← 伪阿波罗多洛斯

书库

§3.6.6-3.6.8

进攻忒拜城与阿耳戈斯军的溃败

围绕忒拜七门的攻防战中,因提瑞西阿斯的预言墨诺伊刻斯献身自戕,两军激战及厄忒俄克勒斯与波吕涅刻斯同归于尽之后,除阿德剌斯托斯外阿耳戈斯诸将皆败亡或沉入地中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6.6

Ἀργεῖοι δὲ καθοπλισθέντες προσῄεσαν τοῖς τείχεσι, καὶ πυλῶν ἑπτὰ οὐσῶν Ἄδραστος μὲν παρὰ τὰς Ὁμολωίδας πύλας ἔστη, Καπανεὺς δὲ παρὰ τὰς Ὠγυγίας, Ἀμφιάραος δὲ παρὰ τὰς Προιτίδας, Ἱππομέδων δὲ παρὰ τὰς Ὀγκαΐδας, Πολυνείκης δὲ παρὰ τὰς Ὑψίστας, Παρθενοπαῖος δὲ παρὰ τὰς Ἠλέκτρας, Τυδεὺς δὲ παρὰ τὰς Κρηνίδας. καθώπλισε δὲ καὶ Ἐτεοκλῆς Θηβαίους, καὶ καταστήσας ἡγεμόνας ἴσους ἴσοις ἔταξε, καὶ πῶς ἂν περιγένοιντο τῶν πολεμίων ἐμαντεύετο.

全副武装的阿耳戈斯军逼近城墙;由于城有七门,阿德剌斯托斯驻扎在霍摩罗伊得斯门旁,卡帕纽斯在俄古癸亚门旁,安菲阿剌俄斯在普洛伊提得斯门旁,希波墨冬在翁凯得斯门旁,波吕涅刻斯在许普西斯泰门旁,帕耳忒诺派俄斯在厄勒克特拉门旁,堤丢斯在克勒尼得斯门旁。厄忒俄克勒斯也武装了忒拜人,设立了同等数目的将领予以对阵排布,并占问如何才能战胜敌人。

§3.6.7

ἦν δὲ παρὰ Θηβαίοις μάντις Τειρεσίας Εὐήρους καὶ Χαρικλοῦς νύμφης, ἀπὸ γένους Οὐδαίου τοῦ Σπαρτοῦ, γενόμενος τυφλὸς τὰς ὁράσεις. οὗ περὶ τῆς πηρώσεως καὶ τῆς μαντικῆς λέγονται λόγοι διάφοροι. ἄλλοι μὲν γὰρ αὐτὸν ὑπὸ θεῶν φασι τυφλωθῆναι, ὅτι τοῖς ἀνθρώποις ἃ κρύπτειν ἤθελον ἐμήνυε, Φερεκύδης δὲ ὑπὸ Ἀθηνᾶς αὐτὸν τυφλωθῆναι· οὖσαν γὰρ τὴν Χαρικλὼ προσφιλῆ τῇ Ἀθηνᾷ γυμνὴν ἐπὶ πάντα ἰδεῖν,1 τὴν δὲ ταῖς χερσὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καταλαβομένην πηρὸν ποιῆσαι, Χαρικλοῦς δὲ δεομένης ἀποκαταστῆσαι πάλιν τὰς ὁράσεις, μὴ δυναμένην τοῦτο ποιῆσαι, τὰς ἀκοὰς διακαθάρασαν πᾶσαν ὀρνίθων φωνὴν ποιῆσαι συνεῖναι, καὶ σκῆπτρον αὐτῷ δωρήσασθαι κράνειον, ὃ φέρων ὁμοίως τοῖς βλέπουσιν ἐβάδιζεν. Ἡσίοδος δέ φησιν ὅτι θεασάμενος περὶ Κυλλήνην ὄφεις συνουσιάζοντας καὶ τούτους τρώσας ἐγένετο ἐξ ἀνδρὸς γυνή, πάλιν δὲ τοὺς αὐτοὺς ὄφεις παρατηρήσας συνουσιάζοντας ἐγένετο ἀνήρ. διόπερ Ἥρα καὶ Ζεὺς ἀμφισβητοῦντες πότερον τὰς γυναῖκας ἢ τοὺς ἄνδρας ἥδεσθαι μᾶλλον ἐν ταῖς συνουσίαις συμβαίνοι, τοῦτον ἀνέκριναν. ὁ δὲ ἔφη δέκα μοιρῶν περὶ τὰς συνουσίας οὐσῶν τὴν μὲν μίαν ἄνδρας ἥδεσθαι, τὰς δὲ ἐννέα γυναῖκας. ὅθεν Ἥρα μὲν αὐτὸν ἐτύφλωσε, Ζεὺς δὲ τὴν μαντικὴν αὐτῷ ἔδωκεν. "" ἐγένετο δὲ καὶ πολυχρόνιος. οὗτος οὖν Θηβαίοις μαντευομένοις εἶπε νικήσειν, ἐὰν Μενοικεὺς ὁ Κρέοντος Ἄρει σφάγιον αὑτὸν ἐπιδῷ. τοῦτο ἀκούσας Μενοικεὺς ὁ Κρέοντος ἑαυτὸν πρὸ τῶν πυλῶν ἔσφαξε. μάχης δὲ γενομένης οἱ Καδμεῖοι μέχρι τῶν τειχῶν συνεδιώχθησαν, καὶ Καπανεὺς ἁρπάσας κλίμακα ἐπὶ τὰ τείχη διʼ αὐτῆς ἀνῄει, καὶ Ζεὺς αὐτὸν κεραυνοῖ.

