- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.8.1-3.8.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了佩拉斯戈斯的后裔吕卡翁及其五十个不敬神的儿子遭宙斯诛灭、引发丢卡利翁大洪水的传说。随后叙述了卡利斯托的出身、遭宙斯诱奸、化为母熊并升为星座的始末。
ἐπανάγωμεν δὲ νῦν πάλιν ἐπὶ τὸν Πελασγόν, ὃν Ἀκουσίλαος μὲν Διὸς λέγει καὶ Νιόβης, καθάπερ ὑπέθεμεν, Ἡσίοδος δὲ αὐτόχθονα. τούτου καὶ τῆς Ὠκεανοῦ θυγατρὸς Μελιβοίας, ἢ καθάπερ ἄλλοι λέγουσι νύμφης Κυλλήνης, παῖς Λυκάων ἐγένετο, ὃς βασιλεύων Ἀρκάδων ἐκ πολλῶν γυναικῶν πεντήκοντα παῖδας ἐγέννησε· Μελαινέα Θεσπρωτὸν Ἕλικα Νύκτιμον Πευκέτιον, Καύκωνα Μηκιστέα Ὁπλέα Μακαρέα Μάκεδνον, Ὅρον Πόλιχον Ἀκόντην Εὐαίμονα Ἀγκύορα, Ἀρχεβάτην Καρτέρωνα Αἰγαίωνα Πάλλαντα Εὔμονα, Κάνηθον Πρόθοον Λίνον Κορέθοντα Μαίναλον, Τηλεβόαν Φύσιον Φάσσον Φθῖον Λύκιον, Ἁλίφηρον Γενέτορα Βουκολίωνα Σωκλέα Φινέα, Εὐμήτην Ἁρπαλέα Πορθέα Πλάτωνα Αἵμονα, Κύναιθον Λέοντα Ἁρπάλυκον Ἡραιέα Τιτάναν, Μαντινέα Κλείτορα Στύμφαλον Ὀρχομενόν οὗτοι πάντας ἀνθρώπους ὑπερέβαλλον ὑπερηφανίᾳ καὶ ἀσεβείᾳ. Ζεὺς δὲ αὐτῶν βουλόμενος τὴν ἀσέβειαν πειρᾶσαι εἰκασθεὶς ἀνδρὶ χερνήτῃ παραγίνεται. οἱ δὲ αὐτὸν ἐπὶ ξένια καλέσαντες, σφάξαντες ἕνα τῶν ἐπιχωρίων παῖδα, τοῖς ἱεροῖς τὰ τούτου σπλάγχνα συναναμίξαντες παρέθεσαν, συμβουλεύσαντος τοῦ πρεσβυτέρου ἀδελφοῦ Μαινάλου. Ζεὺς δὲ μυσαχθεὶς τὴν μὲν τράπεζαν ἀνέτρεψεν, ἔνθα νῦν Τραπεζοῦς καλεῖται ὁ τόπος, Λυκάονα δὲ καὶ τοὺς τούτου παῖδας ἐκεραύνωσε, χωρὶς τοῦ νεωτάτου Νυκτίμου· φθάσασα1 γὰρ ἡ Γῆ καὶ τῆς δεξιᾶς τοῦ Διὸς ἐφαψαμένη τὴν ὀργὴν κατέπαυσε.
