← 伪阿波罗多洛斯

书库

§3.9.1-3.9.2

忒勒福斯的诞生与阿塔兰忒的婚事

本段叙述了阿耳卡斯后裔厄拉托斯与阿勒俄斯等人的世系、忒勒福斯的诞生及其继承密细亚王位的经过,随后记述了阿塔兰忒的出身、英勇功绩以及通过与求婚者赛跑而与墨拉尼翁成婚的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1

Ἀρκάδος δὲ καὶ Λεανείρας τῆς Ἀμύκλου ἢ Μεγανείρας τῆς Κρόκωνος, ὡς δὲ Εὔμηλος λέγει, νύμφης Χρυσοπελείας, ἐγένοντο παῖδες Ἔλατος καὶ Ἀφείδας. οὗτοι τὴν γῆν ἐμερίσαντο, τὸ δὲ πᾶν κράτος εἶχεν Ἔλατος, ὃς ἐκ Λαοδίκης τῆς Κινύρου Στύμφαλον καὶ Περέα τεκνοῖ, Ἀφείδας δὲ Ἀλεὸν καὶ Σθενέβοιαν, ἣν γαμεῖ Προῖτος. Ἀλεοῦ δὲ καὶ Νεαίρας τῆς Περέως θυγάτηρ μὲν Αὔγη, υἱοὶ δὲ Κηφεὺς καὶ Λυκοῦργος. Αὔγη μὲν οὖν ὑφʼ Ἡρακλέους φθαρεῖσα κατέκρυψε τὸ βρέφος ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς, ἧς εἶχε τὴν ἱερωσύνην. ἀκάρπου δὲ τῆς γῆς μενούσης, καὶ μηνυόντων τῶν χρησμῶν εἶναί τι ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς δυσσέβημα, φωραθεῖσα ὑπὸ τοῦ πατρὸς παρεδόθη Ναυπλίῳ ἐπὶ θανάτῳ1 παρʼ οὗ Τεύθρας ὁ Μυσῶν δυνάστης παραλαβὼν αὐτὴν ἔγημε. τὸ δὲ βρέφος ἐκτεθὲν ἐν ὄρει Παρθενίῳ θηλὴν ὑποσχούσης ἐλάφου2 Τήλεφος ἐκλήθη, καὶ τραφεὶς ὑπὸ τῶν Κορύθου βουκόλων καὶ ζητήσας τοὺς γονέας ἧκεν εἰς Δελφούς, καὶ μαθὼν παρὰ τοῦ θεοῦ, παραγενόμενος εἰς Μυσίαν θετὸς παῖς Τεύθραντος γίνεται· καὶ τελευτῶντος αὐτοῦ διάδοχος τῆς δυναστείας γίνεται.

阿耳卡斯与阿密克拉斯的女儿莱阿涅拉,或克洛孔的女儿墨加涅拉,又或如欧墨洛斯所说与宁芙克律索佩勒亚,生有二子厄拉托斯与阿斐达斯。他们瓜分了土地,但全部统治权由厄拉托斯掌握;厄拉托斯与喀倪剌斯的女儿劳狄刻生了斯廷法洛斯和佩柔斯,而阿斐达斯生了阿勒俄斯与斯忒涅波亚,普罗托斯娶了后者。阿勒俄斯与佩柔斯的女儿涅埃拉生有一女奥革,诸子为刻斐斯与吕库耳戈斯。奥革被赫拉克勒斯玷污,将婴儿藏在雅典娜的圣域中,她当时正担任该女神的祭司。然而土地持续不长庄稼,神谕揭示在雅典娜的圣域中存在某种不敬之罪,她遂被父亲察觉,交给了瑙普利俄斯去处死;密细亚的统治者透特拉斯从他手中接管了她并娶她为妻。被遗弃在帕耳忒尼翁山上的婴儿,因有一头牝鹿向他提供乳头哺乳,故得名忒勒福斯;他由科律托斯的牧牛人抚养长大,在寻找父母时来到了德尔斐,从神那里获知后,他前往密细亚,成为透特拉斯的养子;透特拉斯去世时,他继承了统治权。