忒拜人中有一位预言者提瑞西阿斯,是厄厄瑞斯与水仙查里克罗之子,出自地生人乌代俄斯的后裔,他的双眼失明。关于他的致盲与预言术,有各种不同的说法。有人说他是因为向凡人泄露了诸神想要隐瞒之事而被诸神致盲;但费雷居得斯说他是被雅典娜致盲的。因为查里克罗深得雅典娜的喜爱,而他窥见了女神完全赤裸的身躯;女神便用双手蒙住他的双眼使他成了盲人。当查里克罗祈求女神恢复他的视力时,雅典娜虽无法做到此事,却净化了他的听觉,使他能听懂飞鸟的一切鸣声,并赐予他一根梾木手杖,拄着它便能像明眼人一样行走。但赫西俄德说,他在库勒涅山附近看见两条蛇交配并打伤了它们,便由男人变成了女人;后来又看见同样的蛇交配,便重又恢复为男人。因此,当赫拉与宙斯争论在交媾中究竟是女人还是男人感受到的快感更多时,他们审问了他。他说,在交媾的十分之中,男人享受一份,而女人享受九份。赫拉因此使他失明,宙斯则赐予了他预言的法术。 他也享有了极长的寿命。 因此,当忒拜人求问神谕时,他告诉他们,如果克瑞翁之子墨诺伊刻斯将自己献给阿瑞斯作为牺牲,他们便能获胜。克瑞翁之子墨诺伊刻斯听闻此事,便在城门前自刎而死。战事爆发后,卡德摩斯人被一路驱赶至城墙之下,卡帕纽斯抓起梯子正欲攀援登上城墙,宙斯以雷霆将他击杀。

