← 伪阿波罗多洛斯

概要

§1.1-1.9

忒修斯的功业与诛杀米诺陶洛斯

忒修斯清除了沿途的怪物和匪徒后到达雅典,被父亲埃勾斯认出,随后前往克里特,在阿里阿德涅的帮助下诛杀了米诺陶洛斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

τρίτην ἔκτεινεν ἐν Κρομμυῶνι σῦν τὴν καλουμένην Φαιὰν ἀπὸ τῆς θρεψάσης γραὸς αὐτήν·1 ταύτην τινὲς Ἐχίδνης καὶ Τυφῶνος λέγουσι.

第三,他在克罗密翁杀死了那头母猪,因抚养它的老妇而被称为淮亚;有人说这头猪是厄喀德那和堤丰的后代。

§1.2

τέταρτον ἔκτεινε Σκείρωνα τὸν Κορίνθιον τοῦ Πέλοπος, ὡς δὲ ἔνιοι Ποσειδῶνος. οὗτος ἐν τῇ Μεγαρικῇ κατέχων τὰς ἀφʼ ἑαυτοῦ κληθείσας πέτρας Σκειρωνίδας, ἠνάγκαζε τοὺς παριόντας νίζειν αὐτοῦ τοὺς πόδας, καὶ νίζοντας εἰς τὸν βυθὸν αὐτοὺς ἔρριπτε βορὰν ὑπερμεγέθει χελώνῃ.

第四,他杀死了科林斯人斯喀戎——珀罗普斯之子,或者如某些人所言,是波塞冬之子。此人在墨伽里斯占据了以他命名的斯喀戎岩石,强迫过路人给他洗脚,并在他们洗脚时将他们投入深渊,作为一只巨龟的美餐。

§1.3

Θησεὺς δὲ ἁρπάσας αὐτὸν τῶν ποδῶν2 ἔρριψεν εἰς τὴν θάλασσαν. πέμπτον ἔκτεινεν ἐν Ἐλευσῖνι Κερκυόνα τὸν Βράγχου καὶ Ἀργιόπης νύμφης. οὗτος ἠνάγκαζε τοὺς παριόντας παλαίειν καὶ παλαίων ἀνῄρει· Θησεὺς δὲ αὐτὸν μετέωρον ἀράμενος ἔρραξεν εἰς γῆν.

但忒修斯抓住他的双脚,将他扔进了大海。第五,他在厄琉息斯杀死了克耳库翁——布兰科斯与水仙阿尔吉俄珀之子。此人强迫过路人摔跤,并在摔跤中将他们杀死;但忒修斯将他高高举起,摔在地上。

§1.4

ἕκτον ἀπέκτεινε Δαμάστην, ὃν ἔνιοι Πολυπήμονα λέγουσιν. οὗτος τὴν οἴκησιν ἔχων παρʼ ὁδὸν ἐστόρεσε δύο κλίνας, μίαν μὲν μικράν, ἑτέραν δὲ μεγάλην, καὶ τοὺς παριόντας ἐπὶ ξένια καλῶν τοὺς μὲν βραχεῖς ἐπὶ τῆς μεγάλης κατακλίνων σφύραις ἔτυπτεν, ἵνʼ ἐξισωθῶσι τῇ κλίνῃ, τοὺς δὲ μεγάλους ἐπὶ τῆς μικρᾶς, καὶ τὰ ὑπερέχοντα τοῦ σώματος ἀπέπριζε. καθάρας οὖν Θησεὺς τὴν ὁδὸν ἧκεν εἰς Ἀθήνας.

第六,他杀死了达玛斯特斯,有些人称他为波吕佩蒙。他在路旁筑屋,铺设了两张床,一张小,另一张大,他邀请过路人接受款待,把矮小的人安置在大床上,用铁锤敲打他们,好让他们与床等长;而把高大的人安置在小床上,锯掉身体伸出的部分。 忒修斯肃清了道路后,来到了雅典。

§1.5

Μήδεια δὲ Αἰγεῖ τότε συνοικοῦσα ἐπεβούλευσεν αὐτῷ, καὶ πείθει τὸν Αἰγέα φυλάττεσθαι ὡς ἐπίβουλον αὐτῷ.3 Αἰγεὺς δὲ τὸν ἴδιον ἀγνοῶν παῖδα, δείσας ἔπεμψεν ἐπὶ τὸν Μαραθώνιον ταῦρον.

