← 伪阿波罗多洛斯

书库

§3.10.1-3.10.2

普勒阿得斯的谱系与赫耳墨斯的降生

本节记述了阿特拉斯之女(普勒阿得斯姐妹)的谱系,随后叙述了迈亚之子赫耳墨斯的降生、窃取阿波罗的牛群、发明里拉琴与排箫,以及他与阿波罗交换财物与占卜术的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.1

Ἄτλαντος δὲ καὶ τῆς Ὠκεανοῦ Πληιόνης ἐγένοντο θυγατέρες ἑπτὰ ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, αἱ Πληιάδες προσαγορευθεῖσαι, Ἀλκυόνη Μερόπη Κελαινὼ Ἠλέκτρα Στερόπη Ταϋγέτη Μαῖα. τούτων Στερόπην μὲν Οἰνόμαος ἔγημε, Σίσυφος δὲ Μερόπην. δυσὶ δὲ ἐμίχθη Ποσειδῶν, πρώτῃ μὲν Κελαινοῖ, ἐξ ἧς Λύκος ἔγεντο, ὃν Ποσειδῶν ἐν μακάρων ᾤκισε νήσοις, δευτέρᾳ δὲ Ἀλκυόνῃ, ἣ θυγατέρα μὲν ἐτέκνωσεν Αἴθουσαν τὴν Ἀπόλλωνι Ἐλευθῆρα τεκοῦσαν, υἱοὺς δὲ Ὑριέα καὶ Ὑπερήνορα. Ὑριέως μὲν οὖν καὶ Κλονίης νύμφης Νυκτεὺς καὶ Λύκος, Νυκτέως δὲ καὶ Πολυξοῦς Ἀντιόπη, Ἀντιόπης δὲ καὶ Διὸς Ζῆθος καὶ Ἀμφίων. ταῖς δὲ λοιπαῖς Ἀτλαντίσι Ζεὺς συνουσιάζει.

阿特拉斯与大洋神之女普勒俄涅在阿卡迪亚的库勒涅山上生了七个女儿,她们被称为普勒阿得斯姐妹:阿尔库俄涅、墨洛珀、刻莱诺、厄勒克特拉、斯特洛珀、塔宇革忒、迈亚。在她们之中,俄诺玛俄斯娶了斯特洛珀,西叙福斯娶了墨洛珀。波塞冬与其中两人结合:第一位是刻莱诺,由她生下吕科斯,波塞冬将他安置在福岛;第二位是阿尔库俄涅,她生下一女埃苏萨(她为阿波罗生下厄琉忒耳),以及两个儿子许里欧斯和许佩瑞诺尔。许里欧斯与宁芙克洛妮亚生下纽克透斯和吕科斯,纽克透斯与波吕克索生下安提俄珀,安提俄珀与宙斯生下仄托斯和安菲翁。宙斯则与阿特拉斯其余的女儿们结合。

