- 底本
- Apollodorus. The Library. Frazer, James George, Sir, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1921.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.7.5-3.7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒拜陷落后,弑母的阿尔克迈翁四处流亡,终遭斐革斯之子伏杀,其子嗣随后迅速复仇,篇末还提及了欧里庇得斯记述的异说。
μετὰ δὲ τὴν Θηβῶν ἅλωσιν αἰσθόμενος Ἀλκμαίων καὶ ἐπʼ αὐτῷ1 δῶρα εἰληφυῖαν Ἐριφύλην τὴν μητέρα μᾶλλον ἠγανάκτησε, καὶ χρήσαντος Ἀπόλλωνος αὐτῷ τὴν μητέρα ἀπέκτεινεν. ἔνιοι μὲν λέγουσι σὺν Ἀμφιλόχῳ τῷ ἀδελφῷ κτεῖναι τὴν Ἐριφύλην, ἔνιοι δὲ ὅτι μόνος. Ἀλκμαίωνα δὲ μετῆλθεν ἐρινὺς τοῦ μητρῴου φόνου, καὶ μεμηνὼς πρῶτον μὲν εἰς Ἀρκαδίαν πρὸς Ὀικλέα παραγίνεται, ἐκεῖθεν δὲ εἰς Ψωφῖδα πρὸς Φηγέα. καθαρθεὶς δὲ ὑπʼ αὐτοῦ Ἀρσινόην γαμεῖ τὴν τούτου θυγατέρα, καὶ τόν τε ὅρμον καὶ τὸν πέπλον ἔδωκε ταύτῃ. γενομένης δὲ ὕστερον τῆς γῆς διʼ αὐτὸν ἀφόρου, χρήσαντος αὐτῷ τοῦ θεοῦ πρὸς Ἀχελῷον ἀπιέναι καὶ παρʼ ἐκεῖνον παλινδικίαν λαμβάνειν, τὸ μὲν πρῶτον πρὸς Οἰνέα παραγίνεται εἰς Καλυδῶνα καὶ ξενίζεται παρʼ αὐτῷ, ἔπειτα ἀφικόμενος εἰς Θεσπρωτοὺς τῆς χώρας ἀπελαύνεται. τελευταῖον δὲ ἐπὶ τὰς Ἀχελῴου πηγὰς παραγενόμενος καθαίρεταί τε ὑπʼ αὐτοῦ καὶ τὴν ἐκείνου θυγατέρα Καλλιρρόην λαμβάνει, καὶ ὃν Ἀχελῷος προσέχωσε τόπον κτίσας κατῴκησε. Καλλιρρόης δὲ ὕστερον τόν τε ὅρμον καὶ τὸν πέπλον ἐπιθυμούσης λαβεῖν, καὶ λεγούσης οὐ συνοικήσειν αὐτῷ εἰ μὴ λάβοι ταῦτα, παραγενόμενος εἰς Ψωφῖδα Ἀλκμαίων Φηγεῖ λέγει τεθεσπίσθαι τῆς μανίας ἀπαλλαγὴν ἑαυτῷ, τὸν ὅρμον ὅταν εἰς Δελφοὺς κομίσας ἀναθῇ καὶ τὸν πέπλον.2 ὁ δὲ πιστεύσας δίδωσι μηνύσαντος δὲ θεράποντος ὅτι Καλλιρρόῃ ταῦτα λαβὼν ἐκόμιζεν, ἐνεδρευθεὶς ὑπὸ τῶν Φηγέως παίδων ἐπιτάξαντος τοῦ Φηγέως ἀναιρεῖται. Ἀρσινόην δὲ μεμφομένην οἱ τοῦ Φηγέως παῖδες ἐμβιβάσαντες εἰς λάρνακα κομίζουσιν εἰς Τεγέαν καὶ διδόασι δούλην Ἀγαπήνορι, καταψευσάμενοι αὐτῆς τὸν Ἀλκμαίωνος φόνον.
