都被他诛杀,他独揽了全部政权。
ὅτι Μίνως,1 αἰσθόμενος τοῦ φεύγειν τοὺς μετὰ Θησέως, Δαίδαλον αἴτιον ἐν τῷ λαβυρίνθῳ μετὰ τοῦ παιδὸς Ἰκάρου καθεῖρξεν, ὃς ἐγεγέννητο αὐτῷ ἐκ δούλης Μίνωος Ναυκράτης. ὁ δὲ πτερὰ κατασκευάσας ἑαυτῷ καὶ τῷ παιδὶ ἀναπτάντι2 ἐνετείλατο μήτε εἰς ὕψος πέτεσθαι, μὴ τακείσης τῆς κόλλης ὑπὸ τοῦ ἡλίου αἱ πτέρυγες λυθῶσι, μήτε ἐγγὺς θαλάσσης, ἵνα μὴ τὰ πτερὰ ὑπὸ τῆς νοτίδος λυθῇ.
米诺斯发觉忒修斯等人逃跑,便将肇祸的代达罗斯连同他的儿子伊卡洛斯一同关进迷宫;这儿子是米诺斯的女奴瑙克拉忒为代达罗斯所生的。代达罗斯为自己和儿子制作了翅膀,并在他起飞时嘱咐他既不要飞得太高,以免胶水被太阳熔化导致羽翼散开;也不要靠近海面,以免羽毛被潮气润湿解体。
Ἴκαρος δὲ ἀμελήσας τῶν τοῦ πατρὸς ἐντολῶν ψυχαγωγούμενος ἀεὶ μετέωρος ἐφέρετο· τακείσης δὲ τῆς κόλλης πεσὼν εἰς τὴν ἀπʼ ἐκείνου κληθεῖσαν Ἰκαρίαν θάλασσαν ἀπέθανε. Δαίδαλος δὲ διασώζεται εἰς Κάμικον τῆς Σικελίας.
但伊卡洛斯无视父亲的训诫,在心驰神荡中不断向高空飞去;胶水熔化后,他坠落在因他而得名的伊卡里亚海中溺亡。代达罗斯则逃至西西里的卡米科斯,安然脱险。
Δαίδαλον δὲ ἐδίωκε Μίνως, καὶ καθʼ ἑκάστην χώραν ἐρευνῶν ἐκόμιζε κόχλον, καὶ πολὺν ἐπηγγέλλετο δώσειν μισθὸν τῷ διὰ τοῦ κοχλίου λίνον διείραντι, διὰ τούτου νομίζων εὑρήσειν Δαίδαλον. ἐλθὼν δὲ εἰς Κάμικον τῆς Σικελίας παρὰ Κώκαλον, παρʼ ᾧ Δαίδαλος ἐκρύπτετο, δείκνυσι τὸν κοχλίαν. ὁ δὲ λαβὼν ἐπηγγέλλετο διείρειν καὶ Δαιδάλῳ δίδωσιν· ὁ δὲ ἐξάψας μύρμηκος λίνον3 καὶ τρήσας τὸν κοχλίαν εἴασε διʼ αὐτοῦ διελθεῖν. λαβὼν δὲ Μίνως τὸ λίνον διειρμένον ᾔσθετο ὄντα παρʼ ἐκείνῳ Δαίδαλον, καὶ εὐθέως ἀπῄτει. Κώκαλος δὲ ὑποσχόμενος ἐκδώσειν ἐξένισεν αὐτόν· ὁ δὲ λουσάμενος ὑπὸ τῶν Κωκάλου θυγατέρων ἔκλυτος ἐγένετο· ὡς δὲ ἔνιοί φασι, ζεστῷ καταχυθεὶς μετήλλαξεν.
米诺斯追捕代达罗斯,他在各地搜寻时携带着一枚螺旋海螺,许诺给能将细线穿过海螺的人丰厚的酬赏,以为借此便能找到代达罗斯。他来到西西里卡米科斯的科卡罗斯处——代达罗斯正藏匿在那里——出示了海螺。科卡罗斯收下海螺,许诺能穿上线,并将其交给了代达罗斯;代达罗斯把细线拴在蚂蚁身上,在海螺上钻孔,让蚂蚁从中穿过。米诺斯拿到穿好线的海螺,明白代达罗斯正在科卡罗斯那里,立即索要他。科卡罗斯答应引渡,并设宴款待他;但在沐浴时,米诺斯被科卡罗斯的女儿们害死;或者如某些人所言,他是被浇上沸水烫死的。
συστρατευσάμενος δὲ ἐπὶ Ἀμαζόνας Ἡρακλεῖ ἥρπασεν Ἀντιόπην, ὡς δέ τινες Μελανίππην, Σιμωνίδης δὲ Ἱππολύτην. διὸ ἐστράτευσαν ἐπʼ Ἀθήνας Ἀμαζόνες. καὶ στρατοπεδευσαμένας αὐτὰς περὶ τὸν Ἄρειον πάγον Θησεὺς μετὰ Ἀθηναίων ἐνίκησεν. ἔχων δὲ ἐκ τῆς Ἀμαζόνος παῖδα Ἱππόλυτον, λαμβάνει μετὰ ταῦτα παρὰ Δευκαλίωνος Φαίδραν τὴν Μίνωος θυγατέρα, ἧς ἐπιτελουμένων τῶν γάμων4 Ἀμαζὼν ἡ προγαμηθεῖσα Θησεῖ τοὺς συγκατακειμένους σὺν ταῖς μεθʼ ἑαυτῆς Ἀμαζόσιν ἐπιστᾶσα σὺν ὅπλοις κτείνειν ἔμελλεν. οἱ δὲ κλείσαντες διὰ τάχους τὰς θύρας ἀπέκτειναν αὐτὴν. τινὲς δὲ μαχομένην αὐτὴν ὑπὸ Θησέως λέγουσιν ἀποθανεῖν.
忒修斯曾随赫拉克勒斯远征亚马逊人,掳走了安提俄珀,或者如某些人所说是梅拉尼珀,西摩尼得斯则说是希波吕忒。因此亚马逊人进军雅典。当她们在阿雷奥帕戈斯山周围扎营时,忒修斯率领雅典人击败了她们。他与那亚马逊人生有一子希波吕托斯,此后他又从丢卡利翁那里迎娶了米诺斯之女淮德拉;在举行婚礼之际,先前嫁给忒修斯的那位亚马逊人率领随行的一众亚马逊人全副武装突然出现,企图杀死同席的宾客。然而宾客们迅速关上大门,杀死了她。有些人则说她是在战斗中死于忒修斯之手。
- 1.12ὅτι Μίνως
句首的 ὅτι 是节略本(epitome)特有的摘录标记,并不作从属连词依附于前文,而是作为抄录者引入新叙事主题的程式化标志。
- 1.12ἀναπτάντι
动词 ἀνίπταμαι 的不定过去时主动分词阳性单数与格,与 τῷ παιδὶ 一致,表示儿子“飞起时”或“即将展翅起飞”。
- 1.15ἐξάψας μύρμηκος λίνον
动词 ἐξάπτω 接结合属格(μύρμηκος),宾格 λίνον 为直接宾语,意为“把线系在蚂蚁身上”。
- 1.17ἧς ἐπιτελουμένων τῶν γάμων
属格关系代词 ἧς 指代前文的淮德拉(Φαίδραν),并在绝对属格结构 ἐπιτελουμένων τῶν γάμων 中作 τῶν γάμων 的定语(“在举行她的婚礼之际”)。