§3.6.8

τούτου δὲ γενομένου τροπὴ τῶν Ἀργείων γίνεται. ὡς δὲ ἀπώλλυντο πολλοί, δόξαν ἑκατέροις τοῖς στρατεύμασιν2 Ἐτεοκλῆς καὶ Πολυνείκης περὶ τῆς βασιλείας μονομαχοῦσι, καὶ κτείνουσιν ἀλλήλους. καρτερᾶς δὲ πάλιν γενομένης μάχης οἱ Ἀστακοῦ παῖδες ἠρίστευσαν· Ἴσμαρος μὲν γὰρ Ἱππομέδοντα ἀπέκτεινε, Λεάδης δὲ Ἐτέοκλον, Ἀμφίδικος δὲ Παρθενοπαῖον. ὡς δὲ Εὐριπίδης φησί, Παρθενοπαῖον ὁ Ποσειδῶνος παῖς Περικλύμενος ἀπέκτεινε. Μελάνιππος δὲ ὁ λοιπὸς τῶν Ἀστακοῦ παίδων εἰς τὴν γαστέρα Τυδέα τιτρώσκει. ἡμιθνῆτος δὲ αὐτοῦ κειμένου παρὰ Διὸς αἰτησαμένη Ἀθηνᾶ φάρμακον ἤνεγκε, διʼ οὗ ποιεῖν ἔμελλεν ἀθάνατον αὐτόν. Ἀμφιάραος δὲ αἰσθόμενος τοῦτο, μισῶν Τυδέα ὅτι παρὰ τὴν ἐκείνου γνώμην εἰς Θήβας ἔπεισε τοὺς Ἀργείους στρατεύεσθαι, τὴν Μελανίππου κεφαλὴν ἀποτεμὼν ἔδωκεν αὐτῷ. ὁ δὲ διελὼν τὸν ἐγκέφαλον ἐξερρόφησεν. ὡς δὲ εἶδεν Ἀθηνᾶ, μυσαχθεῖσα τὴν εὐεργεσίαν ἐπέσχε τε καὶ ἐφθόνησεν. Ἀμφιαράῳ δὲ φεύγοντι παρὰ ποταμὸν Ἰσμηνόν, πρὶν ὑπὸ Περικλυμένου τὰ νῶτα τρωθῇ, Ζεὺς κεραυνὸν βαλὼν τὴν γῆν διέστησεν. ὁ δὲ σὺν τῷ ἅρματι καὶ τῷ ἡνιόχῳ Βάτωνι, ὡς δὲ ἔνιοι Ἐλάτωνι, ἐκρύφθη, καὶ Ζεὺς ἀθάνατον αὐτὸν ἐποίησεν. Ἄδραστον δὲ μόνον ἵππος διέσωσεν Ἀρείων· τοῦτον ἐκ Ποσειδῶνος ἐγέννησε Δημήτηρ εἰκασθεῖσα ἐρινύι κατὰ τὴν συνουσίαν.

此事发生后,阿耳戈斯军溃散败退。由于死伤甚众,经双方军队一致赞同,厄忒俄克勒斯与波吕涅刻斯为争夺王位进行单打独斗,并双双杀死了对方。激烈的战斗再度爆发,阿斯塔科斯的儿子们立下赫赫战功:伊斯马罗斯杀死了希波墨冬,莱阿得斯杀死了厄忒俄克罗斯,安菲狄科斯杀死了帕耳忒诺派俄斯。不过正如欧里庇得斯所说,杀死帕耳忒诺派俄斯的是波塞冬之子珀里克吕墨诺斯。阿斯塔科斯剩余的儿子墨拉尼波斯刺中了堤丢斯的腹部。正当他半死躺卧在地时,雅典娜向宙斯求得灵药带来,本打算以此使他长生不死。安菲阿剌俄斯察觉了此事,因怨恨堤丢斯违背自己的意愿劝说阿耳戈斯人出征忒拜,便砍下墨拉尼波斯的头颅交给了堤丢斯。堤丢斯劈开头骨,吸吮了其中的脑髓。雅典娜目睹此景,深感厌恶,便中止并吝于施予恩惠。当安菲阿剌俄斯沿着伊斯墨诺斯河逃奔时,在被珀里克吕墨诺斯刺中后背之前,宙斯降下雷霆劈开大地。他便与战车及御者巴同(有人说是埃拉同)一同沉入地中,宙斯使他长生不死。唯独阿德剌斯托斯被神马阿里翁搭救;这匹马是德墨忒尔在交合中化作复仇女神之形与波塞冬所生。

语法注2 条
  1. 3.6.7οὖσαν γὰρ τὴν Χαρικλὼ προσφιλῆ τῇ Ἀθηνᾷ γυμνὴν ἐπὶ πάντα ἰδεῖν

    此处为间接引语中的连续宾格带不定式结构。不定式 ἰδεῖν 的逻辑主语在上下文中为提瑞西阿斯(省略的宾格 αὐτόν),而 γυμνὴν ἐπὶ πάντα 作为宾语补足语,修饰被省略的宾语雅典娜(τὴν θεόν)。即理解为“查里克罗虽为雅典娜所钟爱,他却看到了(女神)全身赤裸”。虽然语法上 γυμνήν 亦可修饰开头的 τὴν Χαρικλώ(“看到查里克罗赤裸”),但根据窥见雅典娜沐浴这一神话常例,指涉女神更为确当。

  2. 3.6.8δόξαν ἑκατέροις τοῖς στρατεύμασιν

    非人称动词 δοκεῖ 的无人称绝对宾格(accusative absolute),意为“鉴于双方军队均赞同/达成合意”。ἑκατέροις τοῖς στρατεύμασιν 是与格,表示决定的主体或评判者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0548.tlg001.humanitext-grc2:3.6.6-3.6.8