在忒拜被攻陷之后,阿尔克迈翁发觉母亲厄里菲勒竟然也收受了不利于自己的礼物,愈发愤慨,在阿波罗降下神谕后便杀死了母亲。有人说他是同弟弟安菲洛科斯一起杀死了厄里菲勒,也有人说他是独自一人的。然而弑母的复仇女神纠缠着阿尔克迈翁;他陷入癫狂,首先前往阿耳卡狄亚投奔俄伊克勒斯,又从那里前往普索菲斯投奔斐革斯。在得到斐革斯的净化后,他娶了斐革斯的女儿阿尔西诺厄,并将项链和长袍赠予了她。但后来大地因他的缘故变得荒芜不毛,神降下神谕命他前往阿刻罗俄斯处并在他面前接受再次审判,于是他起初前往卡吕冬投奔俄纽斯并受到款待,随后抵达塞斯普罗提亚人处,却被驱逐出境。最后,他来到了阿刻罗俄斯河的源头,得到他的净化并娶了他的女儿卡利罗厄,在阿刻罗俄斯冲积出的土地上建城定居。后来卡利罗厄渴望得到项链和长袍,并扬言若得不到这些便不再与他同居;阿尔克迈翁于是前往普索菲斯,对斐革斯说神谕预示当他把项链和长袍送往德尔斐奉献时,他的疯狂便能得以解脱。斐革斯信以为真,便把东西交给了他;但有一名仆从告密说他是拿去送给卡利罗厄的,阿尔克迈翁遂在斐革斯的命令下遭到斐革斯诸子的伏击并被杀害。斐革斯的儿子们把指责他们的阿尔西诺厄装入木箱,运至忒革亚,诬指她谋杀了阿尔克迈翁,并将她作为奴隶送给了阿加彭诺耳。
Καλλιρρόη δὲ τὴν Ἀλκμαίωνος ἀπώλειαν μαθοῦσα, πλησιάζοντος αὐτῇ τοῦ Διός, αἰτεῖται τοὺς γεγεννημένους παῖδας ἐξ Ἀλκμαίωνος αὐτῇ γενέσθαι τελείους, ἵνα τὸν τοῦ πατρὸς τίσωνται φόνον. γενόμενοι δὲ ἐξαίφνης οἱ παῖδες τέλειοι ἐπὶ τὴν ἐκδικίαν τοῦ πατρὸς ἐξῄεσαν. κατὰ τὸν αὐτὸν δὲ καιρὸν οἵ τε Φηγέως παῖδες Πρόνοος καὶ Ἀγήνωρ, εἰς Δελφοὺς κομίζοντες ἀναθεῖναι τὸν ὅρμον καὶ τὸν πέπλον, καταλύουσι πρὸς Ἀγαπήνορα, καὶ οἱ τοῦ Ἀλκμαίωνος παῖδες3 Ἀμφότερός τε καὶ Ἀκαρνάν· καὶ ἀνελόντες τοὺς τοῦ πατρὸς φονέας, παραγενόμενοί τε εἰς Ψωφῖδα καὶ παρελθόντες εἰς τὰ βασίλεια τόν τε Φηγέα καὶ τὴν γυναῖκα αὐτοῦ κτείνουσι. διωχθέντες δὲ ἄχρι Τεγέας ἐπιβοηθησάντων Τεγεατῶν καί τινων Ἀργείων ἐσώθησαν, εἰς φυγὴν τῶν Ψωφιδίων τραπέντων.