§3.9.2

Λυκούργου δὲ καὶ Κλεοφύλης ἢ Εὐρυνόμης Ἀγκαῖος καὶ Ἔποχος καὶ Ἀμφιδάμας καὶ Ἴασος. Ἀμφιδάμαντος δὲ Μελανίων καὶ θυγάτηρ Ἀντιμάχη, ἣν Εὐρυσθεὺς ἔγημεν. Ἰάσου δὲ καὶ Κλυμένης τῆς Μινύου Ἀταλάντη ἐγένετο. ταύτης ὁ πατὴρ ἀρρένων παίδων ἐπιθυμῶν ἐξέθηκεν αὐτήν, ἄρκτος δὲ φοιτῶσα πολλάκις θηλὴν ἐδίδου, μέχρις οὗ εὑρόντες κυνηγοὶ παρʼ ἑαυτοῖς ἀνέτρεφον. τελεία δὲ Ἀταλάντη γενομένη παρθένον ἑαυτὴν ἐφύλαττε, καὶ θηρεύουσα ἐν ἐρημίᾳ καθωπλισμένη διετέλει. βιάζεσθαι δὲ αὐτὴν ἐπιχειροῦντες Κένταυροι Ῥοῖκός τε καὶ Ὑλαῖος κατατοξευθέντες ὑπʼ αὐτῆς ἀπέθανον. παρεγένετο δὲ μετὰ τῶν ἀριστέων καὶ ἐπὶ τὸν Καλυδώνιον κάπρον, καὶ ἐν τῷ ἐπὶ Πελίᾳ τεθέντι ἀγῶνι ἐπάλαισε Πηλεῖ καὶ ἐνίκησεν. ἀνευροῦσα δὲ ὕστερον τοὺς γονέας, ὡς ὁ πατὴρ γαμεῖν αὐτὴν ἔπειθεν ἀπιοῦσα εἰς σταδιαῖον τόπον καὶ πήξασα μέσον σκόλοπα τρίπηχυν, ἐντεῦθεν τῶν μνηστευομένων τοὺς δρόμους προϊεῖσα3 ἐτρόχαζε καθωπλισμένη· καὶ καταληφθέντι μὲν αὐτοῦ θάνατος ὠφείλετο, μὴ καταληφθέντι δὲ γάμος. ἤδη δὲ πολλῶν ἀπολομένων Μελανίων αὐτῆς ἐρασθεὶς ἧκεν ἐπὶ τὸν δρόμον, χρύσεα μῆλα κομίζων παρʼ Ἀφροδίτης, καὶ διωκόμενος ταῦτα ἔρριπτεν. ἡ δὲ ἀναιρουμένη τὰ ῥιπτόμενα τὸν δρόμον ἐνικήθη.4 ἔγημεν οὖν αὐτὴν Μελανίων. καί ποτε λέγεται θηρεύοντας αὐτοὺς εἰσελθεῖν εἰς τὸ τέμενος Διός, κἀκεῖ συνουσιάζοντας εἰς λέοντας ἀλλαγῆναι. Ἡσίοδος δὲ καί τινες ἕτεροι τὴν Ἀταλάντην οὐκ Ἰάσου ἀλλὰ Σχοινέως εἶπον, Εὐριπίδης δὲ Μαινάλου, καὶ τὸν γήμαντα αὐτὴν οὐ Μελανίωνα ἀλλὰ Ἱππομένην. ἐγέννησε δὲ ἐκ Μελανίωνος Ἀταλάντη ἢ Ἄρεος Παρθενοπαῖον, ὃς ἐπὶ Θήβας ἐστρατεύσατο.

吕库耳戈斯与克勒奥菲勒或欧律诺墨生有昂开俄斯、厄波科斯、安菲达玛斯与伊阿索斯。安菲达玛斯生有墨拉尼翁与一女安提玛刻,欧律斯透斯娶了后者。伊阿索斯与弥倪阿斯的女儿克吕墨涅生了阿塔兰忒。她的父亲渴望得到男嗣,便将她遗弃,但一只母熊频繁前来喂她乳汁,直到猎人们发现了她并在自己身边抚养。阿塔兰忒成年后保持童贞,全副武装在荒野中狩猎度日。半人马罗伊科斯与许赖俄斯企图侵犯她,被她射杀。她还与众英雄一起参加了猎捕卡吕冬野猪,并在为珀利阿斯举行的竞技会上与珀琉斯摔跤并获胜。后来她寻获了父母,当父亲劝说她出嫁时,她前往一处长一斯塔德的场地,在中央竖起一根三肘长的木桩,从那里放任求婚者先行起跑,自己则全副武装在后奔跑追赶;凡当场被追上的人都要处死,若未被追上则准予成婚。在许多人丧命之后,爱上她的墨拉尼翁前来参赛,带着从阿佛洛狄忒那里得到的金苹果,并在被追赶时将它们掷落。她在捡拾被掷之物时在赛跑中落败。于是墨拉尼翁娶了她。据说有一次他们在打猎时进入了宙斯的圣域,并在那里交媾,因而被变成了狮子。赫西俄德和其他一些人说阿塔兰忒不是伊阿索斯的女儿而是斯霍伊纽斯的女儿,欧里庇得斯则说她是迈纳罗斯的女儿,娶她的不是墨拉尼翁而是希波墨涅斯。阿塔兰忒与墨拉尼翁或阿瑞斯生了帕耳忒诺派俄斯,此人参加了进攻忒拜的远征。

语法注4 条
  1. 3.9.1ἐπὶ θανάτῳ

    介词 ἐπί 搭配与格,表示目的或条件(“致死”、“为了处以死刑”),表明将她交给瑙普利俄斯所预定的处置目的。

  2. 3.9.1θηλὴν ὑποσχούσης ἐλάφου

    由名词 ἔλαφος 与分词 ὑποσχούσης 构成的属格独立结构。动词 ὑπέχω(提供)与宾语 θηλή(乳头、乳房)构成习语,意为“提供乳头哺乳”,作为后文忒勒福斯(Τήλεφος)名字由来的民间词源学(源自 θηλή 与 ἔλαφος)解释。

  3. 3.9.2τῶν μνηστευομένων τοὺς δρόμους προϊεῖσα

    现在分词 προϊεῖσα(源自 προΐημι,“释放、放行先行”)支配直接宾语 τοὺς δρόμους,并附有属格 τῶν μνηστευομένων。结构意为“让求婚者的奔跑先行起跑”,指她给予求婚者一段领先距离(让步起跑),随后自己全副武装在后追赶。

  4. 3.9.2τὸν δρόμον ἐνικήθη

    被动语态动词 ἐνικήθη(源自 νικάω)搭配名词 τὸν δρόμον,后者用作内宾格(同源宾格用法)或关系对格(表示方面),意为“在赛跑中落败”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.9.1-3.9.2