← 伪阿波罗多洛斯

书库

§3.7.1-3.7.4

死者的安葬与后辈英雄攻陷忒拜

克瑞翁禁止安葬阿耳戈斯死者,导致安提戈涅受刑与雅典军队介入收葬尸体;十年后后辈英雄们再征忒拜,击溃忒拜守军并在居民弃城外逃后攻占破毁该城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.1

Κρέων δὲ τὴν Θηβαίων βασιλείαν παραλαβὼν τοὺς τῶν Ἀργείων νεκροὺς ἔρριψεν ἀτάφους, καὶ κηρύξας μηδένα θάπτειν φύλακας κατέστησεν. Ἀντιγόνη δέ, μία τῶν Οἰδίποδος θυγατέρων, κρύφα τὸ Πολυνείκους σῶμα κλέψασα ἔθαψε, καὶ φωραθεῖσα ὑπὸ Κρέοντος αὐτοῦ τῷ τάφῳ1 ζῶσα ἐνεκρύφθη. Ἄδραστος δὲ εἰς Ἀθήνας ἀφικόμενος ἐπὶ τὸν ἐλέου βωμὸν κατέφυγε, καὶ ἱκετηρίαν θεὶς ἠξίου θάπτειν τοὺς νεκρούς. οἱ δὲ Ἀθηναῖοι μετὰ Θησέως στρατεύσαντες αἱροῦσι Θήβας καὶ τοὺς νεκροὺς τοῖς οἰκείοις διδόασι θάψαι. τῆς Καπανέως δὲ καιομένης πυρᾶς, Εὐάδνη, ἡ Καπανέως μὲν γυνὴ θυγάτηρ δὲ Ἴφιος, ἑαυτὴν ἐμβαλοῦσα συγκατεκαίετο.

克瑞翁接掌了忒拜的王位后,将阿耳戈斯人的尸体弃之不葬,并宣告任何人不得埋葬,还设置了守卫。但俄狄浦斯的女儿之一安提戈涅秘密偷出波吕涅刻斯的遗体并将其安葬;被克瑞翁发觉后,她就在那里被活埋在坟墓中。阿德剌斯托斯逃至雅典,避难于怜悯之祭坛,献上恳求者的橄榄枝,请求埋葬死者。雅典人在忒修斯的率领下出征,攻克了忒拜,并将死者遗体交给其亲属安葬。在卡帕纽斯的火葬柴堆燃烧之际,卡帕纽斯之妻、伊菲斯之女厄瓦德涅纵身跳入其中,同他一起焚化。

§3.7.2

μετὰ δὲ ἔτη δέκα οἱ τῶν ἀπολομένων παῖδες, κληθέντες ἐπίγονοι, στρατεύειν ἐπὶ Θήβας προῃροῦντο, τὸν τῶν πατέρων θάνατον τιμωρήσασθαι2 βουλόμενοι. καὶ μαντευομένοις αὐτοῖς ὁ θεὸς ἐθέσπισε νίκην Ἀλκμαίωνος ἡγουμένου. ὁ μὲν οὖν Ἀλκμαίων ἡγεῖσθαι τῆς στρατείας οὐ βουλόμενος πρὶν τίσασθαι τὴν μητέρα, ὅμως στρατεύεται· λαβοῦσα γὰρ Ἐριφύλη παρὰ Θερσάνδρου τοῦ Πολυνείκους τὸν πέπλον συνέπεισε καὶ τοὺς παῖδας στρατεύεσθαι. οἱ δὲ ἡγεμόνα Ἀλκμαίωνα ἑλόμενοι Θήβας ἐπολέμουν. ἦσαν δὲ οἱ στρατευόμενοι οἵδε· Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου, Αἰγιαλεὺς Ἀδράστου, Διομήδης Τυδέως, Πρόμαχος Παρθενοπαίου, Σθένελος Καπανέως, Θέρσανδρος Πολυνείκους, Εὐρύαλος Μηκιστέως.