卡利罗厄得知阿尔克迈翁的死讯后,乘宙斯临幸她之际,祈求让自己从阿尔克迈翁所生的儿子们迅速长大成人,以便为父亲的被杀报仇。儿子们果然顷刻间长大成人,出发为父复仇。恰逢此时,将项链和长袍送往德尔斐奉献的斐革斯诸子普罗诺俄斯与阿革诺耳,以及阿尔克迈翁的儿子们安普霍忒罗斯与阿卡耳南,都在阿加彭诺耳处投宿。阿尔克迈翁的儿子们诛杀了杀父仇人,又来到普索菲斯,闯入王宫,杀死了斐革斯及其妻子。他们被追赶至忒革亚,但因忒革亚人及若干阿耳戈斯人前来援助,普索菲斯人溃败逃窜,他们因而得救。
δηλώσαντες δὲ τῇ μητρὶ ταῦτα, τόν τε ὅρμον καὶ τὸν πέπλον ἐλθόντες εἰς Δελφοὺς ἀνέθεντο κατὰ πρόσταξιν Ἀχελῴου. πορευθέντες δὲ εἰς τὴν Ἤπειρον συναθροίζουσιν οἰκήτορας καὶ κτίζουσιν Ἀκαρνανίαν. Εὐριπίδης δέ φησιν Ἀλκμαίωνα κατὰ τὸν τῆς μανίας χρόνον ἐκ Μαντοῦς Τειρεσίου παῖδας δύο γεννῆσαι, Ἀμφίλοχον καὶ θυγατέρα Τισιφόνην, κομίσαντα δὲ εἰς Κόρινθον τὰ βρέφη δοῦναι τρέφειν Κορινθίων βασιλεῖ Κρέοντι, καὶ τὴν μὲν Τισιφόνην διενεγκοῦσαν εὐμορφίᾳ ὑπὸ τῆς Κρέοντος γυναικὸς ἀπεμποληθῆναι, δεδοικυίας μὴ Κρέων αὐτὴν γαμετὴν ποιήσηται. τὸν δὲ Ἀλκμαίωνα ἀγοράσαντα ταύτην ἔχειν οὐκ εἰδότα τὴν ἑαυτοῦ θυγατέρα θεράπαιναν,4 παραγενόμενον δὲ εἰς Κόρινθον ἐπὶ τὴν τῶν τέκνων ἀπαίτησιν καὶ τὸν υἱὸν κομίσασθαι. καὶ Ἀμφίλοχος κατὰ χρησμοὺς Ἀπόλλωνος Ἀμφιλοχικὸν Ἄργος ᾤκισεν.
他们将这些事禀告母亲之后,遵照阿刻罗俄斯的命令前往德尔斐奉献了项链和长袍。随后他们前往厄庇鲁斯,聚集移民,建立了阿卡耳纳尼亚。 欧里庇得斯则说,阿尔克迈翁在发狂期间与提瑞西阿斯的女儿曼托生下了两个孩子,即安菲洛科斯和女儿提西福涅;他把这两个婴儿带到科林斯,交给科林斯王克瑞翁抚养;提西福涅因相貌极其出众,克瑞翁的妻子唯恐克瑞翁纳她为妻,便将她转卖出去了。阿尔克迈翁买下了她,并不知晓她是自己的女儿而当作侍女留在身边;后来他来到科林斯索要自己的孩子,也迎回了自己的儿子。而安菲洛科斯遵照阿波罗的神谕建立了安菲洛基亚的阿耳戈斯。
- 3.7.5ἐπʼ αὐτῷ
介词 ἐπί 接与格在此表示敌对或不利关系(“针对他”或“对他不利”)。指母亲厄里菲勒此前为了谋害其父阿姆菲阿剌俄斯而收受项链,如今又针对阿尔克迈翁本人收受长衣以促其出征。
- 3.7.5τεθεσπίσθαι τῆς μανίας ἀπαλλαγὴν ἑαυτῷ, τὸν ὅρμον ὅταν εἰς Δελφοὺς κομίσας ἀναθῇ καὶ τὸν πέπλον
间接引语以完成时被动不定词 τεθεσπίσθαι 为核心,宾格 τῆς μανίας ἀπαλλαγήν 为其主语,ἑαυτῷ 为利益与格。随后的 ὅταν 从句保留了直接引语中的将来时间条件结构(ὅταν 接连接法)。此外,并列受词 τὸν ὅρμον 与 καὶ τὸν πέπλον 跨置于 ὅταν 引导的从句前后,构成了语序倒置(hyperbaton)。
- 3.7.6καταλύουσι πρὸς Ἀγαπήνορα, καὶ οἱ τοῦ Ἀλκμαίωνος παῖδες
动词 καταλύουσι 支配由 τε ... καί 构成的复合主语:位于动词前的 οἵ τε Φηγέως παῖδες 与置于动词之后的 καὶ οἱ τοῦ Ἀλκμαίωνος παῖδες 共同作为主语,表明双方同时寄宿于阿加彭诺耳处。
- 3.7.7ἔχειν οὐκ εἰδότα τὴν ἑαυτοῦ θυγατέρα θεράπαιναν
在间接引语中,宾格分词 οὐκ εἰδότα 与不定词 ἔχειν 的意义主语(τὸν Ἀλκμαίωνα)一致,支配 τὴν ἑαυτοῦ θυγατέρα 作为其直接宾语(“不知她是自己的女儿”)。动词 ἔχειν 与省略的直接宾语 ταύτην 以及述补宾格 θεράπαιναν 构成双宾格结构(“蓄她为侍女”)。