当时与埃勾斯同居的美狄亚密谋害他,并劝说埃勾斯防备他,说他是针对埃勾斯的阴谋者。埃勾斯不知这是自己的儿子,心生恐惧,便派他去对付马拉松公牛。

§1.6

ὡς δὲ ἀνεῖλεν αὐτόν, παρὰ Μηδείας λαβὼν αὐθήμερον προσήνεγκεν αὐτῷ φάρμακον. ὁ δὲ μέλλοντος αὐτῷ τοῦ ποτοῦ προσφέρεσθαι4 ἐδωρήσατο τῷ πατρὶ τὸ ξίφος, ὅπερ ἐπιγνοὺς Αἰγεὺς τὴν κύλικα ἐξέρριψε τῶν χειρῶν αὐτοῦ. Θησεὺς δὲ ἀναγνωρισθεὶς τῷ πατρὶ καὶ τὴν ἐπιβουλὴν μαθὼν ἐξέβαλε τὴν Μήδειαν.

当忒修斯杀死公牛后,埃勾斯从美狄亚那里拿到毒药,在当天呈献给他。然而,正当饮料将要递到他面前时,忒修斯把佩剑赠予父亲;埃勾斯认出了佩剑,便从他手中打落了酒杯。忒修斯被父亲认出并得知了阴谋,便驱逐了美狄亚。

§1.7

καὶ εἰς τὸν τρίτον δασμὸν τῷ Μινωταύρῳ συγκαταλέγεται ὡς δέ τινες λέγουσιν, ἑκὼν ἑαυτὸν ἔδωκεν. ἐχούσης δὲ τῆς νεὼς μέλαν ἱστίον Αἰγεὺς τῷ παιδὶ ἐνετείλατο, ἐὰν ὑποστρέφῃ ζῶν, λευκοῖς πετάσαι τὴν ναῦν ἱστίοις.

随后他被列入向米诺陶洛斯进贡的第三批贡品中,或者如有些人所言,是他自愿献出自己。因为那艘船挂着黑帆,埃勾斯嘱咐儿子,如果活着返回,就要给船张上白帆。

§1.8

ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον.

当他来到克里特时,米诺斯的女儿阿里阿德涅爱上了他,许诺协助他,只要他答应带她去雅典并娶她为妻。忒修斯发誓应允后,她请求代达罗斯透露迷宫的出口。

§1.9

ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει.5 καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει. καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη. καὶ γεννᾷ Θόαντα Στάφυλον Οἰνοπίωνα καὶ Πεπάρηθον.

经代达罗斯指点,她给正要进入迷宫的忒修斯一团线;忒修斯将线系在门上,一路拉着线走入。他在迷宫的最深处找到了米诺陶洛斯,用拳头击打杀死了它,随后拉着线再次走了出来。夜里,他与阿里阿德涅及童男童女们一同抵达了纳克索斯岛。在那里,爱上阿里阿德涅的狄俄尼索斯掳走了她,将她带到利姆诺斯岛并与她同房。并且生了托阿斯、斯塔菲洛斯、俄诺庇翁和佩帕瑞托斯。

语法注5 条
  1. 1.1ἀπὸ τῆς θρεψάσης γραὸς αὐτήν

    代词 αὐτήν 作为冠词分词 τῆς θρεψάσης 的直接宾语,置于名词 γραός 之后,意为“因抚养它的老妇”。

  2. 1.3ἁρπάσας αὐτὸν τῶν ποδῶν

    表示接触或抓握部位的属格(接触属格),依赖于分词 ἁρπάσας,意为“抓住他的双脚”。

  3. 1.5ὡς ἐπίβουλον αὐτῷ

    由 ὡς 引导的述语性宾格补语,修饰 φυλάττεσθαι 省略的宾语(忒修斯)。与格 αὐτῷ 指埃勾斯本人:“防备他,(将他视为)针对自己(埃勾斯)的阴谋者”。

  4. 1.6ὁ δὲ μέλλοντος αὐτῷ τοῦ ποτοῦ προσφέρεσθαι

    属格独立结构(μέλλοντος ... τοῦ ποτοῦ προσφέρεσθαι)紧插在主语 ὁ δέ(忒修斯)之后。与格 αὐτῷ 指忒修斯,表时间背景:“正当饮品将要递到他面前时”。

  5. 1.9ἐφελκόμενος εἰσῄει

    中动态分词 ἐφελκόμενος 意为“拖着/放着(线)”,指进入迷宫时一路把线引出,而在出来时(ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει)则是顺着线手拉着收线走出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg002.humanitext-grc2:1.1-1.9