十年之后,阵亡者们的儿子们被称为后辈,为了替父亲们的死报仇,他们决意远征忒拜。当他们求问神谕时,神预言若由阿尔克迈翁为统帅,他们必将获胜。阿尔克迈翁起初因在向母亲复仇前不愿统领军队,但最终还是出征了;因为厄里菲勒从波吕涅刻斯之子瑟尔珊德处接受了长袍,劝说自己的儿子们也去参战。他们推举阿尔克迈翁为领袖,向忒拜进军开战。参战者包括:安菲阿剌俄斯之子阿尔克迈翁与安菲洛科斯、阿德剌斯托斯之子埃癸阿勒乌斯、堤丢斯之子狄俄墨得斯、帕耳忒诺派俄斯之子普罗马科斯、卡帕纽斯之子斯忒涅罗斯、波吕涅刻斯之子瑟尔珊德、墨基斯透斯之子欧律阿罗斯。

§3.7.3

οὗτοι πρῶτον μὲν πορθοῦσι τὰς πέριξ κώμας, ἔπειτα τῶν Θηβαίων ἐπελθόντων Λαοδάμαντος τοῦ Ἐτεοκλέους ἡγουμένου γενναίως μάχονται. καὶ Λαοδάμας μὲν Αἰγιαλέα κτείνει, Λαοδάμαντα δὲ Ἀλκμαίων. καὶ μετὰ τὸν τούτου θάνατον Θηβαῖοι συμφεύγουσιν εἰς τὰ τείχη. Τειρεσίου δὲ εἰπόντος αὐτοῖς πρὸς μὲν Ἀργείους κήρυκα περὶ διαλύσεως ἀποστέλλειν, αὐτοὺς δὲ φεύγειν, πρὸς μὲν τοὺς πολεμίους κήρυκα πέμπουσιν, αὐτοὶ δὲ ἀναβιβάσαντες ἐπὶ τὰς ἀπήνας τέκνα καὶ γυναῖκας ἐκ τῆς πόλεως ἔφευγον. νύκτωρ δὲ ἐπὶ τὴν λεγομένην Τιλφοῦσσαν κρήνην παραγενομένων αὐτῶν, Τειρεσίας ἀπὸ ταύτης πιὼν αὐτοῦ τὸν βίον κατέστρεψε. Θηβαῖοι δὲ ἐπὶ πολὺ διελθόντες πόλιν Ἑστιαίαν κτίσαντες κατῴκησαν.

他们首先劫掠了周围的村庄;接着,当忒拜人在厄忒俄克勒斯之子劳达马斯的率领下出击时,他们奋勇作战。劳达马斯杀死了埃癸阿勒乌斯,而阿尔克迈翁杀死了劳达马斯。劳达马斯死后,忒拜人一同逃入城墙之内。提瑞西阿斯告诉他们要派一名传令官去阿耳戈斯人那里商议休战,而他们自己应当逃跑;于是他们向敌人派出传令官,自己则把妇孺送上马车,逃离了城市。夜间当他们抵达被称为提尔孚萨的泉水时,提瑞西阿斯饮用了此泉之水,就在那里结束了生命。忒拜人远徙多时,建立了一座名为赫斯提埃亚的城邑并在那里定居。

§3.7.4

Ἀργεῖοι δὲ ὕστερον τὸν δρασμὸν τῶν Θηβαίων μαθόντες εἰσίασιν εἰς τὴν πόλιν, καὶ συναθροίζουσι τὴν λείαν, καὶ καθαιροῦσι τὰ τείχη. τῆς δὲ λείας μέρος εἰς Δελφοὺς πέμπουσιν Ἀπόλλωνι καὶ τὴν Τειρεσίου θυγατέρα Μαντώ· ηὔξαντο γὰρ αὐτῷ Θήβας ἑλόντες3 τὸ κάλλιστον τῶν λαφύρων ἀναθήσειν.

阿耳戈斯人后来得知忒拜人逃跑,便进入城中,聚敛战利品,拆毁了城墙。他们将战利品的一部分以及提瑞西阿斯的女儿曼托送往德尔斐献给阿波罗;因为他们曾向阿波罗发愿,一旦攻克忒拜,就将战利品中最美好的献给他。

语法注3 条
  1. 3.7.1αὐτοῦ τῷ τάφῳ

    此处 αὐτοῦ 语法上既可作指代前文名词波吕涅刻斯的所有格代词(“在他的坟墓中”),亦可作地点副词(“就在那里”)。此处解作修饰与加强与格 τῷ τάφῳ 的地点副词。

  2. 3.7.2τὸν τῶν πατέρων θάνατον τιμωρήσασθαι

    中动相动词 τιμωρέομαι 与主动相 τιμωρέω τινί(“为某人复仇/施助”)不同,其宾格通常表示被复仇的罪行/伤害(“为……报仇”)或被惩治之人。此处 τὸν θάνατον 作直接宾语,意为“为父亲们的死报仇”。

  3. 3.7.4Θήβας ἑλόντες

    主格复数分词 ἑλόντες 与誓愿主动词 ηὔξαντο 的主语一致,修饰其后接的将来时不定式 ἀναθήσειν,表条件(“若攻克忒拜”)或先行发生的时间情况分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.7.1-3.7.4