现在让我们再次回到佩拉斯戈斯,阿库西拉俄斯称他是宙斯与尼俄伯之子,正如我们之前设定的那样,而赫西俄德则称他是大地所生之人。他与俄刻阿诺斯的女儿墨利波亚——或如其他人所说,与宁芙库勒涅——生有一子吕卡翁。吕卡翁统治阿耳卡狄亚人,与许多妇人生了五十个儿子:梅赖纽斯、塞斯普罗托斯、赫利克斯、纽克提摩斯、佩克提俄斯、考孔、梅基斯透斯、霍普琉斯、玛卡柔斯、玛刻德诺斯、霍洛斯、波利科斯、阿孔忒斯、欧埃蒙、昂枯沃耳、阿尔凯巴忒斯、卡耳忒戎、埃盖翁、帕拉斯、欧蒙、卡涅托斯、普罗托俄斯、利诺斯、科瑞同、迈纳罗斯、忒勒博阿斯、菲西俄斯、法索斯、普提俄斯、吕基俄斯、哈利斐罗斯、格涅托耳、布科利翁、索克勒斯、菲纽斯、欧墨忒斯、哈耳帕琉斯、波耳透斯、柏拉图、海蒙、屈奈托斯、莱翁、哈耳帕吕科斯、赫赖欧斯、提塔纳斯、曼提纽斯、克勒伊托耳、斯廷法洛斯、奥尔科墨诺斯。这些人在傲慢与不敬神上超过了所有凡人。 宙斯想要试验他们的不敬,便化身为一名雇工来到这里。他们邀请宙斯做客,宰杀了当地的一个孩童,在兄长迈纳罗斯的建议下,把这孩童的内脏与祭品混在一起端了上来。宙斯心生厌恶,掀翻了桌子——该地如今被称为特拉佩祖斯——并用雷霆击死了吕卡翁及其诸子,唯独最年幼的纽克提摩斯除外;因为大地抢先握住了宙斯的右手,平息了他的怒火。
Νυκτίμου δὲ. τὴν βασιλείαν παραλαβόντος2 ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐγένετο. τοῦτον ἔνιοι διὰ τὴν τῶν Λυκάονος παίδων δυσσέβειαν εἶπον γεγενῆσθαι. Εὔμηλος δὲ καί τινες ἕτεροι λέγουσι Λυκάονι καὶ θυγατέρα Καλλιστὼ γενέσθαι· Ἡσίοδος μὲν γὰρ αὐτὴν μίαν εἶναι τῶν νυμφῶν λέγει, Ἄσιος δὲ Νυκτέως, Φερεκύδης δὲ Κητέως. αὕτη σύνθηρος Ἀρτέμιδος οὖσα, τὴν αὐτὴν ἐκείνῃ στολὴν φοροῦσα, ὤμοσεν αὐτῇ μεῖναι παρθένος. Ζεὺς δὲ ἐρασθεὶς ἀκούσῃ3 συνευνάζεται, εἰκασθείς, ὡς μὲν ἔνιοι λέγουσιν, Ἀρτέμιδι, ὡς δὲ ἔνιοι, Ἀπόλλωνι. βουλόμενος δὲ Ἥραν λαθεῖν εἰς ἄρκτον μετεμόρφωσεν αὐτήν. Ἥρα δὲ ἔπεισεν Ἄρτεμιν ὡς ἄγριον θηρίον κατατοξεῦσαι. εἰσὶ δὲ οἱ λέγοντες ὡς Ἄρτεμις αὐτὴν κατετόξευσεν ὅτι τὴν παρθενίαν οὐκ ἐφύλαξεν. ἀπολομένης δὲ Καλλιστοῦς Ζεὺς τὸ βρέφος ἁρπάσας ἐν Ἀρκαδίᾳ δίδωσιν ἀνατρέφειν Μαίᾳ, προσαγορεύσας Ἀρκάδα· τὴν δὲ Καλλιστὼ καταστερίσας ἐκάλεσεν ἄρκτον.
纽克提摩斯继承王位时,发生了丢卡利翁时代的大洪水;有人说发生这场洪水是因为吕卡翁诸子的不敬。 欧墨洛斯和其他一些人说,吕卡翁还有一个女儿卡利斯托;因为赫西俄德说她是宁芙之一,阿西俄斯说她是纽克透斯的女儿,费瑞居得斯则说她是凯透斯的女儿。她是阿耳忒弥斯的狩猎同伴,身着与她相同的服饰,向她发誓保持童贞。然而宙斯爱上了她,违背她的意愿与她同寝,据有些人说是化身为阿耳忒弥斯,又据有些人说是化身为阿波罗。宙斯想要瞒过赫拉,便将她变成了一只母熊。但赫拉劝说阿耳忒弥斯将她当作野兽射杀。也有人说阿耳忒弥斯射杀她是因为她没有守住童贞。在卡利斯托死去后,宙斯抢走婴儿,在阿耳卡狄亚交给迈亚抚养,给他取名阿耳卡斯;宙斯又将卡利斯托置于星辰之中,称她为大熊座。
- 3.8.1φθάσασα
动词 φθάνω(抢先、预先)的无定过去时主动分词阴性单数主格。该动词通常带补充性分词,在此处作副词性/情况状语使用,表示“抢先一步”,并通过 καί 与分词 ἐφαψαμένη 连用,修饰主要动词 κατέπαυσε。
- 3.8.2Νυκτίμου δὲ. τὴν βασιλείαν παραλαβόντος
属格独立结构(genitive absolute)。文本中 δὲ 之后的句点属于传抄或排印造成的标点讹误,并非句子断开之处;Νυκτίμου 是分词 παραλαβόντος 的逻辑主语,意为“纽克提摩斯继承王位时”。
- 3.8.2ἀκούσῃ
形容词 ἄκουσα(不情愿的)的阴性与格单数形式。它在此处作复合动词 συνευνάζεται(与……同寝)所支配的隐含与格宾语(卡利斯托)的谓语性状语,表达“违背其意愿地”或“趁其不情愿时”。