§3.10.2

Μαῖα μὲν οὖν ἡ πρεσβυτάτη Διὶ συνελθοῦσα ἐν ἄντρῳ τῆς Κυλλήνης Ἑρμῆν τίκτει. οὗτος ἐν σπαργάνοις ἐπὶ τοῦ λίκνου κείμενος, ἐκδὺς εἰς Πιερίαν παραγίνεται, καὶ κλέπτει βόας ἃς ἔνεμεν Ἀπόλλων. ἵνα δὲ μὴ φωραθείη ὑπὸ τῶν ἰχνῶν, ὑποδήματα τοῖς ποσὶ περιέθηκε, καὶ κομίσας εἰς Πύλον τὰς μὲν λοιπὰς εἰς σπήλαιον ἀπέκρυψε, δύο δὲ καταθύσας τὰς μὲν βύρσας πέτραις καθήλωσε, τῶν δὲ κρεῶν τὰ μὲν κατηνάλωσεν ἑψήσας τὰ δὲ κατέκαυσε· καὶ ταχέως εἰς Κυλλήνην ᾤχετο. καὶ εὑρίσκει πρὸ τοῦ ἄντρου νεμομένην χελώνην. ταύτην ἐκκαθάρας, εἰς τὸ κύτος χορδὰς ἐντείνας ἐξ ὧν ἔθυσε βοῶν1 καὶ ἐργασάμενος λύραν εὗρε καὶ πλῆκτρον. Ἀπόλλων δὲ τὰς βόας ζητῶν εἰς Πύλον ἀφικνεῖται, καὶ τοὺς κατοικοῦντας ἀνέκρινεν. οἱ δὲ ἰδεῖν μὲν παῖδα ἐλαύνοντα ἔφασκον, οὐκ ἔχειν δὲ εἰπεῖν ποῖ ποτε ἠλάθησαν διὰ τὸ μὴ εὑρεῖν ἴχνος δύνασθαι.2 μαθὼν δὲ ἐκ τῆς μαντικῆς τὸν κεκλοφότα πρὸς Μαῖαν εἰς Κυλλήνην παραγίνεται, καὶ τὸν Ἑρμῆν ᾐτιᾶτο. ἡ δὲ ἐπέδειξεν αὐτὸν ἐν τοῖς σπαργάνοις. Ἀπόλλων δὲ αὐτὸν πρὸς Δία κομίσας τὰς βόας ἀπῄτει. Διὸς δὲ κελεύοντος ἀποδοῦναι ἠρνεῖτο. μὴ πείθων δὲ3 ἄγει τὸν Ἀπόλλωνα εἰς Πύλον καὶ τὰς βόας ἀποδίδωσιν. ἀκούσας δὲ τῆς λύρας ὁ Ἀπόλλων ἀντιδίδωσι τὰς βόας. Ἑρμῆς δὲ ταύτας νέμων σύριγγα πάλιν πηξάμενος ἐσύριζεν. Ἀπόλλων δὲ καὶ ταύτην βουλόμενος λαβεῖν, τὴν χρυσῆν ῥάβδον ἐδίδου ἣν ἐκέκτητο βουκολῶν. ὁ δὲ καὶ ταύτην λαβεῖν ἀντὶ τῆς σύριγγος ἤθελε καὶ τὴν μαντικὴν ἐπελθεῖν· καὶ δοὺς διδάσκεται τὴν διὰ τῶν ψήφων μαντικήν. Ζεὺς δὲ αὐτὸν κήρυκα ἑαυτοῦ καὶ θεῶν ὑποχθονίων τίθησι.

最年长的迈亚与宙斯在库勒涅山的一个洞穴中结合,生下了赫耳墨斯。他虽然裹着襁褓躺在摇篮里,却脱身溜出前往皮厄里亚,偷走了阿波罗放牧的牛群。为了不因足迹而被识破,他把鞋穿在牛足上,带到皮洛斯,将剩余的牛藏在一个洞穴里,又宰杀了其中两头,把牛皮钉在岩石上,牛肉煮食了一部分,焚烧了其余部分;随后迅速返回库勒涅山。他在洞口前发现一只正在吃草的乌龟。他把它掏空,将取自所献祭牛只的琴弦紧绷在壳体上,制成里拉琴,并且发明了拨子。阿波罗寻找牛群来到皮洛斯,向当地居民盘问。他们说曾看见一个男孩赶着牛,但因为无法找到足迹,说不出究竟被赶到了哪里。阿波罗凭借预言术得知了行窃者,便前往库勒涅山迈亚那里,指控赫耳墨斯。迈亚指着襁褓中的他。阿波罗把他带到宙斯面前,索要牛群。尽管宙斯命令归还,他仍矢口否认;但见无法取信,便引阿波罗到皮洛斯,归还了牛群。阿波罗听到里拉琴的乐音,便以牛群作为交换。赫耳墨斯放牧牛群时,又制作了一管排箫并吹奏起来。阿波罗也想得到这个,便拿出放牧时所持有的金权杖来交换。赫耳墨斯愿以排箫换取这根权杖,并希望学习预言术;他交出排箫后,便学会了掷石占卜术。宙斯于是任命他为自己和冥界诸神的使者。

语法注3 条
  1. 3.10.2ἐξ ὧν ἔθυσε βοῶν

    先行词被纳入关系代词从句的结构(相当于 ἐκ τῶν βοῶν ἃς ἔθυσε)。介词 ἐκ 所支配的名词 βοῶν 受到关系代名词 ὧν 的格吸引,移入从句中。

  2. 3.10.2διὰ τὸ μὴ εὑρεῖν ἴχνος δύνασθαι

    介词 διά 带带冠词不定式(中性宾格 τὸ ... δύνασθαι),否定词 μή 否定整个不定式短语。同时动词 δύνασθαι 又接不定式 εὑρεῖν 作补充语。

  3. 3.10.2μὴ πείθων δὲ

    现在分词 πείθων 的逻辑主语是赫耳墨斯。现在时分词含有未遂/企图的意味(“无法说服/取信”),表明他虽矢口否认却无法说服宙斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.10.1-3.10.2